- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.49-32.53
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演讲者将因盲目狂热追捧艺人而丧命的行径比作苍蝇之死,斥责这种自甘堕落的浅薄,并指出该城邦与其他城市相比陷入了病态的狂热。随后,他通过对比明智者与愚人在日常行为特别是宴饮上的表现,借半人马的狂暴盛宴讽刺后者的放荡失序。
οὐ γὰρ ἡδόμενοι τοσοῦτον ὅσον οἰόμενοι καὶ βουλόμενοι προΐενται σφᾶς αὐτούς. τοσαύτη δʼ ἐστὶ δυστυχία τῶν ταλαιπώρων, ὥστε ἀνδρεῖον ἡγοῦνται τὸ πάντων ἀνανδρότατον καὶ σεμνὸν τὸ αἴσχιστον. ἑλοίμην γὰρ ἂν ἔγωγε λῃστεύων ἀποθανεῖν ἢ διὰ τοιαύτην αἰτίαν. τὸ μὲν γάρ ἐστιν ἀνδρὸς πονηροῦ θάνατος, τὸ δὲ ἀνδραπόδου δυστυχοῦς. κἀκεῖνος μὲν ἀδικηθεὶς ἴσως ἐπὶ τοῦτο ἦλθεν, ὑπὲρ τοὺς νόμους ἀμύνασθαι πειρώμενος, καὶ τάχα τι καὶ γενναῖον ἐδύνατο πρᾶξαι μὴ τοιούτου τυχὼν δαίμονος· ὁδὶ δὲ κραυγῇ μόνον καὶ ἀνοίᾳ διὰ δυστυχῆ φθόγγον καὶ κακὴν ἔγκλισιν καὶ τὰς ἐκμελεῖς καμπὰς καὶ λήρους καὶ κυνισμοὺς καὶ ὀλέθρους ἀκλεῶς ἀπολλύμενος.1 ἔστι δὲ ὁ τοιοῦτος μυίας θάνατος. καὶ γὰρ ἐκείναις ὅ, τι ἂν γευσαμέναις γλυκὺ φανῇ, πρὸς τούτῳ διαφθείρονται. τί οὖν τοῦτο λαμπρόν, ὦ κακοδαίμονες;
因为他们舍弃自身,与其说是由于享受快乐,不如说是由于自以为如此且希望如此。这些可怜人的不幸竟至于此,以至于将一切之中最懦弱的行径视为勇敢,将最可耻的行径视为崇高。若换作我,我宁愿在做强盗时死去,也不愿因这般缘故丧命。因为前者是一个恶人的死亡,而后者却是一个不幸奴隶的下场。前者或许是在遭受不公之后才走上这条路,试图超越法律来复仇,若非遭遇如此厄运,或许还能做出一两件英勇之举;而后者仅仅因为狂呼与愚妄,为了那不祥的音调、恶俗的转调、离谱的颤音、荒唐的空话、不知羞耻的丑态以及败坏的狂乱,便默默无闻地毁灭了。这种死法正如苍蝇之死。因为苍蝇也是一旦尝到自以为甘甜之物,便丧命于其上。那么,这又有何光彩可言呢,你们这些不幸的人?
ὑπὲρ μὲν γὰρ δικαιοσύνης καὶ ἀρετῆς καὶ πατρῴων γερῶν καὶ νόμων καὶ χρηστοῦ βασιλέως, εἰ δέοι, πονεῖν καὶ ἀποθνῄσκειν ἀγαθῆς ἐστι καὶ οὐ φιλοζῴου ψυχῆς· ὑπὲρ δὲ τῆς ψαλτρίας ἀπάγχεσθαι, καθάρματος ἀγεννοῦς καὶ ζῆν οὐκ ἀξίου, πόσης αἰσχύνης;2 καὶ τούτους μὲν ἐάσωμεν, ἀλλʼ ἐν αὐτῇ τῇ θέᾳ τὰ γιγνόμενα οὐκ αἰσχρὰ καὶ μεστὰ πάσης ὕβρεως, τὸ ἀνατετάσθαι καὶ ἀποβλέπειν, μόνον οὐκ ἐπὶ τοῖς χείλεσι τὰς ψυχὰς ἔχοντας,3 καθάπερ οἶμαι διὰ τῶν ὤτων τὴν εὐδαιμονίαν δεχομένους, σωτῆρα καὶ θεὸν καλοῦντας ἄνθρωπον ἄθλιον; πόσον τινὰ γέλωτα τοὺς θεοὺς ὑμῶν καταγελᾶν οἴεσθε, ὅταν πάλιν ἐκείνους προσκυνοῦντες ταὐτὰ προσφέρησθε καὶ διὰ τῶν αὐτῶν ἀναγκάζησθε τιμᾶν τὸ δαιμόνιον; ἀλλʼ ἔστιν εὐγνώμων ὁ θεός, ὡς θεός, οἶμαι, καὶ φέρει πρᾴως τὴν τῶν πολλῶν ἄνοιαν.
若在必要时为了正义与德行、为了祖传的特权与法律、为了贤良的君王去辛劳乃至牺牲,这属于不苟且偷生的高尚灵魂;但若为了一名女琴师——一个卑贱、不配活着的下等人——而去自缢,这该是何等巨大的羞耻!姑且不谈这些人,单是在观赏表演时发生的事情,难道不也同样可耻且充满了种种狂悖吗?众人伸长脖子凝视,灵魂几乎都要挂在嘴唇边上,正如我所认为的那样,仿佛是通过耳朵在接收幸福,将一个可怜的人类奉为救主和神明。你们且想一想,当你们转而以同样的举止去叩拜神明,被迫用同一套把戏去敬奉神明时,众神会如何嘲笑你们?然而神是宽仁的,作为神,我想他正温和地容忍着大众的愚蠢。
τοιγαροῦν ὡς παισὶν ὑμῖν παιδαγωγοὺς δέδωκε τοὺς φρονιμωτέρους τῆς πόλεως, μεθʼ ὧν καὶ θεωρεῖτε καὶ τἄλλα ἄμεινον πράττετε. ἐπεὶ πῶς ἂν ἀπείχεσθε ἀλλήλων; καίτοι ποίους τινὰς ἂν ὑμεῖς ἡγοῖσθε ἀνθρώπους, οἷς ἐλευθερία μὴ συμφέρει; νὴ Δία, τὸ γὰρ πρᾶγμά ἐστι φύσει τοιοῦτον. οὐ γὰρ καὶ ἐν ἄλλαις πόλεσιν ᾅδουσι καὶ νὴ Δία αὐλοῦσι καὶ τρέχουσι καὶ πάνθʼ ὅσα γίγνεται παρʼ ὑμῖν καὶ παρʼ ἑτέροις τισίν; ἀλλʼ οὐδαμοῦ τοιοῦτος ἔρως ἐστὶ τοῦ πράγματος οὐδὲ οἶστρος.
因此,如同对待孩童一般,神将城邦中更为明智的人赐予你们作为学监,在他们的陪伴下,你们观赏演出,并在其他事情上也处理得更好一些。否则,你们怎能克制住不对彼此动手呢?然而,对于那些连自由都无法带来益处的人,你们会认为他们究竟是怎样的一种人呢?你们或许会说:“凭宙斯起誓,这事物本性就是如此!”难道在其他城邦里人们就不唱歌、凭宙斯起誓就不吹笛、不赛跑,一切在你们这里发生的事情不也在其他某些人那里发生吗?然而在任何地方,人们对这事物都未曾有过如此深沉的迷恋与狂热。
ἐπεὶ καὶ τῶν ἄλλων εὑρήσομεν τὰ πλεῖστα ταὐτὰ πράττοντας τοῖς ἀνοήτοις τοὺς σώφρονας, οἷον ἐσθίοντας, βαδίζοντας, παίζοντας, θεωροῦντας·
因为在其他事情上,我们同样会发现明智之人与愚妄之人做着绝大多数相同的事情,例如饮食、漫步、玩乐、观看表演。
ἡ γὰρ φύσις ἀναγκάζει πολλῶν ὁμοίων δεῖσθαι· διαφέρουσι μέντοι περὶ ταῦτα πάντα· αὐτίκα ἑστιώμενοι πρῶτον οἱ μὲν οὔτε ἀμαθῶς οὔτε ἀπρεπῶς διάγουσιν, ἀλλʼ εὐσχημόνως ἅμα καὶ προσηνῶς, εὐωχίας, οὐ παροινίας, ἄρχοντες, φιλοφρονούμενοι τοὺς συνόντας, οὐ θρασυνόμενοι πρὸς αὐτούς· οἱ δὲ ἀπηνῶς καὶ ἀκολάστως, μετὰ βοῆς καὶ ἀταξίας ὀργιζόμενοι καὶ γελῶντες, πλεονεκτοῦντες ἀλλήλους, οὐ παρακαλοῦντες, τελευτῶντες ἀπίασι κακόν τι τοῖς συμπόταις δόντες ἢ παρʼ ἐκείνων λαβόντες· οἵαν ποτὲ γενέσθαι φασὶ Κενταύρων συνουσίαν.
因为天性强迫他们需要许多相同的事物。然而,他们在这一切事上却截然不同。例如首先在宴饮中,前者既不粗鄙也不失态,而是既庄重得体又和蔼可亲,他们主持的是欢宴而非酗酒狂欢,对同席者关怀备至,而不横加霸道;而后者则残暴放荡,伴随着喧闹与混乱忽怒忽笑,彼此侵凌而非互相规劝,最终离席时要么给同席者造成伤害,要么从对方那里承受伤害——正如人们相传昔日半人马的盛宴那般。
- 32.49ὁδὶ δὲ κραυγῇ μόνον καὶ ἀνοίᾳ διὰ δυστυχῆ φθόγγον καὶ κακὴν ἔγκλισιν καὶ τὰς ἐκμελεῖς καμπὰς καὶ λήρους καὶ κυνισμοὺς καὶ ὀλέθρους ἀκλεῶς ἀπολλύμενος.
此句为对应前文 κἀκεῖνος μὲν...(以强盗身份受死者)的对比分句(ὁδὶ δὲ...),但全句未出现限定动词,而是以现在分词 ἀπολλύμενος 作结。在句法上,这既可理解为省略了系动词 ἐστί 的迂说法,亦可视为演说修辞中常见的破格语法(破格句)。
- 32.50ὑπὲρ δὲ τῆς ψαλτρίας ἀπάγχεσθαι, καθάρματος ἀγεννοῦς καὶ ζῆν οὐκ ἀξίου, πόσης αἰσχύνης;
承接前句 ἀγαθῆς ἐστι ... ψυχῆς(表特征或所属的属格)之句构,本句为一反诘疑问句,以不定词 ἀπάγχεσθαι 作主语,省略了 ἐστίν,以述语属格 πόσης αἰσχύνης 作为表语,意为“这是何等巨大的羞耻”。
- 32.50μόνον οὐκ ἐπὶ τοῖς χείλεσι τὰς ψυχὰς ἔχοντας
成语性副词短语 μόνον οὐ(或 μόνον οὐκ)意为“几乎”、“几近”,修饰紧随其后的介词短语 ἐπὶ τοῖς χείλεσι。“灵魂挂在嘴唇边”为形象习语,描绘全神贯注以致屏息凝神、或如魂魄即将由口逸出一般的狂热迷醉状态。
