- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.7-32.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者将自己定位为神意赐予缺乏谏言者的亚历山大城的使者,抨击欺世盗名的伪犬儒派与迎合大众的哲学家,劝导民众倾听有益的直言。
ὑμῖν δὲ οὔτε χορός ἐστι τοιοῦτος οὔτε ποιητὴς οὔτε ἄλλος οὐδείς, ὃς ὑμῖν ὀνειδιεῖ μετʼ εὐνοίας καὶ φανερὰ ποιήσει τὰ τῆς πόλεως ἀρρωστήματα. τοιγαροῦν ὅταν ποτὲ φαίνηται τὸ πρᾶγμα, προθύμως δέχεσθαι δεῖ καὶ τότε νομίζειν ἑορτὴν ἄγειν, ἀλλὰ μὴ βαρύνεσθαι, κἂν ἄρα, δυσωπεῖσθαι ἐξειπεῖν,1 πηνίκα παύσεται; καὶ πότε εἴσεισι θαυματοποιὸς ἢ λῆρος ἢ τοιοῦτος ἕτερος; ἐκεῖνο μὲν γάρ, ὅπερ εἶπον, ἀεὶ ὑμῖν πάρεστι, καὶ οὐ δέος μήποτε ἐπιλίπῃ· τῶν δὲ τοιούτων λόγων, διʼ οὓς ἄνθρωποι εὐδαιμονοῦσι καὶ κρείττους καὶ σωφρονέστεροι γίγνονται καὶ βέλτιον οἰκεῖν δύνανται τὰς πόλεις, οὐ πολλάκις ἀκηκόατε· οὐ βούλομαι γὰρ εἰπεῖν, ἀνήκοοί ἐστε.
但你们既没有这样的歌队,也没有诗人,更没有其他任何人会怀着善意责备你们,并揭示城邦的弊疾。因此,一旦这种事情出现,就应当热切地接纳,并认为那时正是在过节,而不是感到厌烦,即便果真如此,也应当羞于说出:“他何时才会停止?何时魔术师、小丑或其他同类的人才会登台?”因为正如我所说,那些事物你们随时可见,绝无断绝之虞;而这类能使人获得幸福、变得更优秀且更具克制力、并能更好地治理城邦的言论,你们却不常听到——因为我不想说你们从未听过。
καὶ τοῦτο ἴσως οὐ διʼ ὑμᾶς· δηλώσετε δέ, ἂν ἀνάσχησθε τήμερον· ἀλλὰ μᾶλλον παρὰ τοὺς καλουμένους φιλοσόφους. οἱ μὲν γὰρ αὐτῶν ὅλως εἰς πλῆθος οὐκ ἴασιν οὐδὲ θέλουσι διακινδυνεύειν, ἀπεγνωκότες ἴσως τὸ βελτίους ἂν ποιῆσαι τοὺς πολλούς· οἱ δʼ ἐν τοῖς καλουμένοις ἀκροατηρίοις φωνασκοῦσιν, ἐνσπόνδους λαβόντες ἀκροατὰς καὶ χειροήθεις ἑαυτοῖς.
这或许并非因为你们的过错——如果你们今天能耐下心来,自会表明这一点——而更多是因为那些所谓的哲学家。因为他们当中的一些人根本不走向大众,也不愿冒任何风险,或许是断念于能使大众变得更好;而另一些人则在所谓的讲堂中练嗓,招揽那些与他们立下休战协议、驯服于他们的听众。
τῶν δὲ Κυνικῶν λεγομένων ἔστι μὲν ἐν τῇ πόλει πλῆθος οὐκ ὀλίγον, καὶ καθάπερ ἄλλου τινὸς πράγματος καὶ τούτου φορὰ γέγονε· νόθον μέντοι γε καὶ ἀγεννὲς ἀνθρώπων οὐθέν, ὡς εἰπεῖν, ἐπισταμένων, ἀλλὰ χρείων τροφῆς· οὗτοι δὲ ἔν τε τριόδοις καὶ στενωποῖς καὶ πυλῶσιν ἱερῶν ἀγείρουσι καὶ ἀπατῶσι παιδάρια καὶ ναύτας καὶ τοιοῦτον ὄχλον, σκώμματα καὶ πολλὴν σπερμολογίαν συνείροντες καὶ τὰς ἀγοραίους ταύτας ἀποκρίσεις. τοιγαροῦν ἀγαθὸν μὲν οὐδὲν ἐργάζονται, κακὸν δʼ ὡς οἷόν τε τὸ μέγιστον, καταγελᾶν ἐθίζοντες τοὺς ἀνοήτους τῶν φιλοσόφων, ὥσπερ ἂν παῖδάς τις ἐθίζοι διδασκάλων καταφρονεῖν, καὶ δέον ἐκκόπτειν τὴν ἀγερωχίαν αὐτῶν οἱ δʼ ἔτι αὔξουσιν.2
至于所谓的犬儒派,在城邦中人数绝不算少,正如同其他物产一样,这类人也产生了一大批;然而这是一群私生且卑贱的乌合之众,可以说一无所知,只是缺乏糊口的食物;他们在三岔路口、狭窄街巷和神殿门前乞讨,哄骗孩童、水夫以及这类的乌合之众,将嘲讽、大量琐屑的胡言以及市井粗鄙的对答串联在一起。因此,他们没有做成任何善事,反而造成了尽可能最大的害处,使愚蠢之人习惯于嘲笑哲学家,就像有人使孩童习惯于蔑视教师一样,本来应当遏制他们的傲慢,他们却反而使其进一步膨胀。
τῶν δὲ εἰς ὑμᾶς παρϊόντων ὡς πεπαιδευμένων οἱ μὲν ἐπιδεικτικοὺς λόγους καὶ τοὺς ἀμαθεῖς, οἱ δὲ ποιήματα συνθέντες ᾅδουσιν, ὡς πάνυ φιλῳδῶν ὑμῶν κατεγνωκότες. οὗτοι δʼ εἰ μέν εἰσι ποιηταὶ καὶ ῥήτορες, οὐδὲν ἴσως δεινόν· εἰ δʼ ὡς φιλόσοφοι ταῦτα πράττουσι κέρδους ἕνεκεν καὶ δόξης τῆς ἑαυτῶν, οὐ τῆς ὑμετέρας ὠφελείας, τοῦτο δʼ ἤδη δεινόν. ὅμοιον γὰρ ὥσπερ εἴ τις ἰατρὸς ἐπὶ κάμνοντας ἀνθρώπους εἰσιὼν τῆς μὲν σωτηρίας αὐτῶν καὶ τῆς θεραπείας ἀμελήσειε, στεφάνους δὲ καὶ ἑταίρας καὶ μύρον αὐτοῖς εἰσφέροι.
而在那些以受过教育者的身份来到你们面前的人中,有的朗诵炫耀性的以及无知的演说,有的则谱写诗歌并加以吟唱,认定你们是极度热爱歌唱之人。如果他们是诗人和修辞学家,这或许并无可怕之处;但如果他们以哲学家的身份,为了私利和自身的名声而非为了你们的益处而做这些事,这便确实可怕了。因为这就像一个医生去探视病人,却忽视他们的痊愈和治疗,反而给他们送来花环、交际花与香膏一样。
τινὲς δὲ ὀλίγοι παρρησίαν ἀγηόχασι πρὸς ὑμᾶς, καὶ ταύτην ἐνδεῶς, οὐδʼ ὡς ἐμπλῆσαι τὰς ἀκοὰς ὑμῶν οὐδʼ ὥστε διατελέσαι λέγοντες, ἀλλὰ ἓν ἢ δύο ῥήματα εἰπόντες, καὶ λοιδορήσαντες μᾶλλον ἢ διδάξαντες ὑμᾶς, κατὰ σπουδὴν ἀπίασιν, εὐλαβούμενοι μὴ μεταξὺ θορυβήσητε καὶ παραπέμψητε αὐτούς, ὥσπερ οἱ χειμῶνος ἀποτολμῶντες εἰς τὴν θάλατταν βραχύν τινα καὶ σύντομον πλοῦν. ἄνδρα δὲ λαβεῖν καθαρῶς καὶ ἀδόλως παρρησιαζόμενον, καὶ μήτε δόξης χάριν μήτʼ ἐπʼ ἀργυρίῳ προσποιούμενον, ἀλλʼ ἐπὶ εὐνοίᾳ καὶ κηδεμονίᾳ τῶν ἄλλων ἕτοιμον, εἰ δέοι, καὶ καταγελᾶσθαι, καὶ ἀταξίαν πλήθους ἐνεγκεῖν καὶ θόρυβον, οὐ ῥᾴδιον, ἀλλὰ καὶ πάνυ εὐτυχοῦς πόλεως,3 ἐν τοσαύτῃ σπάνει γενναίων καὶ ἐλευθέρων ἀνδρῶν, ἀφθονίᾳ δὲ κολάκων καὶ γοήτων καὶ σοφιστῶν.
少数人虽然曾向你们展现过直言,但也是残缺不全的,既未能填满你们的耳朵,也未能坚持讲下去,而是说了一两句话,与其说是教导你们不如说是辱骂了你们之后,便匆匆离去,提防着你们在此期间起哄并将他们驱逐,正如那些在冬季冒险出海进行短促航行的人一样。然而,要找到一个怀着纯洁与无诈之心直言不讳的人,既不为求名,也不为牟利而伪装,而是出于对他人的善意与关怀,在必要时甚至做好了被嘲笑、忍受大众的骚乱与喧嚣之准备,这是不容易的,反倒需要极度幸运的城邦才能拥有,在如此缺乏高尚与自由之士,而谄媚者、术士与智者又如此充斥的境况下。
ἐγὼ μὲν γὰρ οὐκ ἀπʼ ἐμαυτοῦ μοι δοκῶ προελέσθαι τοῦτο, ἀλλʼ ὑπὸ δαιμονίου τινὸς γνώμης. ὧν γὰρ οἱ θεοὶ προνοοῦσιν, ἐκείνοις παρασκευάζουσι καὶ συμβούλους ἀγαθοὺς αὐτομάτους καὶ λόγους ἐπιτηδείους καὶ ξυμφέροντας εἰρῆσθαι. καὶ τοῦτο ἥκιστα ὑμᾶς ἀπιστεῖν χρή, παρʼ οἷς μάλιστα μὲν τιμᾶται τὸ δαιμόνιον, μάλιστα δὲ αὐτὸ δείκνυσι τὴν αὑτοῦ δύναμιν καὶ μόνον οὐ καθʼ ἑκάστην ἡμέραν διά τε χρησμῶν καὶ διʼ ὀνειράτων. μὴ οὖν οἴεσθε κοιμωμένων μόνον ἐπιμελεῖσθαι τὸν θεόν, κατʼ ἰδίαν ἑκάστῳ μηνύοντα τὸ συμφέρον, ἐγρηγορότων δὲ ἀμελεῖν καὶ κοινῇ καὶ ἀθρόοις μηδὲν ἂν δεῖξαι τῶν χρησίμων.4 πολλάκις γὰρ ἤδη καὶ ὕπαρ ὤνησε καὶ μεθʼ ἡμέραν ἐναργῶς προεῖπεν.
至于我,我认为自己并非出于个人意愿选择走这一步,而是受了某种神意的驱使。因为神明所眷顾之人,他们也会为其预备自发的优秀谏言者,以及宜于讲述且有益的言论。而你们是最不应当对此心生怀疑的,因为在你们那里神力最受崇敬,神力本身也几乎每天通过神谕和梦境最充分地显现自身的威力。因此,不要以为神祇只照料沉睡之人、私下向每个人明示有益之事,却忽视清醒之人,并且在众人共同聚集时不会显示任何有益之物。因为神明早已多次在清醒时施予恩惠,并在白昼清晰地发出预告。
- 32.7κἂν ἄρα, δυσωπεῖσθαι ἐξειπεῖν
κἂν ἄρα 是省略条件的表达(καὶ ἐὰν ἄρα,“即使如此”),从前文 βαρύνεσθαι 承前省略了条件从句动词(“即便果真感到厌烦”)。不定词 δυσωπεῖσθαι 并非受否定词 μή 管辖,而是重新承接肯定的 δεῖ,意为“感到羞惭”或“顾忌”,此处支配不定词 ἐξειπεῖν,表示“应当羞于说出”接下来的质问。
- 32.9καὶ δέον ἐκκόπτειν τὴν ἀγερωχίαν αὐτῶν οἱ δʼ ἔτι αὔξουσιν
δέον 是无人称动词 δεῖ 的绝对宾格(accusative absolute),意为“本应当……”,构成表让步或对照的副词性分句。后半句主节中 οἱ δʼ 的 δέ 是主句接续连词(apodotic δέ),用以鲜明地强化“本应做之事”(δέον)与“实际所行之事”(ἔτι αὔξουσιν)之间的剧烈矛盾。
- 32.11ἀλλὰ καὶ πάνυ εὐτυχοῦς πόλεως
这是与前文 οὐ ῥᾴδιον [ἐστιν](并非易事)相对应、作表语用的所属属格(predicate genitive)。以句首的不定词短语 ἄνδρα δὲ λαβεῖν ... 为其逻辑主语,意为找到这样的人“属于极度幸运之城邦(之特权/特征)”。
- 32.12μηδὲν ἂν δεῖξαι τῶν χρησίμων
这是间接引语中不定过去时不定词 δεῖξαι 与 ἄν 连用的结构,受主句动词 μὴ οἴεσθε 管辖。它代表了直陈式过去时+ἄν(非真实条件)或祈愿语气+ἄν(潜在推测)的转述,表达假定或推测之意:“(不要以为神)绝不会向集会之人显示任何有益之事”。
