← 金嘴狄翁

演说集

§32.13-32.18

阿庇斯神谕与作为治病良药的哲学教导

演说者以孟菲斯的阿庇斯神谕为例,论证一切有益的指引与哲学言论皆源于神意。他指出教养与言论是抵御人生灾祸的唯一良药,并主张统治者施刑应当宽和,而哲学家施教则必须尖锐且不留情面。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.13

ἴστε δήπου τὰς τοῦ Ἄπιδος φήμας ἐνθάδε ἐν Μέμφει πλησίον ὑμῶν, ὅτι παῖδες ἀπαγγέλλουσι παίζοντες τὸ δοκοῦν τῷ θεῷ, καὶ τοῦτο ἀψευδὲς πέφηνεν. ὁ δὲ ὑμέτερος θεὸς οἶμαι, τελειότερος ὤν, δι’ ἀνδρῶν ὑμᾶς καὶ μετὰ σπουδῆς βούλεται ὠφελεῖν, οὐ δι’ ὀλίγων ῥημάτων, ἀλλʼ ἰσχυρᾷ καὶ πλήρει κληδόνι καὶ λόγῳ σαφεῖ, διδάσκοντι περὶ τῶν ἀναγκαιοτάτων, ἂν ὑπομένητε, μετὰ γνώμης καὶ πειθοῦς.

关于你们附近的孟菲斯这里的阿庇斯预兆,想必你们是知晓的:孩童们在玩耍中传达神明的心意,而这已被证明是准确无误的。然而我认为,你们的神由于更加完美,愿通过成年男子并怀着热忱来使你们获益,不是通过只言片语,而是通过强有力且完备的征兆,以及阐明最切要之事的清晰言论——只要你们愿意忍耐——并带着深思与说服来进行。

§32.14

καὶ πρῶτόν γε ἁπάντων, ἵνα, ὅθενπερ ἐχρῆν, ἐγγύθεν ἄρξωμαι, τοῦτο πείσθητε βεβαίως, ὅτι τὰ συμβαίνοντα τοῖς ἀνθρώποις ἐπʼ ἀγαθῷ πάνθʼ ὁμοίως ἐστὶ δαιμόνια,κἂν πλέων τις ἐμπείρου τύχῃ κυβερνήτου κἂν ἔθνος ἢ πόλις χρηστῶν ἡγεμόνων, κἂν ἰατρὸς ἐν καιρῷ παραγένηται τῷ κάμνοντι, καὶ τοῦτον ἡγεῖσθαι χρὴ βοηθὸν ἥκειν παρὰ θεοῦ, κἂν λόγων τις ἀκούσῃ φρονίμων, ἐκεῖθεν ἐπιπεμφθῆναι.1

首先,为了能从理当开始的切近之处着手,请你们笃信这一点:凡是出于善的目的降临于人类的一切事物,同样都源自神意;无论航行者遇到经验丰富的舵手,或是部族或城邦遇到贤良的统治者,又或医生在关键时刻来到病患身边——人们应当认为他也是作为神所派来的相助者而到来——抑或有人听到明智的言论,也当认为那是从彼处遣送而来的。

§32.15

καθόλου γὰρ οὐδὲν εὔδαιμον οὐδʼ ὠφέλιμον, ὃ μὴ κατὰ γνώμην καὶ δύναμιν τῶν θεῶν ἀφικνεῖται πρὸς ἡμᾶς, ἀλλὰ πανταχῇ πάντων ἀγαθῶν αὐτοὶ κρατοῦσι καὶ διανέμουσι δαψιλῶς τοῖς ἐθέλουσι δέχεσθαι· τὰ κακὰ δὲ ἀλλαχόθεν, ὡς ἐξ ἑτέρας τινὸς πηγῆς ἔρχεται πλησίον οὔσης παρʼ ἡμῖν, ὥσπερ ἐπὶ τοῦδε τοῦ ὕδατος τὸ μὲν σῷζον καὶ τρέφον καὶ γόνιμον ὄντως ἄνωθέν ποθεν ἐκ δαιμονίου τινὸς πηγῆς κάτεισι, τοὺς ῥυπαροὺς δὲ ὀχετοὺς καὶ δυσώδεις αὐτοὶ ποιοῦμεν καὶ ἀφʼ ἡμῶν οὗτοι ἵστανται. διὰ γὰρ ἀνθρώπων ἄνοιαν καὶ τρυφὴν καὶ φιλοτιμίαν δυσχερὴς ὁ βίος καὶ μεστὸς ἀπάτης, πονηρίας, λύπης, μυρίων ἄλλων κακῶν.

因为总括而言,若非顺应神明的旨意与力量,没有任何幸福或有益的事物会来到我们身边,反之,他们在各处掌管着一切善物,并慷慨地分发给愿意接纳的人。然而恶事却来自别处,仿佛源于紧靠在我们身旁的另一处泉源;正如同这流水一样,那维系生命、滋养万物并真正使之丰饶的部分,确实是从上方某处神圣的泉源流淌而下,而污秽发臭的沟渠则是我们亲手建造,且由我们自身所产生的。正是由于人类的愚妄、奢靡与虚荣,生活才变得艰难,并充斥着欺瞒、奸恶、悲痛与无数的其他灾祸。

§32.16

τούτων δὲ ἓν ἴαμα καὶ φάρμακον ἐποίησαν οἱ θεοὶ παιδείαν καὶ λόγον, ᾧ διὰ βίου μέν τις χρώμενος καὶ συνεχῶς ἦλθέ ποτε πρὸς τέλος ὑγιὲς καὶ εὔδαιμον· οἱ δὲ σπανίως καὶ διὰ χρόνου ποτὲ περιτυχόντες "ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε τεθνᾶσιν·2" ὅμως δὲ ἤδη ποτὲ ἐξαισίων δεινῶν ἐπικειμένων αὐτοῖς ἀπετράπησαν. οἱ δὲ διὰ παντὸς ἄπειροι τοῦ φαρμάκου τούτου καὶ μηδέποτε σωφρονοῦντι λόγῳ τὰς ἀκοὰς ὑπέχοντες ὁλοκλήρως ἄθλιοι μηδεμίαν σκέπην μηδὲ προβολὴν ἔχοντες ἀπὸ τῶν παθῶν, "ἀλλʼ ἐν ἀκαλύπτῳ καὶ ταλαιπώρῳ βίῳ χειμαζόμενοι, "καθάπερ σκάφει σαθρῷ καὶ λελυμένῳ πάντων ἐν ἀγνώμονι γνώμῃ καὶ πονηρίᾳ.

针对这些,神明将教养与言论造作了唯一的解救与药物。凡在终生中始终如一地运用它的人,必能达到健全而幸福的终局;而那些罕有且时隔许久才得以逢遇它的人,“有时隔日生存,有时复又归于死亡”;但即便如此,每当反常的可怖灾难迫近他们时,他们也曾得以避开。然而,那些终生未曾体验过这种药物、从未向节制之言倾耳听从的人,则是彻底悲惨的,对受难毫无遮蔽与防备,“而是在无遮蔽且艰辛的生活中饱受风暴侵袭”,如同乘在一艘朽烂破损的小船上,所有人都陷于盲目愚顽与邪恶之中。

§32.17

συμβαίνει δὲ τοὺς κακίστους καὶ ἀτυχεστάτους ὡς πορρωτάτω φεύγειν ἀπὸ τοῦ λόγου καὶ μὴ ἐθέλειν ἀκούειν, μηδʼ ἂν βιάζηταί τις, ὥσπερ οἶμαι καὶ τῶν ἑλκῶν τὰ δυσχερῆ λίαν οὐκ ἐᾷ προσάψασθαι, καὶ τοῦτο αὐτὸ σημεῖόν ἐστι τοῦ πάνυ πονήρως αὐτὰ ἔχειν. οἱ δὲ τοιοῦτοι παρʼ ἑτέρους ἴασιν ἰατροὺς οὐχ ἑκόντες ἰσχυροτέρους. διττὴ γὰρ θεραπεία κακίας καὶ πρόνοια, καθάπερ τῶν ἄλλων νόσων· ἡ μὲν ἐοικυῖα διαίτῃ καὶ φαρμάκοις, ἡ δὲ καύσει καὶ τομῇ, προσήκουσα μᾶλλον ἄρχουσι καὶ νόμοις καὶ δικασταῖς, οἳ τὸ περιττὸν δὴ καὶ ἀνίατον ἐξαιροῦσι. βελτίους δέ εἰσιν οἱ μὴ ῥᾳδίως αὐτὸ πράττοντες.

事实往往是,最邪恶与最不幸的人总是尽可能远离言论,不愿倾听,即便有人强迫他们亦是如此——正如我认为那些过于严重的溃疡绝不容许触碰,而这本身正是它们病情极度恶化的征兆。然而这样的人违背己愿,去往另一类更为严厉的医生那里。因为对邪恶的治疗与照管犹如对其他疾病一样,具有双重方式:一种类似于饮食调养与药物,另一种则类似于灼烧与手术,后者更适于统治者、法律与审判官,他们切除真正多余且不可救药之物。而那些不轻率施行此道的人,才是更为优秀者。

§32.18

τὴν δὲ ἑτέραν ἐπιμέλειαν ἔργον εἶναί φημι τῶν δυναμένων διὰ πειθοῦς καὶ λόγου ψυχὰς πραΰνειν καὶ μαλάττειν. οὗτοι δὲ σωτῆρές εἰσι καὶ φύλακες τῶν οἵων τε σώζεσθαι, πρὶν ἐλθεῖν εἰς τέλος τὴν πονηρίαν εἴργοντες καὶ κατέχοντες. δεῖ μὲν οὖν ἑκατέρων ταῖς πόλεσι, πολὺ δὲ ἐπιεικεστέρων τῶν ἐν ταῖς ἐξουσίαις.3 κολάζειν μὲν γὰρ προσήκει φειδόμενον,διδάσκειν δὲ μὴ φειδόμενον· καὶ χρηστοῦ μέν ἐστιν ἡγεμόνος συγγνώμη, φιλοσόφου δὲ κακοῦ μὴ πικρὸν εἶναι.4 τὸ μὲν γὰρ τῆς τιμωρίας σκληρὸν ἀπόλλυσι, τὸ δὲ τοῦ λόγου πικρὸν σῴζειν πέφυκε.

至于另一种照管,我主张乃是那些能凭借说服与言论来抚慰并软化心灵之人的职责。这些人是那些尚可得救之人的救星与守卫者,在奸恶走向不可收拾的终局之前予以阻拦和遏制。因此城邦固然需要两者,但在掌权之人身上,却应当展现出远为更多的宽和。因为惩罚宜于留有余地,教导却不宜留有余地;宽恕属于优秀的统治者,而不带刺痛则属于拙劣的哲学家。因为刑罚的残酷会毁灭人,而言论的尖锐刺痛按其本性却能拯救人。

语法注4 条
  1. 32.14κἂν λόγων τις ἀκούσῃ φρονίμων, ἐκεῖθεν ἐπιπεμφθῆναι

    承接前句的“κἂν ἰατρὸς ... καὶ τοῦτον ἡγεῖσθαι χρὴ βοηθὸν ἥκειν παρὰ θεοῦ”结构。在句法上,不定式 ἐπιπεμφθῆναι 依附于省略重述的 χρὴ (ἡγεῖσθαι),其逻辑主语为隐含的 λόγους φρονίμους(“若有人听闻明智之言,[亦当认为]那些话语乃是从彼处遣送而来的”)。

  2. 32.16ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε τεθνᾶσιν

    引用自史诗(见《奥德赛》卷11第303行等)描述卡斯托耳与波吕丢刻斯(狄俄斯库里兄弟)隔日生死交替的固定诗句。此处借用来比喻那些只是偶尔接触哲学教化之人,在理智的存活与迷惘的死亡之间来回摇摆的不稳定生存状态。

  3. 32.18πολὺ δὲ ἐπιεικεστέρων τῶν ἐν ταῖς ἐξουσίαις

    承接前文的“δεῖ μὲν οὖν ἑκατέρων ταῖς πόλεσι”,此处承前省略了支配属格的动词“δεῖ”(需要……);“τῶν ἐν ταῖς ἐξουσίαις”(掌权者)作“δεῖ”的属格宾语,比较级属格“ἐπιεικεστέρων”作与之格一致的表语性形容词,意即“掌权之人更应当展现出远为更多的宽和”。后文紧接着对比“施刑者应当留有余地,教导者则不宜留有余地”,印证了这一解构。

  4. 32.18φιλοσόφου δὲ κακοῦ μὴ πικρὸν εἶναι

    此句与前句“χρηστοῦ μέν ἐστιν ἡγεμόνος συγγνώμη”形成平行的表征属性属格结构。句中省略了系动词“ἐστι”,补全后为“φιλοσόφου δὲ κακοῦ [ἐστι] μὴ πικρὸν εἶναι”,意为“不带刺痛(即说话留情、阿谀奉承)乃是拙劣哲学家的特征”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.13-32.18