← 金嘴狄翁

演说集

§32.65-32.70

斯巴达的严正与吹笛王沉溺乐音之鉴

演说者讲完了关于亚历山大里亚人狂热好乐之由来的讽刺寓言,将其与驱逐过分甜美乐人的质朴斯巴达人作对比,并重提吹笛王与其臣民当年因沉迷音乐与内讧而自毁城邦的历史教训,严厉斥责民众的堕落。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.65

χαλεπὸν οὖν ἤδη ἐστὶ τὸ λειπόμενον τοῦ λόγου, καὶ δέδοικα πρὸς ὑμᾶς σαφῶς αὐτὸ εἰπεῖν. ἔλεγε γὰρ ἐξ ἐκείνων γένος τι φῦναι Μακεδόνων, καὶ τοῦτο αὖθις ὕστερον μετὰ Ἀλεξάνδρου διαβὰν ἐνθάδε οἰκῆσαι. καὶ διὰ τοῦτο δὴ τὸν τῶν Ἀλεξανδρέων δῆμον ἄγεσθαι μὲν ὑπὸ ᾠδῆς, ὡς οὐδένας ἄλλους,1 κἂν ἀκούσωσι κιθάρας ὁποιασοῦν, ἐξεστάναι καὶ φρίττειν κατὰ μνήμην τὴν Ὀρφέως. εἶναι δὲ τῷ τρόπῳ κοῦφον καὶ ἀνόητον, ὡς ἐκ τοιούτου σπέρματος· ἐπεὶ τούς γε ἄλλους Μακεδόνας ἀνδρείους καὶ πολεμικοὺς γενέσθαι καὶ τὸ ἦθος βεβαίους.

现在,这则故事的余下部分已然令人不快,我甚至害怕向诸位直言。因为据他说,正是从那些动物中繁衍出了马其顿人的某一条血脉,而这支族群后来随亚历山大渡海迁徙定居于此。正因如此,亚历山大里亚的民众才比任何其他人都更容易被歌声所俘获,只要听到任何一种竖琴声,就会因追忆俄耳甫斯而神魂颠倒、战栗不已;而且他们的性情轻浮而愚钝,正如出自这般血统一样——尽管其他马其顿人是何等英勇善战、品格坚毅。

§32.66

ἔλεγε δὲ καὶ περὶ τῶν κιθαρῳδῶν τῶν παρʼ ὑμῖν ἕτερον τοιοῦτόν τινα λόγον. τὰ γὰρ ζῷα ἐν τῇ συνουσίᾳ τῇ πρὸς τὸν Ὀρφέα τὰ μὲν ἄλλα ἥδεσθαι μόνον καὶ ἐκπεπλῆχθαι, μιμεῖσθαι δὲ μηδὲν ἐπιχειρεῖν· τῶν κυνῶν δὲ ἐνίους, οἷα δὴ γένος ἀναιδὲς καὶ περίεργον ἐπιθέσθαι2 τῇ μουσικῇ, καὶ μελετᾶν τότʼ εὐθὺς ἀπιόντας καθʼ αὑτοὺς καὶ τὰ εἴδη μεταβαλόντας εἰς ἀνθρώπους διαφυλάττειν τὴν ἐπιμέλειαν. εἶναι δὲ τοῦτο αὐτὸ τὸ γένος τῶν κιθαρῳδῶν· διὸ μὴ δύνασθαι παντάπασιν ἐκβῆναι τὴν αὑτῶν φύσιν, ἀλλὰ μικρὸν μέν τι διασῴζειν τῆς Ὀρφέως διδασκαλίας, τὸ πολὺ δʼ αὐτοῖς ἐμμένειν κύνειον τοῦ μέλους. ταῦτα μὲν ἐκεῖνος ἔπαιζεν ὁ Φρύξ.

关于你们当中的琴歌艺人,他还讲过另一则类似的传闻。他说,在当年聚集在俄耳甫斯身旁的动物中,其余的仅仅感到愉悦和惊奇,并未试图加以模仿;然而某些狗——正如这种厚颜无耻且好事爱管闲事的物种一样——却扑向了音乐,随后立即独自离开去私下练习,即便在化为人形之后也仍旧保持着这股劲头。他说,这正是琴歌艺人这一行当的源头;因此他们绝无法彻底摆脱自身的本性,虽然勉强保留了俄耳甫斯教导的些许皮毛,但其旋律的主体却依然充满着狗的习气。那位弗里吉亚人当年便是这般开玩笑的。

§32.67

ἐγὼ δʼ ὑμῖν βούλομαι Λακεδαιμονίων ἔργον εἰπεῖν, ὡς ἐκεῖνοι προσηνέχθησαν ἀνδρὶ κιθαρῳδῷ θαυμαζομένῳ τότε ἐν τοῖς Ἕλλησιν. ὅτι γὰρ λίαν ἡδὺς ἐδόκει καὶ περιττὸς εἶναι, μὰ Δίʼ οὐκ ἐτίμησαν αὐτόν, ἀλλʼ ἀφείλοντο τὴν κιθάραν καὶ τὰς χορδὰς ἐξέτεμον, ἀπιέναι προειπόντες ἐκ τῆς πόλεως. ἐκεῖνοι μὲν οὖν τὸ πρᾶγμα οὕτως ὑφεωρῶντο, καὶ ἐφύλαττον τὰ ὦτα, ὡς ἂν μὴ διαφθαρῶσιν αἱ ἀκοαὶ μηδὲ τρυφερώτεραι γένωνται τοῦ δέοντος· ὑμεῖς δὲ οὕτως ἀγεννῶς δεδούλωσθε ὑπὸ τῆς τοιαύτης ἡδονῆς.

然而,我倒想向你们讲述一件斯巴达人的事迹,看看他们当年是如何对待一位名动希腊的琴歌艺人的。正因那人显得过于靡靡甜美、繁复靡费,以宙斯的名义起誓,他们非但没有尊崇他,反而夺走了他的竖琴并割断琴弦,下令命他离开城邦。由此可见,他们是何等警惕地看待此事,保护着自己的双耳,以免听觉受到败坏,或是变得过分娇弱;然而你们却如此卑劣地沦为了这等欢愉的奴隶。

§32.68

δι’ ὑμᾶς δὲ ἤδη μοι δοκεῖ τὸ πρᾶγμα καὶ τῶν ῥητόρων ἅπτεσθαι καὶ φιλοσόφων ἐνίων· μᾶλλον δὲ τοὺς ῥήτορας οὐδὲ γνῶναι ῥᾴδιον. ὡς γὰρ ὁρῶσι τὴν σπουδὴν ὑμῶν τὴν περὶ τοῦτο καὶ τὴν ἐπιθυμίαν, πάντες δὴ ᾅδουσι καὶ ῥήτορες καὶ σοφισταί, καὶ πάντα περαίνεται δι’ ᾠδῆς· ὥστʼ, εἴ τις παρίοι δικαστήριον, οὐκ ἂν γνοίη ῥᾳδίως πότερον ἔνδον πίνουσιν ἢ δικάζονται· κἂν σοφιστοῦ δὲ οἴκημα πλησίον ᾖ, οὐκ ἔσται γνῶναι τὴν διατριβήν. δοκεῖ δέ μοι, καὶ ἐν τῷ γυμνασίῳ προϊόντες ἤδη γυμνάσονται πρὸς μέλος καὶ τοὺς κάμνοντας ἰάσονται. περὶ γὰρ τῆς τέχνης καὶ νῦν ἡμῖν διαλέγονται ᾅδοντες.

依我看,由于你们的缘故,如今这股风气甚至已经波及了演说家和某些哲学家;或者更确切地说,人们甚至很难辨认出谁是演说家了。因为当他们看到你们对此的热衷与渴望时,所有的演说家和智者便都纷纷唱了起来,一切皆伴着歌声进行;以至于若有人路过法庭,都很难轻易分辨出里面是在饮宴作乐还是在审理案件;即便智者的学塾就在附近,也无法辨清那到底是何种研讨。在我看来,他们日后甚至会在体操馆里伴着旋律锻炼,甚至以此来医治伤病之人;因为就在眼下,他们便已经是唱着歌同我们探讨他们的技艺了。

§32.69

κινδυνεύει δʼ ὁ βίος σχεδὸν ἅπας γεγονέναι κῶμος εἷς, οὐχ ἡδὺς οὐδὲ πρᾷος, ἀλλʼ ἄγριος καὶ χαλεπός, ἅμα ὀρχουμένων, τερετιζόντων, μιαιφονούντων. οἱ δʼ οὖν Λακεδαιμόνιοι πλεῖστον ὅσον3 ὑμῶν διέφερον, περὶ ταῦτα, ὡς ἔφην, εὐλαβῶς ἔχοντες. οἱ μὲν γὰρ ἄρχειν ἦσαν ἱκανοί, καὶ τῶν μὲν Ἑλλήνων προέστησαν πολλὰ ἔτη, τοὺς δὲ βαρβάρους ἐνίκων ἀεὶ πάντας· ὑμεῖς δὲ οὐδὲ ἄρχεσθαι καλῶς ἐπίστασθε. τοιγαροῦν εἰ μὴ τῶν προεστηκότων ἐτύχετε, χαλεπῶς ἂν οἶμαι καὶ ἐσῴζεσθε. τεκμήριον δὲ τὰ τελευταῖα συμβάντα περὶ ὑμᾶς, ὅτε καθʼ αὑτοὺς ἦτε.

几乎整个人生都面临着沦为一场狂欢游行的危险——既不令人愉悦,也不温和,而是凶蛮而残酷,人们在同一时间跳舞、啁啾、杀戮。无论如何,斯巴达人与你们大相径庭,正如我所言,他们在此类事情上极为审慎。因为他们有能力行使统治,领导了希腊人许多年,并始终战胜所有的蛮族;而你们甚至连如何被好好统治都不懂得。因此,倘若你们没有遇上当今的统治者,我想诸位恐怕连保全自身都极其困难。证明这一点的,便是你们在自主掌权时最近所遭遇的变故。

§32.70

οὐχ ὁ μὲν βασιλεὺς ὑμῶν περὶ αὔλησιν ἠσχολεῖτο4 καὶ μόνῳ τούτῳ προσεῖχεν, ὑμεῖς δὲ πρὸς ἐκεῖνον μὲν ἀπεχθῶς, πρὸς ἀλλήλους δὲ στασιαστικῶς διέκεισθε, χωρὶς ἕκαστοι καὶ καθʼ αὑτοὺς διαφθείροντες τὰ πράγματα, Σιμάριστοι καὶ τοιαῦθʼ ἕτερα ἑταιρειῶν ὀνόματα· ὥστε φυγεῖν αὐτὸν ἠναγκάσατε καὶ μετὰ ταῦτα κατιέναι πολέμῳ καὶ διὰ Ῥωμαίων; καὶ τέλος ἐκεῖνος μὲν αὐλῶν, ὑμεῖς δὲ ὀρχούμενοι τὴν πόλιν ἀπωλέσατε.

难道你们的国王不曾沉湎于吹笛且唯独专心于此,而你们对他心怀敌意,彼此之间又结党内讧,各立派系破坏国事——自称为‘西马里斯图斯派’以及诸如此类的帮派名目?难道不是你们迫使他流亡,其后又经由战争并在罗马人的帮助下才得以复位?最终,他在吹笛,你们在起舞,你们就这样毁掉了整座城邦。

语法注4 条
  1. 32.65ὡς οὐδένας ἄλλους

    习惯性比较强调短语,意为“比任何其他人都更甚”。否定宾格 οὐδένας 与不定式从句的主格意义(宾格 τὸν τῶν Ἀλεξανδρέων δῆμον)相呼应,表达出一种绝对意义上的最高级语意。

  2. 32.66οἷα δὴ γένος ἀναιδὲς καὶ περίεργον ἐπιθέσθαι

    οἷα δή 是表原因或特性的副词性连接词,后接同位语短语 γένος ἀναιδὲς καὶ περίεργον,意为“正如其确为一种……的物种一样”。不定式 ἐπιθέσθαι 延续了由前文 ἔλεγε 所统辖的间接引语,搭配与格 τῇ μουσικῇ,意为“着手从事于/扑向音乐”。

  3. 32.69πλεῖστον ὅσον

    由中性最高级 πλεῖστον 搭配 ὅσον 构成的习语性副词短语,意为“极大程度地”或“无以复加地”。在此修饰动词 διέφερον,极力突显斯巴达人与亚历山大里亚人之间的巨大反差。

  4. 32.70οὐχ ὁ μὲν βασιλεὺς ὑμῶν περὶ αὔλησιν ἠσχολεῖτο

    否定词 οὐχ 引导贯穿整节的修辞性疑问句,强烈期待肯定的回答(“难道不是……吗?”)。通过 ὁ μὲν βασιλεὺς 与 ὑμεῖς δὲ 之间的鲜明对照,揭示了国王沉溺荒唐与民众叛乱内讧、最终引致亡邦(ἀπωλέσατε)的因果连锁。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.65-32.70