← 金嘴狄翁

演说集

§32.1-32.6

要求认真倾听与古雅典人承受批评的榜样

演说者呼吁听众暂停习惯性的嬉闹而认真倾听,借助阿波罗神谕中关于耳饰的典故加以讽喻,并以旧时雅典人能够承受戏剧直言批评的态度作为榜样。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.1

ἆρά γε βούλοισθʼ ἄν, ὦ ἄνδρες, σπουδάσαι χρόνον σμικρὸν καὶ προσέχειν; ἐπειδὴ παίζοντες ἀεὶ διατελεῖτε καὶ οὐ προσέχοντες καὶ παιδιᾶς μὲν καὶ ἡδονῆς καὶ γέλωτος, ὡς εἰπεῖν, οὐδέποτε ἀπορεῖτε· καὶ γὰρ αὐτοὶ γελοῖοί ἐστε καὶ ἡδεῖς καὶ διακόνους πολλοὺς τούτων ἔχετε· σπουδῆς δὲ ὑμῖν τὴν πᾶσαν ἔνδειαν ὁρῶ οὖσαν.

各位,你们是否愿意在短时间内严肃片刻并集中注意力?因为你们始终在戏谑并不专心,可以说从未缺乏过嬉戏、享乐与笑声;确实,你们自己既滑稽又风趣,并且拥有许多侍奉这些事物的人;但对于严肃认真,我却看到你们完全匮乏。

§32.2

καίτοι τινὲς ἐπαινοῦσιν ὑμᾶς ὡς σοφούς τε καὶ δεινούς, ὅτι τοσαῦται μυριάδες ἀνθρώπων ἅμα καὶ τὰ δέοντα ἐννοεῖτε καὶ ταχὺ φθέγγεσθε ὅ,τι ἂν ἐννοήσητε· ἐγὼ δὲ μᾶλλον ἂν ὑμᾶς ἐπῄνουν βραδὺ μέν φθεγγομένους, ἐγκρατῶς δὲ σιγῶντας, ὀρθῶς δὲ διανοουμένους, ὃ καὶ νῦν ποιήσατε, ἵνα κτήσησθε πρὸς ἐκείνῳ τῷ ἐπαίνῳ καινὸν ἕτερον μείζω τε καὶ σεμνότερον, ὅτι τοσοῦτοι ὄντες λόγων χρησίμων γενομένων ἅπαντες ἐσιωπήσατε, καὶ πρὸς τούτῳ ἐδείξατε ὅτι οὐ μόνον ἐστὲ ἱκανοὶ νοήσαντες εἰπεῖν, ἀλλὰ καὶ ἀκούσαντες νοῆσαι. χοροῦ μὲν γὰρ ἔπαινος τὸ ἅμα εἰπεῖν, μᾶλλον δὲ οὐδὲ τούτου· τί γάρ, ἂν κοινῇ πάντες ἀποτυγχάνωσι τοῦ μέλους;

然而,有人称赞你们既明智又机敏,因为数万之人竟能同时领会应当之事,并迅速吐露所思所想;但我宁愿称赞你们言语迟缓、克制地保持沉默、思想正确——你们现在就应当这样做,好让你们在那项称赞之外,再获得另一项更新、更伟大、更庄严的称赞:尽管人数如此众多,但在有益的话语发表时,所有人都能保持肃静,并且此外还表明,你们不仅能够思而后言,更能听而后思。因为对歌队而言,其美德在于同声齐发——或者甚至对歌队也不是如此,因为如果所有人一同走调,又有何益呢?

§32.3

δήμου δὲ τὸ καλῶς ἀκοῦσαι. νῦν μὲν γὰρ ἁμαρτάνετε τὸ Ἀθηναίων ποτὲ ἁμάρτημα. τοῦ γὰρ Ἀπόλλωνος εἰπόντος, εἰ θέλουσιν ἄνδρας ἀγαθοὺς ἐν τῇ πόλει γενέσθαι, τὸ κάλλιστον ἐμβάλλειν τοῖς ὠσὶ τῶν παίδων, οἱ δὲ τρήσαντες1 τὸ ἕτερον χρυσίον ἐνέβαλον, οὐ συνέντες τοῦ θεοῦ. τοῦτο μὲν γὰρ κόραις μᾶλλον ἔπρεπε καὶ παισὶ Λυδῶν ἢ Φρυγῶν· Ἑλλήνων δὲ παισί, καὶ ταῦτα θεοῦ προστάξαντος, οὐκ ἄλλο ἥρμοζεν ἢ παιδεία καὶ λόγος, ὧν οἱ τυχόντες εἰκότως ἄνδρες ἀγαθοὶ γίγνονται καὶ σωτῆρες τῶν πόλεων.

但对民众而言,其美德在于善于倾听。因为现在你们正在犯下雅典人曾经犯过的过错。当阿波罗说,如果他们希望城邦中出现贤人,就应将最美之物置于孩童的耳中时,他们却穿透一只耳朵塞进金饰,未能领会神祇的心意。因为这种饰物更适合少女以及吕底亚人或弗里吉亚人的孩童;而对于希腊人的孩童,特别是神祇下令之时,除了教化与言说之外别无他物更为相称,正是通过这些,得之者自然能成为贤人与城邦的拯救者。

§32.4

ἐκεῖνοι μὲν οὖν κακῶς ἐχρήσαντο τοῖς ὠσὶ τῶν παίδων, ὑμεῖς δὲ τοῖς αὑτῶν κάκιον. δήμου γάρ ἐστιν ἀκοὴ τὸ θέατρον· εἰς τοῦτο δὲ καλὸν μὲν ἢ τίμιον οὐδὲν ὑμῖν ἢ σπανίως ποτὲ εἰσέρχεται· κρουμάτων δὲ ἀεὶ μεστόν ἐστι καὶ θορύβου καὶ βωμολοχίας καὶ σκωμμάτων οὐδὲν ἐοικότων χρυσῷ. διὰ τοῦτο οὖν ὀρθῶς ἔφην ἀπορεῖν ὑμᾶς σπουδῆς. οὔτε γὰρ αὐτοὶ σπουδαῖοί ἐστε οὔτε οἱ ὑμέτεροι συνήθεις καὶ πολλάκις εἰς ὑμᾶς εἰσιόντες, "μῖμοί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι, ἵππων τʼ ὠκυπόδων ἐπιβήτορες, οἵ τε τάχιστα ἤγειραν μέγα νεῖκος ἀπαιδεύτοισι θεαταῖς, νηπιάχοις, ξυνὸν δὲ κακὸν πολέεσσι φέρουσιν. "

那些人滥用了孩童的耳朵,而你们滥用自己的耳朵则犹有过之。因为剧场乃是民众的耳朵;然而对你们而言,进入其中的美好或崇高之物若非全无也是寥寥无几;相反,它始终充斥着乐器的喧响、喧嚣、粗鄙的调笑以及绝不像黄金的嘲弄。因此,我理所当然地说你们缺乏严肃。因为既不是你们自己严肃,也不是你们的熟客以及经常来到你们面前的那些人严肃: “弄臣与舞者,最擅长踩踏节拍,以及驾驭疾足骏马的骑手,他们最迅速地在无知的、孩童般的观众中挑起巨大的纷争,并给大众带来共同的灾害。”

§32.5

τοῦτο γὰρ ἀεὶ ὁρᾶτε καὶ περὶ τοιαῦτά ἐστε, ἀφʼ ὧν νοῦν μὲν ἢ φρόνησιν ἢ δικαίαν διάθεσιν ἢ πρὸς θεοὺς εὐσέβειαν οὐκ ἔστι κτήσασθαι, ἔριν δὲ ἀμαθῆ καὶ φιλοτιμίαν ἄμετρον καὶ κενὴν λύπην καὶ χαρὰν ἀνόητον καὶ λοιδορίαν καὶ δαπάνην. λέγω δὲ ταῦτα οὐκ ἀποτρέπων οὐδὲ καταλύειν κελεύων τὰς τοιαύτας ψυχαγωγίας καὶ ἀπάτας τῆς πόλεως· μαινοίμην γὰρ ἄν· ἀλλʼ ἀξιῶν ὑμᾶς, ὥσπερ τούτοις ἑτοίμως καὶ συνεχῶς αὑτοὺς παρέχετε, οὕτω καὶ λόγου χρηστοῦ ποτε ἀκοῦσαι2 καὶ τὴν ἐπὶ τῷ συμφέροντι δέξασθαι παρρησίαν·

因为这正是你们始终注视并投身其中的事物,从中不可能获得理智、审慎、正义的心性或对神灵的敬虔,而只能获得愚昧的纷争、无度的野心、空虚的悲伤、愚妄的欢愉、谩骂与挥霍。我说这些话,并非要劝阻你们,亦非命令你们取缔城邦的此类娱乐与诱惑——否则我便是发疯了——而是要求你们,正如你们欣然且持续地将自己交付给这些事物一样,同样也应在某个时刻聆听有益的话语,并接纳为了你们利益的直言。

§32.6

ἐπεὶ καὶ τοὺς Ἀθηναίους, ὧν μικρῷ πρότερον ἐμνήσθην, οὐ πάντως εὑρήσομεν ἁμαρτάνοντας· ἀλλὰ τοῦτό γε ἐκεῖνοι καὶ πάνυ καλῶς ἐποίουν, ὅτι τοῖς ποιηταῖς ἐπέτρεπον μὴ μόνον τοὺς κατʼ ἄνδρα ἐλέγχειν, ἀλλὰ καὶ κοινῇ τὴν πόλιν, εἴ τι μὴ καλῶς ἔπραττον· ὥστε σὺν πολλοῖς ἑτέροις καὶ τοιαῦτα ἐν ταῖς κωμῳδίαις λέγεσθαι· "δῆμος πυκνίτης, δύσκολον γερόντιον, ὑπόκωφον, "καὶ "τί δʼ ἔστʼ Ἀθηναίοισι πρᾶγμʼ ἀπώμοτον;" καὶ ταῦτα ἤκουον ἑορτάζοντες καὶ δημοκρατούμενοι, καὶ οὐ μόνον τῶν σφετέρων πολιτῶν, εἴ τινα ἤθελον πρὸς ὀργὴν ἀπολέσαι τῶν ταῦτα λεγόντων, κύριοι καθεστηκότες, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων ἄρχοντες, καὶ ἐξὸν αὐτοῖς, εἰ ἐβούλοντο, μηδὲν ἀηδὲς ἀκούειν.3

因为我们会发现,即使我刚才提及的雅典人,也绝非事事皆错;相反,至少在这一方面他们做得极为出色:他们允许诗人们不仅揭露个别之人,而且在城邦有所不善时在公共层面上予以揭露;以至于在喜剧中同许多其他话语一道,还说了这样的话: “普纽克斯山的民众啊,脾气古怪的小老头,耳朵还半聋,”以及: “对雅典人而言,又有何事是发誓绝不为之的?” 而他们一边过节并实行民主政体,一边倾听这些话语;他们不仅在有权随怒意处置那些说出此类话语的同邦公民时如此,甚至在统治其余希腊人时亦是如此,而且他们本来完全可以做到——只要他们愿意——不去听取任何逆耳之言。

语法注3 条
  1. 32.2τοῦ γὰρ Ἀπόλλωνος εἰπόντος... οἱ δὲ τρήσαντες

    属格独立结构(τοῦ γὰρ Ἀπόλλωνος εἰπόντος)之后接续带有连接词 δέ 的主格分词短语(οἱ δὲ τρήσαντες... ἐνέβαλον),构成句法破格(anacoluthon)。句中的主格 οἱ δέ 在语境上承接指代雅典人。

  2. 32.5ἀξιῶν ὑμᾶς, ὥσπερ τούτοις ἑτοίμως καὶ συνεχῶς αὑτοὺς παρέχετε, οὕτω καὶ λόγου χρηστοῦ ποτε ἀκοῦσαι

    分词 ἀξιῶν 支配“宾格加不定式”结构(ἀξιῶν ὑμᾶς... ἀκοῦσαι καὶ... δέξασθαι),其间插入了 ὥσπερ... οὕτω(如同……同样也……)的相关比较从句。

  3. 32.6καὶ ἐξὸν αὐτοῖς, εἰ ἐβούλοντο, μηδὲν ἀηδὲς ἀκούειν

    由无人称动词 ἔξεστι 的中性宾格分词构成的宾格独立结构(ἐξόν)。在意义上与前文的主格分词短语(κύριοι καθεστηκότες, ἄρχοντες)并列,表达让步语境:“尽管他们本可以不听任何逆耳之言”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.1-32.6