- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.44-32.48
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者援引阿纳哈尔西斯对体育馆的讽刺劝诫公民保持得体自制,严斥他们对歌唱与赛马的致命狂热让城邦蒙羞,并与他邦勇士的崇高牺牲形成刺眼对比。
σκοπεῖτε δὲ μὴ περὶ ὑμῶν ἀληθέστερον οὗτοι λέγωσιν1 ἤ περὶ τῶν Ἑλλήνων Ἀνάχαρσιν τὸν Σκύθην φασὶν εἰπεῖν·2 ἐδόκει μὲν γὰρ εἶναι τῶν σοφῶν· ἧκε δὲ εἰς τὴν Ἑλλάδα θεασόμενος οἶμαι τά τε ἔθη καὶ τοὺς ἀνθρώπους· ἔλεγεν οὖν ὡς ἔστιν ἐν ἑκάστῃ πόλει τῶν Ἑλλήνων ἀποδεδειγμένον χωρίον, ἐν ᾧ μαίνονται καθʼ ἡμέραν, τὸ γυμνάσιον λέγων· ἐπειδὰν γὰρ ἐλθόντες ἀποδύσωνται, χρίονται φαρμάκῳ. τοῦτο δὲ ἔφη κινεῖν αὐτοῖς τὴν μανίαν. εὐθὺς γὰρ οἱ μὲν τρέχουσιν, οἱ δὲ καταβάλλουσιν ἀλλήλους, οἱ δὲ τὼ χεῖρε ἀνατείναντες μάχονται πρὸς οὐδένα ἀνθρώπων, οἱ δὲ παίονται. ταῦτα δὲ ποιήσαντες, ἀποξυσάμενοι τὸ φάρμακον αὐτίκα σωφρονοῦσι, καὶ φιλικῶς αὑτοῖς ἤδη ἔχοντες βαδίζουσι κάτω ὁρῶντες, αἰσχυνόμενοι τοῖς πεπραγμένοις.
然而,你们且看这些人谈及你们时,难道不比人们相传斯基泰人阿纳哈尔西斯论及希腊人的话还要更切中真相吗?人们曾认为他是智者之一;而在我看来,他来到希腊是为了考察风俗与人民。他因而常说,在希腊人的每一座城邦中,都有一处专门划出的场所,他们在其中每日陷入疯狂——他指的是体育馆。因为每当他们来到这里并脱去衣物,便会涂抹上某种迷药。阿纳哈尔西斯说,正是这药激起了他们的狂乱。因为他们立刻有的人奔跑,有的人彼此摔打,有的人高举双手却对着空气击打,还有的人挨打受击。然而做完这些事后,一旦把药膏刮去,他们立刻便恢复神志,彼此心平气和,垂首下视地步出,对自身的所作所为深感惭愧。
ἐκεῖνος μὲν παίζων καὶ καταγελῶν οὐ φαύλου πράγματος, ὡς ἐγὼ δοκῶ, ταῦτα ἔλεγεν. περὶ δὲ ὑμῶν τί ἄν τις ἔχοι λέγειν; καὶ γὰρ ὑμεῖς ὅταν συνέλθητε, πυκτεύετε, βοᾶτε, ῥιπτεῖτε, ὀρχεῖσθε, ποίῳ χρισάμενοι φαρμάκῳ; δῆλον ὅτι τῷ τῆς ἀνοίας· ὡς οὐκ ἦν ὑμῖν ἐπιεικῶς αὐτὰ ὁρᾶν. μὴ γὰρ τοῦτό με οἴεσθε λέγειν ὡς οὐ χρὴ καὶ τὰ τοιαῦτα γίγνεσθαι ἐν ταῖς πόλεσι· χρὴ γὰρ ἴσως καὶ ἀναγκαῖόν ἐστι διὰ τὴν τῶν πολλῶν ἀσθένειαν καὶ σχολήν· ἴσως δὲ καὶ τῶν βελτιόνων εἰσὶν οἱ δεόμενοι διατριβῆς τινος καὶ παραμυθίας ἐν τῷ βίῳ· δεῖ δὲ μετὰ κόσμου καὶ σχήματος πρέποντος ἀνθρώποις ἐλευθέροις.
在我看来,他讲这番话是在玩笑并嘲弄一件绝非微不足道的事物。但对于你们,人们又能说什么呢?因为每当你们聚在一起时,你们也同样互殴、呼喊、手舞足蹈、狂乱跳跃,这究竟是涂抹了何种迷药?显然是涂了愚妄之药,仿佛你们根本无法克制自持地观看这些表演似的。请不要以为我是在说城邦中根本不应举办此类活动;因为由于大众的脆弱与闲暇,这或许是正当且必要的;甚至在更为优秀的人群中,或许也有些人在生活中需要某种消遣与慰藉;然而这一切应当伴随着适合自由民的秩序与得体举止。
οὐ γὰρ παρὰ τοῦτο οὔτε τῶν ἵππων οὐδεὶς δραμεῖται βράδιον οὐδὲ χεῖρον ᾅσεταί τις τῶν ᾀδόντων, ἂν εὐσχημονῆτε ὑμεῖς. νυνὶ δὲ τὸ μὲν τῶν ἡνιόχων τινὰ ἐκπεσεῖν ἐκ τοῦ δίφρου δεινὸν ἡγεῖσθε καὶ συμφορὰν πασῶν μεγίστην· αὐτοὶ δὲ ἐκπίπτοντες ἐκ τοῦ κόσμου τοῦ προσήκοντος καὶ τῆς ἀξίας τῆς ἑαυτῶν οὐ φροντίζετε. κἂν μὲν ὑμῖν ὁ κιθαρῳδὸς ἐκμελῶς ᾅδῃ καὶ παρὰ τὸν τόνον, συνίετε· αὐτοὶ δὲ παντελῶς ἔξω τῆς ἁρμονίας τῆς κατὰ φύσιν γιγνόμενοι καὶ σφόδρα ἀμούσως ἔχοντες οὐ διαφέρεσθε.
因为绝不会由于你们举止端庄得体,马匹就跑得更慢,或者歌唱者就唱得更差。然而如今,若有某位驭手从赛车上跌落,你们便视之为大祸临头,是世间最为重大的不幸;但当你们自身跌出了应有的秩序、丧失了自身的尊严时,你们却毫不在意。若琴歌演唱者为你们演唱时走调跑韵、偏离音律,你们尚能听出;但当你们自身全然偏离了合乎天性的和谐、变得极不谐调雅致时,你们却若无其事。
καίτοι πόσοι διὰ ταῦθʼ ὑμῶν ἀπολώλασιν; ἀδοξοῦσι μὲν γὰρ πάντες. αἱ δὲ Σειρῆνες ἄλλο τι ἐποίουν,3 ὡς ὁ μῦθός φησιν, οὐκ ἀπώλλυον τοὺς σφόδρα ἡσθέντας αὐταῖς; ἀλλʼ ἐκεῖναι μὲν ἐν ἐρήμῳ ἦσαν πελάγει καὶ μακρὰν ἀπῳκισμέναι καθʼ αὑτὰς ἐπὶ σκοπέλου τινός, ὅπου μηδεὶς ῥᾳδίως παρέβαλλε· κἀκεῖ δʼ ὁ νοῦν ἔχων ἐσώθη καὶ μεθʼ ἡσυχίας ἤκουσεν. αὗται δὲ σχεδὸν ἐν μέσῳ τῆς οἰκουμένης ἐν τῇ πολυανθρωποτάτῃ πασῶν πόλει τοιαῦτα ἐργάζονται, μὰ Διʼ οὐ διʼ αὑτῶν τινα ἡδονὴν ἢ δύναμιν, ἀλλὰ διὰ τὴν ὑμετέραν ἀβελτερίαν. διὰ τί γὰρ ἔξω παραπλησίως ἀκούονται τοῖς ἄλλοις καὶ πολλάκις ἀηδεῖς ἔδοξαν; μὴ τὰ ὦτα ἐπαλήλιπται τῶν ἐκεῖ; τί οὖν τοῦτο δείκνυσι;
然而,你们之中因这些事而丧命的又有凡几?因为所有人固然都已声名狼藉。神话中所言的塞壬女妖,除了毁灭那些过度贪恋其歌声的人之外,难道还做过别的什么吗?然而她们身处荒凉的海域,远远地独居在一处岩礁之上,任何人都难以轻易接近;即使在那里,明智之人也得以保全,并泰然自若地聆听了她们的歌声。而这些〔塞壬〕,却几乎是在整个人类居所的中心、在一切城邦中人口最为繁密的城邦里施行这般行径——凭宙斯起誓,这绝非出于她们自身的何种魅力或力量,而是由于你们自身的愚蠢。因为何以在城邦之外,她们被聆听时与其他艺人并无二致,甚至屡屡令人感到厌烦?难道外邦之人的耳朵都被〔蜡〕涂封住了吗?那么,这究竟说明了什么呢?
μὰ Δίʼ οὐ μουσικῆς ἰσχὺν οὐδʼ ὑπερβολὴν τέχνης, ἀλλʼ ἀκροατῶν κουφότητα καὶ πόλεως ἀσθένειαν. φασὶ γοῦν ἤδη τινὰς τῶν ἀπολωλότων διὰ τὴν τοιαύτην πρόφασιν νεανιεύσασθαι, μὴ παραιτουμένους τὸν θάνατον, ἀλλὰ προσλιπαροῦντας, ὅπως ἀκούσωσιν ἐπὶ πλέον. τοῦτο δʼ ἐστὶ θαυμαστὸν ἐπʼ ὀνείδει καὶ καταγέλωτι τῆς πόλεως, εἰ4 παρὰ μὲν τοῖς ἄλλοις ἀριστεῖς καὶ τυραννοκτόνοι μνημονεύονται, σωτηρίας ἕνεκεν τῶν πατρίδων ἐπιδιδόντες αὑτούς· παρὰ δὲ ὑμῖν ὑπὲρ χορδῆς τοῦτο πάσχουσι καὶ διʼ ἡδονὴν μικράν, μᾶλλον δὲ δόξαν κενήν.
凭宙斯起誓,这绝非展示了音乐的力量或技艺的登峰造极,而是展示了听众的轻浮与城邦的脆弱。至少人们说,那些因这般借口而丧命的人中,已有人表现出了鲁莽狂悖之举,他们并非乞求免于一死,反倒苦苦哀求能再听上一阵。若在其他民族中,为人铭记的是为了祖国的存亡而献出自身的勇士与弑僭主者,而在你们这里,人们却为了一根琴弦、为了微不足道的享乐——毋宁说是为了虚妄的浮名——而遭受这般下场,这真是一件令整个城邦蒙受羞耻与嘲弄的怪异之事。
- 32.44σκοπεῖτε δὲ μὴ περὶ ὑμῶν ἀληθέστερον οὗτοι λέγωσιν
从属于祈使动词 σκοπεῖτε 的 μὴ ... λέγωσιν 从句表示疑虑或探究(“且看……是否不……”)。演说者在此提出担忧:这些异邦看客对你们的评语,恐怕比阿纳哈尔西斯对希腊人的讥评更加真切。
- 32.44ἤ περὶ τῶν Ἑλλήνων Ἀνάχαρσιν τὸν Σκύθην φασὶν εἰπεῖν
在承接比较级 ἀληθέστερον 的 ἤ 比较句中,由 φασίν 统摄的宾格不定式结构 Ἀνάχαρσιν ... εἰπεῖν 与前文呼应。此处省略了关系代词与其先行词(即本应为 ἢ [ταῦτα ἅ] ...),形成了一种紧缩的比较句式。
- 32.47αἱ δὲ Σειρῆνες ἄλλο τι ἐποίουν
短语 ἄλλο τι 构成了惯用的修辞反问句(字面意为“塞壬女妖除了……难道还做了别的什么吗?”),表达强烈的反诘式肯定(“她们不就是毁灭了……吗?”)。随后的 οὐκ ἀπώλλυον 明确指出了她们所施加的唯此一桩的毁灭行径。
- 32.48τοῦτο δʼ ἐστὶ θαυμαστὸν ἐπʼ ὀνείδει καὶ καταγέλωτι τῆς πόλεως, εἰ
由 εἰ 引导的从句充当评价性短语 τοῦτο δʼ ἐστὶ θαυμαστόν 的内容(类似于 θαυμάζω εἰ 结构,意为“若/居然……实乃令人骇异之事”)。介词短语 ἐπʼ ὀνείδει καὶ καταγέλωτι 则表示伴随的结果或目的,意即“招致城邦的羞辱与嘲弄”。
