- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.32-32.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者告诫亚历山大人,剧场中的放纵与混乱破坏了城邦的公众声誉,并指出亚历山大虽具备绝佳的地理与商业繁盛,但真正的赞誉应当属于城邦公民的德性与秩序,而非物质与规模。
οὐκ ἴστε ὅτι ὥσπερ ἡγεμὼν καὶ βασιλεὺς ὅταν προέλθῃ, τότε σαφέστατα ὁρᾶται καὶ δεῖ μηδὲν ἀγεννὲς μηδὲ αἰσχρὸν ποιεῖν· παραπλησίως καὶ δῆμος, ὅταν εἰς ταὐτὸ προέλθῃ καὶ ἀθρόος γένηται; χρὴ μὲν γὰρ οἶμαι καὶ τὸν ἄλλον χρόνον σωφρονεῖν ὑμᾶς· ἀλλʼ ὅμως ὅ, τι ἂν πράττῃ τις καθʼ αὑτόν, οὐ κοινόν ἐστι τοῦτο οὐδὲ τῆς πόλεως· ἐν τῷ θεάτρῳ δὲ βλέπεται τὸ δημόσιον ἦθος. ὑμεῖς δὲ μάλιστα ἐνταῦθα ἀφυλάκτως ἔχετε καὶ προήσεσθε τὴν δόξαν τῆς πόλεως· ὥσπερ αἱ κακαὶ γυναῖκες, δέον αὐτάς, κἂν οἴκοι μὴ σωφρονῶσιν, ἔξω γε προϊέναι κοσμίως, αἱ δὲ μάλιστα ἐν ταῖς ὁδοῖς ἁμαρτάνουσιν.1
难道你们不知道,正如统治者和君王每当走向公众面前,那时便最为清楚地为人所见,因而绝不应当做出任何卑鄙或可耻之举一样,民众每当汇聚到同一处、聚集为庞大人群时,亦是完全如此吗?因为我认为,你们在其余的时间里固然也应当节制自持;然而,一个人私下所做之事,既非公众之事,亦不属于城邦;但在剧场之中,整个公众的品格便展露无遗。可你们偏偏在此处最无防备,将会抛弃城邦的名声;正如那些恶劣的妇人一样,即便在家中不够贞淑,外出时本应举止端庄,她们却偏偏在街巷中犯下最大的过失。
τί οὖν; τάχα ἐρεῖ τις, τοῦτο μόνον ἁμαρτάνομεν, τὸ φαύλως θεωρεῖν; καὶ περὶ τούτου μόνου λέγεις ἡμῖν, ἄλλο δʼ οὐθέν; δέδοικα ἅμα τὸ περὶ πάντων ἐπεξελθεῖν.
“那么究竟怎样呢?”或许有人会说,“难道我们犯下的过错仅仅是粗俗地观看表演吗?你向我们谈论的就只有这一点,而别无他事吗?”与此同时,我确实害怕逐一去历数所有的过恶。
καὶ μὴν περί γε τῶν ἄλλων τὸ μὲν πάντα ἐπεξελθεῖν, καὶ ταῦτα ἐν ἡμέρᾳ μιᾷ, καὶ τελέως ὑμᾶς ἀναγκάσαι καταγνῶναι τῆς κακίας καὶ τῶν ἁμαρτημάτων οὐ δυνατόν· "οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν,2 φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη· εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι, Διὸς αἰγιόχοιο θυγατέρες, μνησαίαθʼ ὅση κακότης παρὰ πᾶσιν, "οὐχ ὑμῖν μόνοις. αὐτὸ δὲ τοῦτο περὶ οὗ λέγειν ἠρξάμην, ὁρᾶτε ἡλίκον ἐστίν.
况且关于其余的过恶,要彻底历数全部,而且是在短短一日之内,并迫使你们完全承认自己的恶劣与过失,是根本不可能的: “纵使我有十条舌头、十张嘴巴,声音坚不可摧,胸中跳动着青铜的心脏,除非戴着羊皮盾的宙斯之女、奥林匹斯的缪斯们,提醒我所有人类之中的恶劣究竟有多大多深”——而这并非单单存在于你们之中。然而,单单是我开始谈论的这件事本身,你们且看它是何等重大。
ὅπως μὲν γὰρ ἑστιᾶσθε καθʼ ἑαυτοὺς ἢ κοιμᾶσθε ἢ διοικεῖτε τὴν οἰκίαν ἕκαστος οὐ πάνυ δῆλός ἐστιν·3 ὅπως μέντοι θεωρεῖτε καὶ ποῖοί τινες ἐνθάδε ἐστὲ ἅπαντες Ἕλληνες καὶ βάρβαροι ἴσασιν. ἡ γὰρ πόλις ὑμῶν τῷ μεγέθει καὶ τῷ τόπῳ πλεῖστον ὅσον διαφέρει4 καὶ περιφανῶς ἀποδέδεικται δευτέρα τῶν ὑπὸ τὸν ἥλιον.
因为你们各自如何私下宴饮、如何安睡,或者每一个人如何操持家务,并非全然显明;但是你们如何观看表演、在这里又表现为何种模样,所有希腊人与异邦人却都了如指掌。因为你们的城邦在规模与地理位置上极具优势,无可争议地被公认为普天之下的第二大城。
ἥ τε γὰρ Αἴγυπτος, τηλικοῦτον ἔθνος, σῶμα τῆς πόλεώς ἐστι, μᾶλλον δὲ προσθήκη, τοῦ τε ποταμοῦ τὸ ἴδιον τῆς φύσεως παρὰ τοὺς ἄλλους ἅπαντας λόγου μεῖζον, τό τε θαυμαστὸν αὐτοῦ καὶ τὸ ὠφέλιμον, τήν τε θάλατταν τὴν καθʼ ἡμᾶς ἅπασαν ἐκδέχεσθε, κάλλει τε λιμένων καὶ μεγέθει στόλου καὶ τῶν πανταχοῦ γιγνομένων ἀφθονίᾳ καὶ διαθέσει, καὶ τὴν ἔξωθεν ὑπερκειμένην ἔχετε, τήν τε Ἐρυθρὰν καὶ τὴν Ἰνδικήν, ἧς πρότερον τοὔνομα ἀκοῦσαι χαλεπὸν ἦν· ὥστε τὰς ἐμπορίας οὐ νήσων οὐδὲ λιμένων οὐδὲ πορθμῶν τινων καὶ ἰσθμῶν, ἀλλὰ σχεδὸν ἁπάσης τῆς οἰκουμένης γίγνεσθαι παρʼ ὑμῖν. κεῖται γὰρ ἐν συνδέσμῳ τινὶ τῆς ὅλης γῆς καὶ τῶν πλεῖστον ἀπῳκισμένων ἐθνῶν, ὥσπερ ἀγορὰ μιᾶς πόλεως εἰς ταὐτὸ ξυνάγουσα πάντας καὶ δεικνύουσά τε ἀλλήλοις καὶ καθʼ ὅσον οἷόν τε ὁμοφύλους ποιοῦσα.
因为埃及这等幅员辽阔的部族,不过是这座城邦的身躯,甚至不如说是它的附属物;其河流相比于其余一切河流所独具的天性,不仅超出言辞所能形容,其神妙与益处亦是如此;你们凭借优美的港湾、庞大的舰队以及各地产物的丰饶与集散,迎接着我们所居的整片地中海;你们更掌控着横亘于外的海洋,兼具红海与印度洋,从前人们甚至难得听闻其名;以致不仅是岛屿、港口或某些海峡与地峡的贸易,而是几乎整个已知世界的贸易都在你们这里进行。因为这座城邦坐落于整个大地与最远方民族的交通枢纽之上,宛如单一城邦的集市,将众人汇聚于一处,使他们彼此相见,并在可能的限度内使他们宛如同一族类。
ἴσως οὖν χαίρετε ἀκούοντες, καὶ νομίζετε ἐπαινεῖσθαι ταῦτα ἐμοῦ λέγοντος, ὥσπερ ὑπὸ τῶν ἄλλων τῶν ἀεὶ θωπευόντων ὑμᾶς· ἐγὼ δὲ ἐπῄνεσα ὕδωρ καὶ γῆν καὶ λιμένας καὶ τόπους καὶ πάντα μᾶλλον ἢ ὑμᾶς. ποῦ γὰρ εἶπον ὥς ἐστε φρόνιμοι καὶ σώφρονες καὶ δίκαιοι; οὐχὶ τἀναντία τούτων; ἔστι γὰρ ἀνθρώπων ἔπαινος εὐταξία, πρᾳότης, ὁμόνοια, κόσμος πολιτείας, τὸ προσέχειν τοῖς ὀρθῶς λέγουσι, τὸ μὴ πάντοτε ζητεῖν ἡδονάς. ἀναγωγαὶ δὲ καὶ κατάρσεις καὶ πλήθους ὑπερβολὴ καὶ ὠνίων καὶ νεῶν πανηγύρεως καὶ λιμένος καὶ ἀγορᾶς ἐστιν ἐγκώμιον, οὐ πόλεως·
因此,或许你们听了会感到高兴,并以为在我说这些话时受到了称赞,就像受到其他那些一味奉承你们的人称赞一样。但我称赞的不过是水土、港湾、地理位置,以及除你们之外的一切事物。因为我何曾说过你们是明智、节制而正直的呢?难道说的不是恰恰相反吗?因为对人类的称赞,乃是秩序、温和、同心协力、城邦的庄重体面、倾听正言,以及不一味沉溺于享乐。至于船只的启航与靠泊,以及人群、货物与舟船的极度充盈,那不过是对一场盛会、一座港口和一个集市的赞颂,而不是对城邦的赞颂。
- 32.32δέον αὐτάς, κἂν οἴκοι μὴ σωφρονῶσιν, ἔξω γε προϊέναι κοσμίως, αἱ δὲ μάλιστα ἐν ταῖς ὁδοῖς ἁμαρτάνουσιν
此处使用了非人称动词 δεῖ 的绝对宾格分词 δέον(意为“本应当……”),引导一个含有让步意味的分词结构。随后句子并未遵循常规从属语法收束,而是通过破格结构(句式脱节)转入由 αἱ δὲ 引导的独立主句,以此尖锐对比私下的放荡与公共场合本应持有的端庄要求。
- 32.34οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν
此句戏仿了荷马《伊利亚特》卷二“战船名册”开篇(2.489以下)的名句。演说者将原诗中去往特洛伊的人数替换为“所有人类之中的恶劣究竟有多大多深”(ὅση κακότης παρὰ πᾶσιν),利用条件从句中的祈愿语气(εἰ ... εἶεν ... μνησαίαθʼ),以史诗般的语调夸张地表现民众过恶之繁多深重。
- 32.35ἕκαστος οὐ πάνυ δῆλός ἐστιν
此处采用了人称结构来替代非人称句式 οὐ πάνυ δῆλόν ἐστιν(“……并非全然显明”)。从句的主语 ἕκαστος 被提升为主句表语形容词 δῆλος 的主语,形成主格牵引,从而突出了每个人私下行事的隐蔽性与剧场公共行为的显白性之间的反差。
- 32.35πλεῖστον ὅσον διαφέρει
成语性副词短语 πλεῖστον ὅσον(字面意为“如最大量那般多”),意为“极其”、“最大程度地”(类似于拉丁语中的 sane quam 或 quantum potest),在句中作状语修饰动词 διαφέρει(“卓越”、“超群”),表示程度的无以复加。
