- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.76-32.82
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者借奥林匹亚的惊马祭坛与神话中的恋兽故事警示亚历山大里亚人对赛马的病态痴迷,并引用荷马史诗及戏拟诗作,严厉批评观众举止失度、狂热滑稽的丑态。
ἢ δῆλον ὅτι οὐδʼ ἀκούσεσθε παρʼ ἐκεῖνον τὸν καιρόν, οὐδὲ ἂν αὐτὸς ὑμῖν ὁ τοῦ Πέλοπος διαλέγηται πρόγονος; τίνα οὖν εὕρῃ τις ἐπικουρίαν ἢ τίνα ἐξιλάσασθαι δεῖ δαιμόνων; ἔστιν Ὀλυμπίασι κατὰ μέσον τὸν ἱππόδρομον Ταραξίππου Ποσειδῶνος βωμός, ἔνθα μάλιστα συνέβαινε τοὺς ἵππους πτοεῖσθαι καὶ πλεῖστα διαφθείρεσθαι τῶν ἁρμάτων. ἔδοξεν οὖν τοῖς Ἠλείοις ὡς δαιμονίου τινὸς ὄντος ἱδρύσασθαι βωμόν. καὶ τὸ λοιπόν φασιν ἀπʼ ἐκείνου γεγονέναι τὸν τόπον ἀσφαλῆ.
抑或很显然,在那个时刻你们甚至根本不会去听,哪怕是珀罗普斯的祖先(宙斯)本人向你们说话也是如此?那么,人究竟能找到何种救助,或者必须向哪位神灵祈求息怒呢?在奥林匹亚赛马场的正中央,有一座‘惊马者’波塞冬的祭坛,那里曾经最容易使马匹受惊、最常发生战车损毁之事。因此厄利斯人认为这是某种神灵作祟,便决意设立祭坛;据说自那以后,那地方便安然无恙了。
πολὺ δὴ μᾶλλον ἔγωγε ὑμῖν συμβουλεύω τὸν θεὸν τοῦτον ἐξιλάσασθαι καὶ βωμὸν ἱδρύσασθαι τὸν αὐτόν, μὰ Δίʼ οὐχ ὑπὲρ τῶν ἵππων, ἀλλʼ ὑπὲρ ὑμῶν αὐτῶν, ὅπως μὴ ταράττησθε μηδὲ ἐκπίπτητε τῆς τάξεως. μὴ γὰρ δαιμόνια πάντʼ ᾖ τὰ τοιαῦτα1 καὶ μείζονος δεόμενα ἀποτροπῆς. φασὶν ἀρχαίαν βασιλίδα ἐν Κρήτῃ τῶν Ἡλιαδῶν ἐρασθῆναι ταύρου, καὶ συγγενομένην χαλεπόν τι καὶ μέγα τεκεῖν τέρας. δέδοικα δὴ κἀγὼ τὸν ἱππικὸν τοῦτον ἔρωτα τῆς πόλεως, μή τι δυσχερὲς ὑμῖν καὶ ξένον ἐνέγκῃ τῷ χρόνῳ.
我倒要远远更加奉劝你们去平息这位神明的怒火,设立同一座祭坛——指着宙斯发誓,绝不是为了赛马,而是为了你们自己,免得你们陷入骚乱,丧失理智和本分。因为我担心这一切完全是由神力降下的祸祟,需要更重大的禳解法事。据说在克里特,赫利俄斯后裔中的一位古代王后(帕西淮)狂恋上一头公牛,与社交合后生下了一个可怕的巨大怪物。我也确实畏惧贵城对赛马的这股狂热,唯恐假以时日,它会给你们招致某种难以忍受的奇灾异祸。
Ἀθήνησι δὲ αὐτὸ τοῦτο τὸ ζῷον ἀγαπηθῆναι τὸ καὶ παρʼ ὑμῖν εὐδοκιμοῦν· καὶ νῦν ἐστιν ἐν τῇ πόλει τόπος οὕτω καλούμενος Ἵππου καὶ κόρης ἄβατον. ὁ γὰρ πατὴρ συγκαθεῖρξε τὴν παῖδα τῷ ἵππῳ, καί φασιν οὕτω διαφθαρῆναι τὴν κόρην.
而在雅典,深受你们推崇的恰恰也是这种动物为人所恋;时至今日,城中仍有一处地方被称为‘马与少女不可践踏之地’。因为做父亲的把女儿与马匹关在一起,据说这名少女便以这种方式丧了命。
σκοπεῖτε δὲ μὴ καὶ ὑμεῖς ὑπὸ τῆς τοιαύτης ἐπιθυμίας ἀπόλησθε.ποῖος γὰρ Ὅμηρος ἢ τίς ἀνθρώπων δύναται τὰ συμβαίνοντα εἰπεῖν; οὐ γὰρ οὕτως ἐκεῖνός φησι τὰ ἅρματα ταπεινὰ γίγνεσθαι μεταξὺ καὶ σφόδρα ὑψηλὰ κατὰ τὸν δρόμον, ὡς τὰς ὑμετέρας ψυχὰς ἰδεῖν ἔστι πασχούσας.2 φησὶ δʼ οὕτως, ἵνʼ ὑμῖν καὶ χαρίσωμαί τι μικρόν· "ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δʼ ἀΐξασκε μετήορα, τοὶ δʼ ἐλατῆρες ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου νίκης ἱεμένων, κέκλοντο δὲ οἷσιν ἕκαστος ἵπποις. "
所以你们要警惕,切勿因这等狂乱的欲望而走向灭亡。究竟有怎样的荷马,或者何等凡人,能够尽述眼下所发生的一切?那位诗人描写战车在奔驰中时而贴近地面、时而高高跃起,但即便如此,也绝比不上人们所见你们心灵所承受的剧烈颠簸。为了让你们稍微开心一下,他是这样说的: ‘战车时而贴近孕育万物的丰饶大地,时而又猛然腾跃至半空;御手们伫立在车厢上,个个渴望胜利而心房狂跳,每人都在对自己的马匹高声呼喝。’
ἐνταῦθα τοὺς μὲν ἡνιόχους πεποίηκεν ἀγωνιστὰς καὶ φιλοτιμουμένους, τοὺς δὲ θεατὰς καθʼ ἡσυχίαν θεωροῦντας, ὥσπερ καὶ προσῆκε. μόνον δʼ ἐπὶ τῷ τέλει φησὶν Αἴαντα τὸν Λοκρὸν ὁρᾶν ἀπρεπέστερον καὶ λοιδορεῖσθαι Ἰδομενεῖ περὶ τῶν ἵππων τῶν Εὐμήλου. οὗτος μέντοι ἐστὶν ὁ περὶ τὴν Ἀθηνᾶν αὖθις ἀσεβήσας ἁλισκομένης τῆς Τροίας, καὶ αὐτός τε διὰ τοῦτο κεραυνωθεὶς καὶ τοῦ χειμῶνος καὶ τῆς ναυαγίας τοῖς πᾶσιν αἴτιος γενόμενος. ὁ γὰρ ἐν τοιούτοις θρασὺς καὶ προπετὴς οὐδὲ τἄλλα εἶναι δύναται σώφρων, ὥσπερ καὶ εἶπον ἤδη.
在诗中,他将驭手描绘成奋勇争胜、竞逐荣誉之人,而将观众描绘为在一旁静心观战的人,理应如此。诗人只是提到,到了赛程终点,洛克里斯的埃阿斯观战颇失体统,就欧墨罗斯的马匹对伊多墨纽斯恶语相向。然而,正是此人后来在特洛伊陷落时亵渎了雅典娜,因此自身遭雷击毙命,更成为使全体希腊人遭遇风暴与海难的罪魁祸首。因为正如我刚才所言,在诸如此类事情上蛮横鲁莽之人,在其他事情上也绝不可能保持审慎理智。
τοῦτο μὲν οὖν τοιοῦτον παράδειγμα κακίας καὶ ἀνοίας ὅμοιος ἐκ τῶν τοιούτων ἀνθρώπων τοῖς παρʼ ὑμῖν3 ʽπλὴν ὅτι μάχεσθαί γε οὐδεὶς ἱκανός ἐστιν οὐδὲ ἀριστεύειν οὐδὲ αἱρεῖν πόλεις, ὡς ἐκεῖνοσʼ ὑμῶν δὲ οὐδεὶς ἐν τῇ θέᾳ καθέστηκεν, ἀλλὰ πολὺ μᾶλλον πέτεσθε τῶν ἵππων καὶ τῶν ἡνιόχων, καὶ γελοίως ἐλαύνετε καὶ ἡνιοχεῖτε καὶ διώκετε καὶ ἡγεῖσθε καὶ πίπτετε. τοιγαροῦν οὐ κακῶς τις παρεποίησε τῶν σαπρῶν τούτων ποιητῶν·
这就是从此类人物中挑出的一个罪恶与愚昧的实例,同你们当中的那些人颇为相似(只不过你们当中根本无人能像他那样英勇作战、建功立业或攻城略地罢了)。然而在观赛时,你们没有一个人能保持沉着,反而比马匹和驭者跳脱得更厉害,滑稽可笑地在那里策马、驾车、追赶、领跑、跌翻。正因如此,某位蹩脚诗人所作的戏拟倒也颇为贴切:
"ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δὲ θεαταὶ θώκοις ἐν σφετέροις οὔθʼ ἕστασαν οὔτε κάθηντο, χλωροὶ ὑπαὶ δείους πεφοβημένοι, οἱ δʼ ὑπὸ νίκης ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστοι. ἠΰτε περ κλαγγὴ γεράνων πέλει ἠὲ κολοιῶν, αἵτʼ ἐπεὶ οὖν ζῦθόν τʼ ἔπιον καὶ ἀθέσφατον οἶνον, κλαγγῇ ταί γε πέτονται ἀπὸ σταδίοιο κελεύθου."
‘战车时而贴近孕育万物的丰饶大地,时而又猛然腾跃至半空;而看台上的观众们既无法站立也无法端坐,面色惨白地陷入深深的恐惧,另一些人则因渴求胜利而彼此喧呼,人人高举双手向诸神大声祈告。恰如群鹤或寒鸦的嘈杂聒噪,在痛饮了啤酒和大量的葡萄酒之后,喧闹着扑棱着翅膀从竞技场的跑道上飞离。’
- 32.77μὴ γὰρ δαιμόνια πάντʼ ᾖ τὰ τοιαῦτα
独立句中 μή 搭配虚拟式(ᾖ)的用法,表示忧虑、委婉的揣测或警示(‘因为我担心这一切恐怕皆为神灵作祟’)。
- 32.79ὡς τὰς ὑμετέρας ψυχὰς ἰδεῖν ἔστι πασχούσας
在 οὐ γὰρ οὕτως... ὡς 的比较相关句中,非人称动词 ἔστι(表可能,‘能够’)统辖不定式 ἰδεῖν,而 ἰδεῖν 作为感官动词进一步支配宾格带分词结构(τὰς ὑμετέρας ψυχὰς ... πασχούσας),意为‘正如人们能够看到你们的心灵承受(剧烈震荡)那样’。
- 32.81τοῦτο μὲν οὖν τοιοῦτον παράδειγμα κακίας καὶ ἀνοίας ὅμοιος ἐκ τῶν τοιούτων ἀνθρώπων τοῖς παρʼ ὑμῖν
阳性主格 ὅμοιος 构成破格句(anacoluthon),在语义上回指埃阿斯这一典型(‘一个同你们当中的人相似的家伙’),而与前文的中性谓语短语 τοῦτο... παράδειγμα 并置。
