- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.60-32.64
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者斥责亚历山大人对音乐的狂热沉迷,敦促他们效仿当今皇帝的理性而非尼禄的恶习。他痛斥当代乐人败坏传统并使听众粗野化,随后引出一则关于受俄耳甫斯吸引的动物被变为人形的寓言故事。
ἆρά γε μή1 Λακεδαιμονίους μιμεῖσθε; φασὶ γοῦν αὐτοὺς τὸ ἀρχαῖον πρὸς αὐλὸν πολεμεῖν· ὑμεῖς δὲ πρὸς κιθάραν αὐτὸ δρᾶτε. ἢ βούλεσθε, ἐπειδὴ τοῖς βασιλεῦσι τοὺς δήμους κἀγὼ παρέβαλον, Νέρωνι φαίνεσθαι τὴν αὐτὴν ἔχοντες νόσον; ἀλλʼ οὐδʼ ἐκεῖνον ὤνησεν ἡ λίαν ἐμπειρία περὶ τοῦτο καὶ σπουδή. καὶ πόσῳ κρεῖττον μιμεῖσθαι τὸν νῦν ἄρχοντα παιδείᾳ καὶ λόγῳ προσέχοντα; οὐκ ἀποθήσεσθε τὴν αἰσχρὰν ταύτην καὶ ἄμετρον φιλοτιμίαν; οὐ φυλάξεσθε τοὺς ἄλλους σκώπτοντες2 καὶ ταῦτα ἐν ἀνθρώποις, εἰ θεμιτὸν εἰπεῖν, οὐδὲν μέγα οὐδὲ θαυμαστὸν ἔχουσιν;
莫非你们是在模仿斯巴达人?据说古时他们确实是伴着笛声作战的;而你们却是伴着竖琴声做这种事。或者难道你们希望——既然我也刚刚将平民比作君王——显得与尼禄患有同一种病症?然而即便对他而言,在此事上过度的精熟与狂热也未曾带来任何益处。效仿当今那位致力于文化与理性的统治者,难道不更加高明得多吗?你们难道不肯摒弃这种可耻而无节制的虚荣争胜吗?你们生活在这些——如果可以说真话的话——并无任何伟大或可钦佩之处的人们之中,难道不该克制自己不再去嘲弄他人吗?
εἰ γὰρ Ἰσμηνίας ηὔλει παρʼ ὑμῖν ἢ Τιμόθεος ᾖδεν ὁ παλαιὸς ἢ Ἀρίων, ὑφʼ οὗ λέγουσιν ᾅδοντος ἐν τῷ πελάγει τοὺς δελφῖνας ἀφικέσθαι πρὸς τὴν ναῦν, καὶ μετὰ ταῦτα ἐκπεσόντα αὐτὸν κατὰ τύχην τινὰ ἀναλαβεῖν καὶ σῶσαι,3 πῶς ἂν διέκεισθε; τούτων μὲν γάρ ἐστιν οὐδεὶς Ἀμφίων οὐδὲ Ὀρφεύς· ὁ μὲν γὰρ υἱὸς ἦν Μούσης, οἱ δὲ ἐκ τῆς Ἀμουσίας αὐτῆς γεγόνασι· διαθρύψαντες γὰρ καὶ κατάξαντες τὸ σεμνὸν τοῦ μέλους καὶ πάντα τρόπον λωβησάμενοι τὴν ἀρχαίαν μουσικήν —
因为,假若是伊斯墨尼亚斯在你们当中吹笛,或是古昔的提摩太乌斯,或是阿里翁在歌唱——据说当阿里翁在海上歌唱时,海豚纷纷聚拢到船边,其后当他坠海时,海豚由于某种机缘将他托起并救下——那你们又会陷入何等境地?因为现在的这些人中没有一个是安菲翁或俄耳甫斯。后者乃是缪斯之子,而他们却脱胎于“粗鄙无文”本身;因为他们败坏并瓦解了旋律的庄严,以各种方式摧残了古老的音乐——
τίς γὰρ αὐτῶν ᾠδὴν τέλειον ἢ γενναῖον ῥυθμὸν οἷός τε εἰπεῖν; — ἀλλὰ ᾅσματα γυναικῶν καὶ κρούματα ὀρχηστῶν καὶ παροινίας τερετισμάτων ὥσπερ κακοὶ καὶ περίεργοι μάγειροι συντρίψαντες ἰδιώτας καὶ λίχνους ἀκροατὰς κινοῦσιν. τοιγαροῦν οὐκ ἀπὸ κύκνων οὐδὲ ἀηδόνων ὁ ζῆλος αὐτῶν ὠνόμασται παρʼ ὑμῖν αὐτοῖς, ἀλλʼ, ὡς ἔοικε, κνυζηθμοῖς καὶ ὑλαγμοῖς εἰκάζετε. καίτοι φιλοσόφους μὲν ᾔδειν οὕτως καλουμένους, κιθαρῳδοὶ δὲ Κυνικοὶ παρὰ μόνοις ὑμῖν γεγόνασιν. ὁ μὲν οὖν Ἀμφίων πρὸς τὸ μέλος, ὥς φασιν, ἤγειρε καὶ ἐπύργου τὴν πόλιν· οὗτοι δὲ ἀνατρέπουσι καὶ καταλύουσιν. καὶ μὴν ὅ γε Ὀρφεὺς τὰ θηρία ἡμέρου καὶ μουσικὰ ἐποίει διὰ τῆς ᾠδῆς· οὗτοι δὲ ὑμᾶς, ἀνθρώπους ὄντας, ἀγρίους πεποιήκασι καὶ ἀπαιδεύτους.
他们当中有谁能够唱出一支完美的歌或庄重的节律呢?——反倒像拙劣且喜好奇技淫巧的厨子一样,将妇女的歌声、舞者的节拍和醉酒般的啁啾乱调捣碎混杂,煽动着无知而贪婪的听众。因此,即便在你们自己当中,对他们的狂热也并非以天鹅或夜莺命名,而是正如所见,被你们比作犬类的呜咽与吠叫。我固然知道哲学家有被称为犬儒的,但犬儒般的琴歌艺人却唯独出在你们这里。安菲翁如人们所说,伴着旋律筑起并固卫了城邦;而这些人却在颠覆并瓦解城邦。再者,俄耳甫斯借由歌声驯化了野兽并使之通晓音律;这些人却使身为人类的你们变得粗野蛮荒且缺乏教养。
ἔχω δὲ καὶ ἄλλον εἰπεῖν λόγον ἀνθρώπου Φρυγὸς ἀκούσας, Αἰσώπου συγγενοῦς, δεῦρο ἐπιδημήσαντος, ὃν εἰς Ὀρφέα καὶ ὑμᾶς ἔλεγεν. ἔστι δὲ τῶν ὑμετέρων σκωμμάτων ἀτοπώτερος καὶ μακρότερος. σκοπεῖτε οὖν, εἰ βούλεσθε ἀκοῦσαι, καὶ μὴ δυσχεράνητε. ἔφη τοίνυν ἐκεῖνος περί τε Θρᾴκην καὶ Μακεδονίαν τὸν Ὀρφέα μελῳδεῖν, καθάπερ εἴρηται, κἀκεῖ τὰ ζῷα προσιέναι αὐτῷ, πολύ τι πλῆθος οἶμαι πάντων θηρίων.
此外,我还可以讲述另一段故事,是我从一位客居此地的弗里吉亚人那里听来的,他是伊索的同族,曾就俄耳甫斯和你们讲过这则故事。这故事比你们的笑话更离奇,也更冗长。所以请诸位斟酌是否愿意倾听,切勿心生不悦。据他说,俄耳甫斯当时正如传闻所言,在色雷斯和马其顿一带歌唱,那里的动物纷纷向他走来,我想那是所有种类野兽的庞大群体。
πλεῖστα δὲ ἐν αὐτοῖς εἶναι τούς τε ὄρνιθας καὶ τὰ πρόβατα. τοὺς μὲν γὰρ λέοντας καὶ τὰ τοιαῦτα διὰ τὴν ἀλκὴν καὶ τὴν ἀγριότητα δυσπιστότερα εἶναι, καὶ τὰ μὲν οὐδʼ ὅλως πελάζειν, τὰ δʼ εὐθὺς ἀποχωρεῖν, οὐχ ἡδόμενα τῷ μέλει. τὰ δὲ πτηνὰ καὶ τὰ πρόβατα μᾶλλόν τε προσιέναι καὶ μηκέτʼ ἀπαλλάττεσθαι· τὰ μὲν οἶμαι διὰ τὸ εὔηθες καὶ τὴν φιλανθρωπίαν, τῶν δὲ ὀρνίθων μουσικὸν δήπου τὸ γένος αὐτὸ καὶ φιλῳδόν. ζῶντος μὲν οὖν Ὀρφέως συνέπεσθαι αὐτῷ πανταχόθεν ἀκούοντα ὁμοῦ καὶ νεμόμενα· καὶ γὰρ ἐκεῖνον ἔν τε τοῖς ὄρεσι καὶ περὶ τὰς νάπας τὰ πολλὰ διατρίβειν·ἀποθανόντος δὲ ἐρημωθέντα ὀδύρεσθαι καὶ χαλεπῶς φέρειν· ὥστε τὴν μητέρα αὐτοῦ Καλλιόπην διὰ τὴν πρὸς τὸν υἱὸν εὔνοιαν καὶ φιλίαν αἰτησαμένην παρὰ Διὸς τὰ σώματα αὐτῶν μεταβαλεῖν εἰς ἀνθρώπων τύπον,4 τὰς μέντοι ψυχὰς διαμένειν, οἷαι πρότερον ἦσαν.
而其中数量最多的是鸟类和羊群。因为狮子及其同类由于凶猛野蛮而戒心更重,有些根本不走近,有些则因不喜这旋律而随即离去。然而飞禽和羊群却更加靠近且不再离去:后者我想是由于其淳朴及对人类的依恋,而鸟类这一种属想必本身就富有乐感且热爱歌唱。因此,在俄耳甫斯生前,它们从四面八方跟随他,一边聆听一边觅食;因为他也是大部分时间流连于山峦与峡谷之间。而在他死后,它们沦于孤独,哀恸不已,悲痛欲绝;于是他的母亲卡利俄佩出于对儿子的慈爱与深情,向宙斯祈求,将它们的躯体变为人类的形貌,然而它们的灵魂却依然如故。
- 32.60ἆρά γε μή
ἆρα μή(此处夹有强调小词 γε,作 ἆρά γε μή)引出一个预期或担忧得到否定回答的修辞疑问句(“莫非/难道你们是在……不成?”)。作者借此讽刺性地将亚历山大人的轻浮骚动与斯巴达人伴随笛声的严整军纪相对比。
- 32.60οὐ φυλάξεσθε τοὺς ἄλλους σκώπτοντες
οὐ φυλάξεσθε(将来时直陈式加否定词,表示劝诫或命令,“难道你们不提防/克制……吗?”)与分词 σκώπτοντες(讽刺、嘲弄)连用,作动词的补充说明或伴随状语,意为“难道你们不该克制自己不再去嘲弄他人吗?”。
- 32.61καὶ μετὰ ταῦτα ἐκπεσόντα αὐτὸν κατὰ τύχην τινὰ ἀναλαβεῖν καὶ σῶσαι
承接前文关系从句(ὑφʼ οὗ λέγουσιν ...)内部的“宾格加不定式”结构。不定式 ἀναλαβεῖν 与 σῶσαι 的逻辑主语是前面的 τοὺς δελφῖνας(海豚,宾格),而 ἐκπεσόντα αὐτόν(坠海的他)则是这两个不定式的直接宾语。
- 32.64ὥστε τὴν μητέρα αὐτοῦ Καλλιόπην διὰ τὴν πρὸς τὸν υἱὸν εὔνοιαν καὶ φιλίαν αἰτησαμένην παρὰ Διὸς τὰ σώματα αὐτῶν μεταβαλεῖν εἰς ἀνθρώπων τύπον
由于整段处于前文 ἔφη 所引出的间接引语统摄下,因此由 ὥστε 引导的结果从句亦采用不定式结构(μεταβαλεῖν)。句法上,不定式的逻辑主语是带有分词 αἰτησαμένην(祈求得准)的 τὴν μητέρα αὐτοῦ Καλλιόπην(“其母卡利俄佩”)(借由宙斯的应允而使之转变)。
