- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.38-32.43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者告诫民众切勿将优越的自然禀赋误当作自身德性,指出云集于此的世界各地异邦人都目睹了他们在剧场与赛场的失态与狂乱,并讽刺他们自身从未骑马却对赛马痴狂的滑稽举动。
οὐδέ γε, ἂν ὕδωρ ἐπαινῇ τις, ἀνθρώπων ἔπαινος οὗτός ἐστιν, ἀλλὰ φρεάτων· οὐδʼ ἂν περὶ εὐκρασίας λέγῃ τις, τοὺς ἀνθρώπους εἶναί φησιν ἀγαθούς, ἀλλὰ τὴν χώραν· οὐδʼ ἂν περὶ ἰχθύων, τὴν πόλιν ἐπαινεῖ· πόθεν; ἀλλὰ θάλατταν ἢ λίμνην ἢ ποταμόν. ὑμεῖς δέ, ἂν ἐγκωμιάζῃ τις τὸν Νεῖλον, ἐπαίρεσθε, ὥσπερ αὐτοὶ ῥέοντες ἀπὸ Αἰθιοπίας.1 σχεδὸν δὲ καὶ τῶν ἄλλων οἱ πλείους ἐπὶ τοῖς τοιούτοις χαίρουσι, καὶ μακαρίους ἑαυτοὺς κρίνουσιν, ἂν οἰκῶσι καθʼ Ὅμηρον νῆσον δενδρήεσσαν ἢ βαθεῖαν τινα ἤπειρον ἢ πρὸς ὄρεσι σκιεροῖς ἢ πηγαῖς διαυγέσιν· ὧν οὐδὲν ἴδιόν ἐστιν ἐκείνων· ἀρετῆς δὲ οὐδὲ ὄναρ αὐτοῖς μέλει.
更何况,若有人赞美水,这并非对人类的称赞,而是对水井的称赞;若有人谈及气候宜人,他并非在说人是优良的,而是在说土地;若有人谈到鱼类,他也绝非在称赞城邦——何至于此?——而是在称赞海洋、湖泊或河流。然而你们,每当有人盛赞尼罗河,便沾沾自喜,仿佛你们自己就是从埃塞俄比亚流淌下来的一般!大体而言,其余大多数人也为此类事物而欢欣,若照荷马的诗句所言,居住在“林木葱茏的岛屿”或某处肥沃的大陆,或依傍着“荫凉的群山”与“清澈的泉水”,便自以为幸福无匹;然而这些事物没有一样属于他们自身,对于德性,他们却连在梦中也未曾挂怀。
ἐγὼ δὲ τούτων ἐμνήσθην οὔτε ὑμᾶς ἐπαίρων οὔτε τοῖς συνήθως ὑμνοῦσιν αὐτὰ ῥήτορσιν ἢ ποιηταῖς παραβάλλων ἐμαυτόν. δεινοὶ γὰρ ἐκεῖνοι καὶ μεγάλοι σοφισταὶ καὶ γόητες· τὰ δʼ ἡμέτερα φαῦλα καὶ πεζὰ ἐν τοῖς λόγοις, οὐ μέντοι περὶ φαύλων. καὶ νῦν εἶπον τὰ περὶ τῆς πόλεως, δεῖξαι βουλόμενος ὑμῖν ὡς ὅ, τι ἂν ἀσχημονῆτε οὐ κρύφα γίγνεται τοῦτο οὐδʼ ἐν ὀλίγοις, ἀλλʼ ἐν ἅπασιν ἀνθρώποις.
我提及这些,既非为了捧迎你们,亦非为了将自己比拟于那些平日里歌颂这些事物的演说家或诗人们。因为那些人是厉害的大智者和巫术师;而我们在言辞上的风格则是平实而浅近的,然而所谈论的却绝非微不足道之事。我方才谈及城邦的这些事物,乃是希望向你们表明,无论你们做出何等丑恶不体面的行径,这都不是在暗中发生的,也不是在少数人面前发生的,而是在全人类的注视之下发生的。
ὁρῶ γὰρ ἔγωγε οὐ μόνον Ἕλληνας παρʼ ὑμῖν οὐδʼ Ἰταλοὺς οὐδὲ ἀπὸ τῶν πλησίον Συρίας, Λιβύης, Κιλικίας, οὐδὲ τοὺς ὑπὲρ ἐκείνους Αἰθίοπας οὐδὲ Ἄραβας ἀλλὰ καὶ Βακτρίους καὶ Σκύθας καὶ Πέρσας καὶ Ἰνδῶν τινας, οἳ συνθεῶνται καὶ πάρεισιν ἑκάστοτε ὑμῖν· ὥστε ὑμεῖς μὲν ἀκούετε ἑνός, ἂν οὕτω τύχῃ, κιθαρῳδοῦ, καὶ τούτου συνήθους, ἀκούεσθε δὲ ὑπὸ μυρίων ἐθνῶν οὐκ ἐπισταμένων ὑμᾶς, καὶ ὁρᾶτε μὲν τρεῖς ἢ τέτταρας ἡνιόχους, ὁρᾶσθε δὲ ὑπὸ τοσούτων μὲν Ἑλλήνων, τοσούτων δὲ βαρβάρων.
因为据我亲眼所见,在你们这里的不仅有希腊人,不仅有意大利人,也不仅有来自邻近叙利亚、利比亚、奇里乞亚的人,甚至不仅有更远处的埃塞俄比亚人与阿拉伯人,更有巴克特里亚人、斯基泰人、波斯人以及若干印度人,他们每一次都与你们一同观赏,并身处你们之中;因此,当你们或许在聆听某一个琴歌演奏者——而且还是你们所熟知的人——时,你们的喧嚣却为无数并不认识你们的异族所倾听;当你们注视着三四个驭手时,你们自身却被如此之多的希腊人和如此之多的异邦人所注视。
τί οὖν οἴεσθε τούτους ἐπὶ γῆς πέρατα ἐλθόντας λέγειν; οὐχ ὡς πόλιν εἴδομεν τὰ μὲν ἄλλα θαυμαστὴν καὶ τῶν ἀνθρωπίνων θεαμάτων πάντων κρεῖττον θέαμα, κόσμῳ τε ἱερῶν καὶ πλήθει πολιτῶν καὶ τῶν ἐπιτηδείων περιουσίᾳ, πάντα ἀκριβῶς διεξιόντας ὡς ἂν δύνωνται τοῖς αὑτῶν,2 ἃ καὶ μικρὸν ἔμπροσθεν εἶπον, τὰ τοῦ Νείλου καὶ τῆς χώρας καὶ τῆς θαλάττης καὶ τὸ μέγιστον τὴν ἐπιφάνειαν τοῦ θεοῦ· μαινομένην δὲ ὑπὸ ᾠδῆς καὶ δρόμων ἱππικῶν καὶ μηδὲν ἄξιον πράττουσαν ἐν τούτοις ἑαυτῆς; οἱ γὰρ ἄνθρωποι θύοντες μέν εἰσι μέτριοι καὶ βαδίζοντες καθʼ αὑτοὺς καὶ τἄλλα πράττοντες· ὅταν δὲ εἰς τὸ θέατρον εἰσέλθωσιν ἢ τὸ στάδιον, ὥσπερ φαρμάκων αὐτοῖς ἐκεῖ κατορωρυγμένων,3 οὐδὲν οἴδασι τῶν προτέρων οὐδὲ αἰσχύνονται λέγειν ἢ ποιεῖν ὅ, τι ἂν αὐτοῖς ἐπέλθῃ.
那么,你们以为这些人到达大地的尽头后会说些什么呢?难道不是说:“我们见到了一座城邦,就其他方面而言令人赞叹,在神庙的壮丽、公民的众多以及生活物资的充裕上,堪称超越人类一切景致的盛景”——他们会尽可能向自己的同胞巨细靡遗地讲述一切,正如我方才所言及的关于尼罗河、土地、海洋,以及最重要的神明显现——“然而,它却为歌唱与赛马狂乱发疯,在这些事情上毫无半分配得上自身的体统”?因为这些人在献祭、独自行走或操持其余事务时固然是克制自持的;然而一旦步入剧场或赛场,便仿佛有人在地下为他们埋下了迷魂毒咒一般,对往常的体统全然不知,无论心里想到什么,说出来或做出来亦不知羞耻。
τὸ δὲ πάντων χαλεπώτατον, ἐσπουδακότες περὶ τὴν θέαν οὐχ ὁρῶσι καὶ ἀκούειν ἐθέλοντες οὐκ ἀκούουσι, σαφῶς ἐξεστηκότες καὶ παρανοοῦντες, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ παῖδες καὶ γύναια. ἐπειδὰν δὲ παύσηται τὸ δεινὸν καὶ διαλυθῶσι, τὸ μὲν ἀκμαιότερον ἔσβεσται τῆς ταραχῆς· ἔτι δὲ ἔν τε συνόδοις καὶ στενωποῖς μένει καὶ διʼ ὅλης τῆς πόλεως ἐπὶ συχνὰς ἡμέρας· καθάπερ ἐμπρησμοῦ μεγάλου λήξαντος ἰδεῖν ἔστι μέχρι πολλοῦ τήν τε λιγνὺν καὶ μέρη τινὰ φλεγόμενα.
而其中最为可怕的是:他们热切专注于观看,却什么也看不见;极力想要聆听,却什么也听不清,显然已陷入昏乱与癫狂,不仅成年男子如此,甚至连孩童与妇人亦是如此。而当这可怕的狂热平息、众人散去之时,动乱中最激烈的部分固然熄灭了,但其余波仍在各处的聚会与窄巷中滞留,在整个城邦中持续数日之久;正如同大火熄灭之后,人们在很长一段时间内仍能看见浓烟滚滚,某些地方仍在暗自燃烧一样。
καίτοι τάχα ἐρεῖ τις τῶν Περσῶν ἢ τῶν Βακτρίων, ὡς αὐτοὶ μὲν ἴσασιν ἱππεύειν καὶ σχεδὸν ἄριστοι δοκοῦσιν ἱππεῖς· τὸ γὰρ πρᾶγμα ὑπὲρ ἀρχῆς καὶ ἐλευθερίας ἐπιτηδεύουσιν· ἀλλʼ ὅμως οὐδὲν τοιοῦτον πεπόνθασιν· ὑμεῖς δὲ οὐδεπώποτε αὐτοὶ θιγόντες οὐδʼ ἐπιβάντες ἵππων οὐ δύνασθε κατέχειν αὑτοὺς, ἀλλʼ ἐστὲ ὅμοιοι χωλοῖς ὑπὲρ δρόμου ἐρίζουσιν. τοιγαροῦν δειλοὶ ὄντες καὶ ἀστράτευτοι πολλὰς ἤδη νενικήκατε ἱππομαχίας.4
然而,或许波斯人或巴克特里亚人中会有人说,他们自己懂得骑马,且几乎被公认为最优秀的骑手——因为他们是为了统治与自由而研习此道——可他们却从未陷入这般癫狂。而你们,自己从未触碰甚至从未骑过马匹,却无法自制,简直如同为赛跑而争吵的跛子一般。因此,你们虽是怯懦无能且免服兵役之人,却早已赢得了无数场骑兵大战的胜利!
- 32.38ὥσπερ αὐτοὶ ῥέοντες ἀπὸ Αἰθιοπίας
分词 ῥέοντες 为主格阳性复数,与动词 ἐπαίρεσθε 的主语(ὑμεῖς)保持一致,与 ὥσπερ 连用构成假托的比喻:“仿佛你们自己是从埃塞俄比亚流淌下来的一般”。
- 32.41πάντα ἀκριβῶς διεξιόντας ὡς ἂν δύνωνται τοῖς αὑτῶν
分词 διεξιόντας 为宾格阳性复数,与 οἴεσθε 所支配的动词不定式的主语 τούτους 保持呼应。它插入在引述的话语(πόλιν εἴδομεν...)与后文的转折(μαινομένην δέ)之间,表示“尽其所能向同胞详细讲述一切”的伴随情态。
- 32.41ὥσπερ φαρμάκων αὐτοῖς ἐκεῖ κατορωρυγμένων
由名词 φαρμάκων 和完成时被动分词 κατορωρυγμένων 构成的属格绝对结构,经 ὥσπερ 引导表示假设性的比喻原因(“仿佛有人在那里为他们埋下了毒咒一般”,αὐτοῖς 为利益与格/不利与格)。
- 32.43τοιγαροῦν δειλοὶ ὄντες καὶ ἀστράτευτοι πολλὰς ἤδη νενικήκατε ἱππομαχίας
这一句具有强烈的反讽与讥刺意味。演说者通过称这群从未骑马且免服兵役的城邦民众“早已赢得了无数场骑兵大战”,辛辣地嘲笑了他们在看台上为赛马胜负狂乱争吵的滑稽做派。
