- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.54-32.59
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥批评亚历山大里亚人对音乐和表演的癫狂迷恋,将其与音乐本应具备的疗愈和谐之功能相对照,并告诫市民在仰人鼻息的处境下莫要沉溺于狂欢妄动。
καὶ τί δεῖ τἄλλα ἐπεξιέναι καθʼ ἕκαστον; ἀλλὰ τὸ βαδίζειν, ὃ κοινόν ἐστι καὶ ἁπλοῦν δήπουθεν, τοῦ μὲν ἐμφαίνει τὴν ἡσυχίαν τοῦ τρόπου καὶ τὸ προσέχειν ἑαυτῷ, τοῦ δὲ ταραχήν καὶ ἀναίδειαν·1 σπουδῇ πρόσεισι, φθέγγεται βαδίζων πεσών τινα ἔωσε, μάχεται πρὸς ἕτερον. ὁμοίως καὶ περὶ τὰς θέας οἱ μέν εἰσιν ἄπληστοι καὶ λίχνοι καὶ περὶ πάντα ὁμοίως ἐπτοημένοι τὰ τυχόντα, οἱ δὲ κοσμίως καὶ μετʼ εἰρήνης μετέχουσιν.
而且何须逐一列举其余事情呢?即便是漫步这样对众人来说普遍而简单的行为,也能在一人身上显出性格的沉静与自持,而在另一人身上显出骚动与不知羞耻:他急匆匆地上前,边走边大喊大叫,摔倒并撞到某人,又与另一人打斗。在观赏演出方面同样如此:有些人贪得无厌、馋求不已,为了随处可见的琐事同样心神荡漾;而另一些人则举止得体、心平气和地参与其中。
ἀλλʼ οὐχ ὑμεῖς, ἀλλʼ ἐκπεπληγμένοι κάθησθε, ἀναπηδᾶτε τῶν ὀρχηστῶν μᾶλλον, συντείνεσθε ὑπὸ τῶν ᾀσμάτων· τοὺς μὲν γὰρ ἄλλους ἀνθρώπους ἡ μέθη πρὸς ᾠδὴν τρέπει καὶ ὄρχησιν· παρʼ ὑμῖν δὲ τοὐναντίον ἐστίν. ἡ γὰρ ᾠδὴ μέθην ἐμποιεῖ καὶ παράνοιαν. οἴνου μὲν οὖν τοιαύτη φύσις, τὸ μὴ δύνασθαι σωφρονεῖν, ἀλλὰ πολλὰ δυσχερῆ πράττειν ἀναγκάζεσθαι τοὺς σκαιῶς αὐτῷ καὶ ἀμέτρως χρωμένους· ὑπὸ δὲ ᾠδῆς σφαλλομένους καὶ πολὺ κάκιον ἔχοντας τῶν παροινούντων εὐθὺς ἀπὸ τῆς ἀρχῆς, οὐχ ὥσπερ ἐν τῷ πότῳ προϊόντας, οὐκ ἔστιν ἄλλους ἰδεῖν.2
然而你们却非如此,反倒神魂颠倒地坐着,跳得比舞者还要高,整个人被歌声紧紧绷紧。因为对其他人而言,是酩酊大醉使人转向歌舞;而在你们这里却恰恰相反:竟是歌声引发了酩酊与狂乱。酒的本性固然如此,凡笨拙且无度享用它的人,都无法保持克制,不得不做出许多令人厌恶之事;但是因歌声而跌跌撞撞,且并不像在酒席上逐渐加深,而是一开始就立刻陷入比耍酒疯之人恶劣得多的境地,这除了在你们身上,在其他人那里是见不到的。
παρὰ μὲν γὰρ ἐνίοις τῶν βαρβάρων μέθην φασὶ γίγνεσθαι πραεῖαν διʼ ἀτμοῦ θυμιαμάτων τινῶν· ἔπειτα χαίρουσι καὶ ἀνίστανται γελῶντες καὶ πάντα ποιοῦσιν ὅσα ἄνθρωποι πεπωκότες, οὐ μέντοι κακὸν οὐδὲν ἀλλήλους ἐργάζονται· τῶν δὲ Ἑλλήνων ὑμεῖς μόνοι διʼ ὤτων καὶ φωνῆς αὐτὸ πάσχετε, μᾶλλον δὲ ληρεῖτε ἐκείνων καὶ παραφέρεσθε καὶ μᾶλλον ἐοίκατε κραιπαλῶσιν. καίτοι τὰ τῶν Μουσῶν καὶ τὰ τοῦ Ἀπόλλωνος ἤπια δῶρα καὶ προσηνῆ. τὸν μὲν γὰρ Παιήονα καὶ Ἀλεξίκακον προσαγορεύουσιν, ὡς ἀποτρέποντα τῶν κακῶν καὶ ὑγίειαν ἐμποιοῦντα ταῖς ψυχαῖς καὶ σώμασιν, οὐ νόσον οὐδὲ μανίαν· τὰς δὲ παρθένους, ὡς ἂν αἰδουμένας τε καὶ σώφρονας.
因为相传在某些蛮族之中,某种焚香的气味能带来温和的醉意;随后他们欣喜雀跃,笑着站起身来,做出饮酒之人所做的一切事情,然而他们并不互相侵害;可是在希腊人当中,唯有你们是经由双耳和声音承受这种状态,或者说,你们比他们更为胡言乱语、忘乎所以,更像醉酒狂欢之人。然而缪斯与阿波罗的赠礼本是温和而亲切的。因为人们称阿波罗为医神与驱邪之神,因他能驱除灾厄,赋予灵魂与身体以健康,而非赋予疾病或疯狂;人们视缪斯为贞洁而庄重的处女。
ἥ τε μουσικὴ θεραπείας ἕνεκα τοῖς ἀνθρώποις εὑρῆσθαι δοκεῖ τῶν παθῶν καὶ μάλιστα δὴ μεταστρέφειν ψυχὰς ἀπηνῶς καὶ ἀγρίως διακειμένας. διὰ τοῦτο καὶ τῶν φιλοσόφων ἔνιοι πρὸς λύραν αὑτοὺς ἡρμόσαντο ἕωθεν, ἀποπαύοντες τῆς διὰ τῶν ὀνειράτων ταραχῆς. καὶ θεοῖς μετὰ μέλους θύομεν, ἵνα εὔτακτοι καὶ καθεστηκότες ὦμεν. ἕτερος δὲ αὖ τρόπος αὐλοῦ τε καὶ ᾠδῆς ἐν πένθεσιν, ἰωμένων οἶμαι τὸ σκληρὸν καὶ ἄτεγκτον τοῦ πάθους, θηλυτέραν δὲ τὴν λύπην ἐργαζομένων3 διʼ ᾠδῆς λανθανούσης μετὰ γόων, ὥσπερ οἱ ἰατροὶ τὰ φλεγμαίνοντα τῶν ἑλκῶν ὑγραίνοντες καὶ μαλακοποιοῦντες ἀνώδυνα ἔθηκαν.
音乐也被认为是为疗愈人类的激情而发明的,尤其是为了转变那些冷酷凶顽的心灵。因此,某些哲学家也在黎明时分借由里拉琴调谐自己,以此平息梦境带来的扰乱。我们亦伴随着旋律向神明献祭,以便使我们秩序井然、心神安宁。此外,在悼亡之中另有一种笛声与歌唱的样式,我想这是为了医治哀痛的坚硬与顽固,借由伴随呜咽的隐秘歌声使悲伤变得柔和,正如医者借由润湿和软化发炎的伤口使其免于疼痛一般。
οὐχ ἧττον δὲ καὶ περὶ συνουσίας ἔδοξε πρέπειν ἡ μουσικῆς δύναμις, ἁρμονίαν καὶ τάξιν αὐτόματον ταῖς ψυχαῖς ἐπεισάγουσα καὶ τὸ σφαλερὸν τῆς ἐν οἴνῳ τέρψεως παραμυθουμένη μετὰ ξυγγενοῦς δυνάμεως, ὥσπερ αὐτῷ συγκεραννύμενον ἐμμελὲς γίγνεται καὶ μέτριον. ταῦτα δὴ πάντα ἀνέστραπται νῦν καὶ μεθέστηκεν εἰς τοὐναντίον. οὐ γὰρ ἐκ Μουσῶν, ἀλλʼ ἐκ Κορυβάντων τινῶν κατέχεσθε, καὶ πιστὰ ποιεῖτε τὰ τῶν ποιητῶν μυθολογήματα· ὡς ἐκεῖνοί γε παρεισάγουσι Βάκχας τινὰς μαινομένας ὑπὸ μέλους καὶ Σατύρους· οὐκοῦν ὑμῖν τὰ τῶν νεβρίδων τε καὶ θύρσων ἐνδεῖ καὶ τὸ λέοντας φέρειν ἐν ταῖς ἀγκάλαις· τὰ δὲ ἄλλα καὶ πάνυ μοι δοκεῖτε ἐοικέναι Νύμφαις καὶ Σατύροις.
音乐的力量同样也被认为适合于社交聚会,它能自然而然地为灵魂注入和谐与秩序,并以其相近的力量抚慰因酒而生的危险快感,仿佛与酒相调和,使之变得和谐而有度。然而如今,这一切全都被颠倒,转变成了反面。因为你们所受的附身并非来自缪斯,而是来自某种科律班忒斯,你们竟使诗人的神话故事变得可信;正如他们描摹在歌声中发狂的巴克科斯女祭司与萨堤洛斯那般。实际上,你们所缺少的无非是鹿皮披肩、酒神杖以及怀抱狮子;至于其他方面,我看你们完全就像宁芙与萨堤洛斯。
ἱλαροί τε γὰρ ἀεὶ καὶ φιλογέλωτες καὶ φιλορχησταί· πλὴν οὐκ αὐτόματος ὑμῖν ἀναβλύει διψήσασιν ὁ οἶνος ἐκ πέτρας ποθέν τινος ἢ νάπης, οὐδὲ γάλα καὶ μέλι δύνασθε εὐχερῶς οὕτως ἔχειν ʽἄκροισι δακτύλοισι διαμῶντες χθόναʼ· ἀλλʼ οὐδὲ τὸ ὕδωρ ὑμῖν ἀφικνεῖται δεῦρο αὐτόματον οὐδὲ τὴν μᾶζαν ἔχετε ἐν ἐξουσίᾳ δήπουθεν, ἀλλὰ καὶ ταύτην ἐκ τῆς τῶν κρειττόνων χειρὸς λαμβάνετε· ὥστε ἴσως καιρὸς ἦν ὑμᾶς παύσασθαι βακχειῶν καὶ προσέχειν μᾶλλον αὑτοῖς.4 νυνὶ δὲ ἂν μόνον ἀκούσητε χορδῆς, ὥσπερ σάλπιγγος ἀκηκοότες, οὐκέτι δύνασθε εἰρήνην ἄγειν.
因为你们总是兴高采烈、喜爱欢笑、喜爱舞蹈。只可惜,在你们干渴时,酒并不会从某块岩石或山谷中自动涌出,你们也无法仅凭指尖拂过大地就如此轻易地获取乳汁与蜂蜜;相反,甚至连水都不是自然流到你们这里的,大麦饼更绝非任由你们支配,甚至连这也须从更有权势之人的手中领取。因此,本该是你们停止酒神狂欢、更多反省自身的时候了。可如今,只要一听见琴弦之声,你们就仿佛听到了军号吹响,再也无法保持安宁了。
- 32.54τοῦ μὲν ἐμφαίνει τὴν ἡσυχίαν τοῦ τρόπου καὶ τὸ προσέχειν ἑαυτῷ, τοῦ δὲ ταραχήν καὶ ἀναίδειαν
τοῦ μὲν ... τοῦ δὲ 为表示所属的属格(“在一人身上……在另一人身上……”),指代前文“漫步(τὸ βαδίζειν)”的具体行使者。动词 ἐμφαίνει 的主语是前句的名词化不定词 τὸ βαδίζειν,其直接宾语分别为 τὴν ἡσυχίαν ... 与 ταραχήν ...。
- 32.55ὑπὸ δὲ ᾠδῆς σφαλλομένους καὶ πολὺ κάκιον ἔχοντας τῶν παροινούντων εὐθὺς ἀπὸ τῆς ἀρχῆς, οὐχ ὥσπερ ἐν τῷ πότῳ προϊόντας, οὐκ ἔστιν ἄλλους ἰδεῖν.
非人称结构 οὐκ ἔστιν ἰδεῖν(“无法见到/找不到”)支配宾格 ἄλλους(“其他人”),分词 σφαλλομένους、ἔχοντας 以及 προϊόντας 均与 ἄλλους 保持性数格一致。短语 οὐχ ὥσπερ ἐν τῷ πότῳ προϊόντας(“并不像在酒席中逐渐深入的人那样”)通过对比强调歌声带来的狂乱是一触即发且一开始就登峰造极的。
- 32.57ἰωμένων οἶμαι τὸ σκληρὸν καὶ ἄτεγκτον τοῦ πάθους, θηλυτέραν δὲ τὴν λύπην ἐργαζομένων
属格分词 ἰωμένων 和 ἐργαζομένων 在语法上与前文的属格名词 αὐλοῦ τε καὶ ᾠδῆς(“笛声与歌唱”)相一致,将音乐元素拟人化为主体,表达“它们(笛声与歌唱)疗愈……并使之柔和”之意;在语义上也可理解为暗指演奏乐曲的人。
- 32.59ὥστε ἴσως καιρὸς ἦν ὑμᾶς παύσασθαι βακχειῶν καὶ προσέχειν μᾶλλον αὑτοῖς
καιρὸς ἦν 是不带 ἄν 的未完成过去直陈语气,属于表示未实现之义务或恰当时机的惯用句法(“本该是……的时候了[而你们却没有做到]”)。不定词 παύσασθαι 与 προσέχειν 的逻辑主语由宾格代词 ὑμᾶς 充当。
