- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.71-32.75
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者回顾了亚历山大里亚人因轻率骚乱而招致罗马统治者戒备的愚行,并告诫道,在剧场和竞技场中沉湎于狂热等日常恶习,最终将无可避免地导向彻底的毁灭。
καὶ νῦν οὕτως ἐπιεικεῖς ἔχοντες ἡγεμόνας εἰς ὑποψίαν αὐτοὺς καθʼ ὑμῶν αὐτῶν ἠγάγετε, ὥστε ἐπιμελεστέρας χρῆναι φυλακῆς ᾠήθησαν ἢ πρότερον·1 καὶ τοῦτο εἴργασθε διʼ ἀγερωχίαν, οὐκ ἐπιβουλεύοντες. ὑμεῖς γὰρ ἂν ἀποσταίητέ τινος; πολεμήσαιτε δʼ ἂν ὑμεῖς μίαν ἡμέραν; οὐκ ἐν τῇ γενομένῃ ταραχῇ μέχρι σκωμμάτων ἐθρασύνοντο οἱ πολλοί, τινὲς δὲ ὀλίγοι βάλλοντες ὅ, τι ἔτυχον ἅπαξ ἢ δίς, ὥσπερ οἱ καταχέοντες τῶν παριόντων, κατέκειντο εὐθὺς ᾅδοντες, οἱ δʼ ἐπὶ τοὺς ὅρμους ᾔεσαν ὥσπερ ἐν ἑορτῇ πιούμενοι.
而如今,尽管你们拥有如此仁厚宽和的统治者,你们却让他们对你们自己产生了猜疑,以至于他们认为必须施行比以往更严密的戒备;而你们促成这种局面,乃是出于轻狂放肆,绝非出于蓄谋图谋。因为你们难道真能背叛谁吗?你们难道能打哪怕一天的仗吗?在之前发生的那场骚乱中,大多数人不就只是逞口舌之快、壮着胆子出言嘲弄而已吗?少数几个人随手扔了一两次手头抓到的东西,随后就像那些向过路人乱倒污物的人一样,立刻躺下唱起歌来,另一些人则跑到港口去,如同过节一般开怀畅饮。
καὶ μὴν ἐκεῖνο μέμνησθε τὸ γελοῖον ὡς ὁ βέλτιστος ὑμῖν Κόνων ἐχρήσατο προελθών, οὗ μάλιστα τὸ πλῆθος ὑμῶν συνειστήκει, καὶ δείξας τινὰ τόπον βραχὺν προηγόρευεν ὡς εἰ μὲν αὐτὸς ἐκεῖ προέλθοι, νενικηκὼς εἴη καὶ δέοι ὑμᾶς ἀπαλλάττεσθαι καθʼ αὑτοὺς καὶ παραχωρεῖν· εἰ δʼ ὑμεῖς, ἔφη, τέτταρα ἢ πέντε βήματα νικᾶτε, κἀγὼ βαδιοῦμαι· ταῦτα δὲ ἔλεγε, φειδόμενος ὑμῶν καὶ καταγελῶν καὶ καθάπερ παισὶ προσπαίζων.ἐπεὶ τὸ στράτευμα ἐφειστήκει κἀκεῖνος οὐδένα εἴα ἅπτεσθαι, γυμνοὺς ἅπαντας ὁρῶν καὶ ἑτοίμους ἀπόλλυσθαι. τί οὖν; ἐβιάσαντο μετὰ ταῦτα οἱ προπετεῖς καὶ ἀκόλαστοι καὶ ἐπίτηδες ἀνατρέψαι καὶ συγχέαι πάντα ἐπιβουλεύσαντες, καὶ οὐ πρότερον ὑμᾶς ἀνῆκαν ἕως ἐγεύσασθε πολέμου καὶ τὸ δεινὸν ἄχρι πείρας προῆλθεν.
你们想必还记得那件荒唐可笑的事,当那位杰出的科农走到你们聚众最密集的地方时,他是如何对待你们的。他指着一小块地方宣告道:如果他自己能进到那里,就算他获胜,而你们就必须自行散去让出地方;‘但如果你们,’他说,‘能推进四五步,我也会走开。’他说这些话,是在宽恕你们,嘲弄你们,如同同小孩子嬉戏一般。因为军队就列在后方,但他不准任何人动手,见你们全无武装,随时都会送命。可结果如何呢?随后,那些鲁莽放纵之人,那些蓄意图谋颠覆并扰乱一切的人强行挑起事端,直到让你们尝到了战争的滋味、让恐惧演变为亲身经历之前,他们绝不肯放过你们。
τί δὴ καὶ τούτων ἐπεμνήσθην; ὅπως εἰδῆτε τὰ φυόμενα ἐκ τῆς περὶ τὸν βίον ταύτης ἀταξίας. οὐ γὰρ ἔστι τοὺς οὕτως ἐπτοημένους περὶ τὰ μικρὰ καὶ μηδενὸς ἄξια, φαύλως καὶ ἀκρατῶς ἔχοντας ἐν τούτοις ἃ πράττουσι καθʼ ἡμέραν, τἄλλα σωφρονεῖν2 καὶ περὶ τῶν μειζόνων ὀρθῶς βουλεύεσθαι. ἡ γὰρ τῶν τρόπων κουφότης καὶ τὸ ἀλόγιστον οὐκ ἐᾷ μένειν ἐπὶ τοῖς ἐλάττοσιν οὐδʼ ἔχει μέτρον οὐδὲν ἡ ἄνοια τῶν ἁμαρτημάτων, ἀλλʼ ἐπὶ πᾶν ὁμοίως πρόεισι καὶ παντὸς ἅπτεται μετὰ τῆς ἴσης εὐχερείας.
我究竟为何要重提这些事?是为了让你们明白,正是从日常生活的这般混乱无序中滋生出了怎样的后果。因为那些对微不足道、全无价值的琐事如此神魂颠倒,在每日所为之事上表现得如此卑劣且毫无节制的人,绝不可能在其他事情上克制自持,也不可能在更重大的事务上作出正确的决断。因为性格的轻浮与缺乏理性绝不允许人止步于微小的过失,错误的愚妄没有任何分寸,反而会以同样的轻率蔓延至一切事物,染指所有的层面。
μὴ οὖν οἴεσθε περὶ μικρῶν εἶναι τὸν λόγον, ὅταν τις ὑμῖν διαλέγηται περὶ τῶν ἐν τοῖς θεάτροις θορύβων. οὐ γὰρ οὕτως ἡ πενία ταχὺ πέφυκε συμβαίνειν διὰ τὰς κατʼ ὀλίγον ζημίας, ὡς ἡ κακία πρόεισιν ἐκ τῶν κατὰ μέρος τούτων ἁμαρτημάτων καὶ τελευταῖον ἐπʼ αὐτὸ τὸ πέρας καὶ τὸν ὄλεθρον αὐξηθεῖσα ἤγαγεν. καὶ ταῦτα μὲν δὴ τὰ περὶ τὸ θέατρον. ἀλλʼ ὅταν εἰς τὸ στάδιον ἔλθητε, τίς ἂν εἰπεῖν δύναιτο τὰς ἐκεῖ κραυγὰς καὶ θόρυβον καὶ ἀγωνίαν καὶ σχημάτων μεταβολὰς καὶ χρωμάτων καὶ βλασφημίας οἵας καὶ ὅσας ἀφίετε; εἰ γὰρ μὴ τοὺς ἵππους ἑωρᾶτε ἁμιλλωμένους καὶ τούτους συνήθεις, αὐτοὶ δʼ ὑπὸ μαστίγων ἠλαύνεσθε τῶν ἐν ταῖς τραγῳδίαις, οὐκ ἂν οὕτως χαλεπῶς διέκεισθε.3
因此,每当有人同你们谈论剧场里的喧嚣骚乱时,绝不要以为这探讨的是微不足道的小事。因为贫困绝不会像败德从这些局部过失中滋长那般迅速地因琐碎的亏蚀而降临;恶习正是从这些点滴过失中滋生蔓延,最终酿成大祸,将人引向彻底的毁灭。剧场之事便已如此。而当你们来到竞技场时,又有谁能形容那里的呐喊、喧嚣、焦灼,以及姿态与面色的剧变,还有你们所吐露出的那数不胜数、何等不堪的谩骂?倘若你们不是在观看马匹竞逐——而且还是些司空见惯的赛马——而是你们自己正在遭受悲剧中所描绘的那些皮鞭的抽打,你们都不至于陷入如此狼狈的境地。
αὐτὸν γὰρ οἶμαι τὸν Ἰξίονα λῆρον ἀποφαίνετε τὸν ἐν τῷ τροχῷ παρὰ τοῖς ποιηταῖς ἐνδεδεμένον φέρε οὖν, εἰ μεταξὺ θεῶν τις ὑμῖν ἐπιστὰς εἴποι διατεινάμενος, "δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα." τί σφόδρα οὕτω κυκᾶσθε; τίς ἡ σπουδή; τίς ὁ ἀγών; οὐ γὰρ Πέλοψ ἐστὶν ὁ διώκων, οὐδʼ Οἰνόμαος οὐδὲ Μυρτίλος, ὁ μὲν δεύτερος ἀπὸ Διὸς γεγονώς, ὁ δὲ Ἑρμοῦ παῖς, οὐδὲ περὶ βασιλείας οὐδὲ γυναικὸς οὐδὲ θανάτου πρόκειται κρίσις, ἀλλʼ ἔστιν ὁ ἀγὼν ἀνδραπόδων ὑπὲρ τοῦ τυχόντος ἀργυρίου, νῦν μὲν ἡττωμένων, νῦν δὲ νικώντων, ἀεὶ τῶν αὐτῶν· εἰ λέγοι ταῦτα, τί ἐρεῖτε;
依我看,你们简直让诗人笔下那位被缚于轮盘之上的伊克西翁本人都显得像个笑话。那么试想,倘若在此时有一位神明降临在你们面前,高声对你们说道: ‘中邪的人啊,你们发疯了,甚至腹中都已无法容留饮食。 你们为何如此剧烈地躁动骚乱?这究竟是为何热衷?这是何等的较量?因为追逐的既不是珀罗普斯,也不是俄诺玛俄斯或弥耳提罗斯——他们一人是宙斯的后裔,另一人是赫耳墨斯之子——眼下的裁决既无关王位,无关女人,亦无关生死;这不过是一群奴隶为了区区银钱而展开的竞赛,他们时而落败,时而获胜,自始至终都是同一伙人。’若神明说出这番话,你们将何以作答?
- 32.71ὥστε ἐπιμελεστέρας χρῆναι φυλακῆς ᾠήθησαν ἢ πρότερον
由 ὥστε 引导的结果状语从句中,包含直陈式过去时动词 ᾠήθησαν(他们认为)与非人称动词不定式 χρῆναι(必须/需要)。语序上虽然 χρῆναι 位于前面,但在句法上是 ᾠήθησαν 的宾语不定式(即 ᾠήθησαν χρῆναι)。属格 ἐπιμελεστέρας φυλακῆς 由 χρῆναι 所支配,作表示匮乏或需要的属格。
- 32.72οὐ γὰρ ἔστι τοὺς οὕτως ἐπτοημένους ... τἄλλα σωφρονεῖν
带有否定词 οὐ 的 ἔστι 作非人称用法(等同于 ἔξεστι,意为‘不可能’),支配带逻辑主语的宾格不定式结构。宾格分词短语 τοὺς οὕτως ἐπτοημένους(如此神魂颠倒的人们)作不定式的逻辑主语,不定式 σωφρονεῖν(克制自持)与 βουλεύεσθαι(正确决断)为其主导动作。
- 32.74εἰ γὰρ μὴ τοὺς ἵππους ἑωρᾶτε ... οὐκ ἂν οὕτως χαλεπῶς διέκεισθε
此句为现在时反实虚拟条件句,条件从句使用未完成过去时直陈式(ἑωρᾶτε, ἠλαύνεσθε),主句使用 ἄν 加上未完成过去时直陈式(οὐκ ἂν ... διέκεισθε)。演说者借此作逆向讽刺性对比:即便他们不是在看寻常的马赛,而是自己亲身遭受悲剧中的皮鞭抽打,精神状态也不至于如此狼狈失态(而现实中他们仅因看赛马便已陷入癫狂)。
