- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.25-32.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者将民众比作强大的统治者,对比了宛如贤君的温良民众与宛如怪兽的狂暴民众,并促请亚历山大听众省察自己在当下肃静自持与在观看赛戏时丑态百出之间的鲜明反差。
σαφέστερον δʼ ὑμῖν, εἰ βούλεσθε, διελεύσομαι περὶ δήμου φύσεως, τοῦτʼ ἔστι περὶ ὑμῶν αὐτῶν. καὶ γὰρ ἕν τι τῶν χρησίμων ἐστὶ καὶ μᾶλλον ἂν ὑμᾶς ὠφελήσειεν ἢ περὶ οὐρανοῦ καὶ γῆς εἰ λέγοιμι. φημὶ δὴ δῆμον ἐοικέναι μάλιστα ἀνδρὶ δυνάστῃ καὶ σφόδρα ἰσχυρῷ, μεγάλην τινὰ ἐξουσίαν καὶ ῥώμην ἔχοντι, καὶ τοσούτῳ μείζονι δυνάστῃ καὶ ἄρχοντι πλεόνων, ὅσῳπερ ἂν αὐτὸς ᾖ πλείων ὁ δῆμος καὶ πόλεως γενναιοτέρας.
然而,倘若你们愿意,我将向你们更清楚地阐明民众的本性,也就是说,阐明你们自己的本性。因为这确实是一件有益之事,且比起我谈论天地来,更能使你们获益。我断言,民众最像一个强有力的统治者,极其强健,拥有巨大的权柄与力量;且民众本身人数越是众多、所属城邦越是高贵,他便越是一个更伟大的统治者,统治着更多的人。
ἐκείνων μὲν οὖν εἰσι βασιλεῖς,1 θεοὶ ἐπὶ σωτηρίᾳ κοινῇ γεγονότες, κηδεμόνες ὄντως καὶ προστάται χρηστοὶ καὶ δίκαιοι, τῶν μὲν ἀγαθῶν ἑκούσιοι ταμίαι, τῶν δὲ χαλεπῶν σπανίως μεταδιδόντες καὶ κατὰ ἀνάγκην, κόσμῳ πόλεων ἡδόμενοι. οἱ δὲ τοὐναντίον σκληροὶ καὶ ἄγριοι τύραννοι, χαλεποὶ μὲν ἀκοῦσαι, χαλεποὶ δὲ συμβαλεῖν· τούτων ἡ μὲν ὀργὴ πρὸς πάντα ἕτοιμος, ὥσπερ θηρίων ἀνημέρων, τὰ δὲ ὦτα ἐμπέφρακται, καὶ πάροδος οὐκ ἔστιν εἰς αὐτὰ λόγοις ἐπιεικέσιν, ἀλλὰ κολακεία καὶ ἀπάτη κρατεῖ παρʼ αὐτοῖς.
在那些统治者之中,有些人是真正的君王,如同神明降世为了众人的共同福祉,是名副其实的保护者、仁善而公正的守护者,乐意施予恩惠,极少在必要时才分予严酷之物,并以城邦的秩序井然为乐。但相反,另一些人则是冷酷野蛮的僭主,难以顺从其耳,亦难以与之交涉;他们的愤怒随时针对一切而发,犹如未驯的野兽,其双耳闭塞,公允的言论无从进入,而在他们身旁得势的唯有奉承与欺瞒。
ὁμοίως δὲ καὶ δῆμος ὁ μέν τις εὐγνώμων καὶ πρᾷος καὶ γαληνὸς ὄντως, οἷος γεύσασθαι παρρησίας καὶ μὴ πάντα ἐθέλειν τρυφᾶν, ἐπιεικής, μεγαλόφρων, αἰδούμενος τοὺς ἀγαθοὺς καὶ ἄνδρας καὶ λόγους, τοῖς νουθετοῦσι καὶ διδάσκουσι χάριν εἰδώς· ὃν ἐγὼ τίθημι τῆς θείας καὶ βασιλικῆς φύσεως, καὶ προσιέναι φημὶ καὶ διαλέγεσθαι τούτῳ πρέπειν, καθάπερ ἵππον γενναῖον ἐξ ἡνίας εὐτελοῦς πρᾴως ἄγοντα, οὐδὲν δεόμενον ψαλίων.2
同样,民众也是如此:一种民众通情达理、温和,且真正平静祥和,能够领略坦率直言的滋味,而不愿一味耽于放纵;他们宽厚沉稳、心胸恢弘,既敬重善人亦敬重良言,向劝诫与教导他们的人心怀感激。我将这样的民众归入神圣而具有王风的一类,并认为走近他们、与他们交谈是适宜的,恰如人用简陋的缰绳温和地牵引一匹良马,全然无须动用马嚼子。
οἱ δὲ πλείους θρασεῖς καὶ ὑπερήφανοι, δυσάρεστοι πρὸς ἅπαντα, ἁψίκοροι, τυράννοις ὅμοιοι καὶ πολὺ χείρους· οἷα δὴ τῆς κακίας αὐτῶν οὔσης οὐ μιᾶς οὐδὲ ἁπλῆς, ἀλλὰ συμπεφορημένης ἐκ μυρίων· ὥστε πάνυ ποικίλον τε καὶ δεινὸν εἶναι θηρίον, οἷα ποιηταὶ καὶ δημιουργοὶ πλάττουσι Κενταύρους τε καὶ Σφίγγας καὶ Χιμαίρας, ἐκ παντοδαπῶν φύσεων μίαν μορφὴν εἰδώλου ξυντιθέντες. τῷ δὲ τοιούτῳ τέρατι ξυμπλέκεσθαι καὶ ὁμόσε ἰέναι μαινομένου τινὸς ἀληθῶς ἔργον ἢ σφόδρα ἀνδρείου καὶ πτηνοῦ, Περσέως ἢ Βελλεροφόντου.
然而多数民众却盲动自大,对一切皆难取悦,喜怒无常,不仅酷似僭主,且远比僭主更为恶劣。因为他们的恶劣并非单一或纯粹的,而是汇聚了千万种恶毒;以致它成了一头极其复杂且可怖的怪兽,正如诗人和工匠将各色各样的本性熔铸为一个幻象的形体,从而塑造出半人马、斯芬克斯和喀迈拉一样。而要与这样一头怪物纠缠搏斗、正面迎击,实乃某个疯人所为,抑或是极其英勇且生有双翼之人所为,如同珀耳修斯或柏勒洛丰。
τὸν οὖν τῶν Ἀλεξανδρέων δῆμον τὸν ἄπειρον, ὥς φασι, τῆς ποίας μερίδος θῶμεν; ἐγὼ μὲν γὰρ ὡς τῆς βελτίονος οὖσιν ὑμῖν παρέσχηκα ἐμαυτόν· ἴσως δὲ καὶ ἄλλος προαιρήσεται τῶν ἐμοῦ κρειττόνων. καὶ μὴν οὐδὲν ἂν ἔχοιτε θέαμα κάλλιον καὶ παραδοξότερον αὑτῶν σωφρονούντων καὶ προσεχόντων. θεῖον γὰρ δὴ καὶ σεμνὸν ἀληθῶς καὶ μεγαλοπρεπὲς δήμου πρόσωπον πρᾷον καὶ καθεστηκὸς καὶ μήτε γέλωτι σφοδρῷ καὶ ἀκολάστῳ βρασσόμενον μήτε θορύβῳ συνεχεῖ καὶ ἀτάκτῳ τεταραγμένον, ἀλλʼ ἀκοὴ μία τοσοῦδε πλήθους.
那么,人们所说的这浩大无边、不可胜数的亚历山大民众,我们究竟应当将其归入哪一类呢?就我而言,我是将你们视作属于那更好的一类,才把自己呈献在你们面前的;或许那些胜过于我的人中,也会有人作出同样的选择。实际上,绝不会有任何景象比你们克制内敛、凝神专注时更为美好与令人惊叹。因为一个温和镇定、既不被剧烈放纵的笑声所颠簸、亦不被持续混乱的喧嚣所搅扰、而是这般庞大的人群完全化为一只倾听之耳的民众面貌,确乎是神圣、庄严而雄浑壮丽的。
ἴδετε δὲ αὑτοὺς ἐν τῷ παρόντι καὶ ὅταν τὰ συνήθη θεωρῆτε, οἷοί ἐστε. ἐμοὶ γὰρ νῦν μὲν ἀξιοθέατοι δοκεῖτε εἶναι καὶ ἰδιώταις καὶ βασιλεῦσι, καὶ οὐδείς ἐστιν ὃς οὐκ ἂν εἰσελθὼν καταπλαγείη τε ὑμᾶς καὶ τιμήσειεν· ἐν δὲ ταῖς ἄλλαις σπουδαῖς, ὅταν ὑμῖν ἐμπέσῃ τὸ τῆς ἀταξίας πνεῦμα, ὥσπερ ἂν τραχὺς ἄνεμος κινήσῃ θάλατταν ἰλυώδη καὶ ῥυπαράν, ἀτεχνῶς οἶμαι καθʼ Ὅμηρον ὁρᾶται ἀφρός τε καὶ ἄχνη καὶ φυκίων πλῆθος ἐκχεομένων·
请看一看此时此刻的你们,再看一看你们观看惯常的表演时又是何等模样。在我看来,现在的你们无论在平民还是在君王眼中,都显得值得一看,没有谁走进来会不感到震撼并心生敬重;然而在你们其他的狂热之中,每当混乱的风气降临你们身上,就宛如狂风掀动泥泞污浊的大海,我想这简直正如荷马所言,人们只见泡沫、浪花与大量翻涌倾泻的海藻。
ὡσαύτως δὴ καὶ παρʼ ὑμῖν σκώμματα, πληγαί, γέλως. τίς ἂν οὖν τοὺς οὕτω διακειμένους ἐπαινέσειεν; οὐ γὰρ διὰ τοῦτο καὶ τοῖς ἄρχουσιν εὐτελέστεροι φαίνεσθε; καὶ πρότερόν τινα εἰρηκέναι φασί· τὸ δὲ Ἀλεξανδρέων πλῆθος τί ἂν εἴποι τις, οἷς μόνον δεῖ παραβάλλειν τὸν πολὺν ἄρτον· οὕτω γὰρ εἰρῆσθαι πολὺ βέλτιον· καὶ θέαν ἵππων· ὡς τῶν γε ἄλλων οὐδενὸς αὐτοῖς μέλει. οὐ γὰρ ὑμεῖς μέν, ἄν τις ἀσχημονῇ τῶν μειζόνων ἐν τῷ μέσῳ πάντων ὁρώντων, καταφρονήσετε αὐτοῦ καὶ νομιεῖτε οὐδενὸς ἄξιον, κἂν μυριάκις ὑμῶν ἔχῃ τινὰ ἐξουσίαν, αὐτοὶ δὲ δύνασθε σεμνοὶ δοκεῖν καὶ σπουδαῖοι τοιαῦτα πράττοντες.3
同样,在你们之中也充斥着嘲笑、斗殴与喧笑。那么,谁会称赞处于这种状态的人呢?难道你们在统治者眼中显得更为下贱卑微,不正是由于这个缘故吗?据说从前有人曾说过:“关于亚历山大的这帮群氓,人们还能说什么呢?只需向他们抛出大量的面包——这样说要贴切得多——以及赛马表演,因为对于其余的一切,他们根本毫不关心。”因为,倘若显贵之人在众人注视的公众场合举止失态,你们便会鄙视他,即便他一万次拥有支配你们的某种权柄,你们也视他为一文不值;难道你们在做出这等丑态时,自己却还能显得庄重而严肃吗?
- 32.26ἐκείνων μὲν οὖν εἰσι βασιλεῖς
代词 ἐκείνων 为部分属格,指代前一句中提及的统治者们(ἀνδρὶ δυνάστῃ ... ἄρχοντι πλεόνων),意为“在那些统治者之中,有些人是君王……”。它与后文的 οἱ δέ 相对照,引出统治者(及民众)区分为“君王”与“僭主”的两大类别。
- 32.27καθάπερ ἵππον γενναῖον ἐξ ἡνίας εὐτελοῦς πρᾴως ἄγοντα, οὐδὲν δεόμενον ψαλίων
宾格分词 ἄγοντα 作为不定式 προσιέναι 和 διαλέγεσθαι 的逻辑主语(泛指“人牵引……”)。ἵππον 是其宾语,而 δεόμενον 是修饰 ἵππον 的宾格分词。整体构成明喻:“正如人以简陋的缰绳温和地牵引一匹良马,而马全然无须嚼子一样”。
- 32.31οὐ γὰρ ὑμεῖς μέν, ἄν τις ἀσχημονῇ τῶν μειζόνων ἐν τῷ μέσῳ πάντων ὁρώντων, καταφρονήσετε αὐτοῦ καὶ νομιεῖτε οὐδενὸς ἄξιον, κἂν μυριάκις ὑμῶν ἔχῃ τινὰ ἐξουσίαν, αὐτοὶ δὲ δύνασθε σεμνοὶ δοκεῖν καὶ σπουδαῖοι τοιαῦτα πράττοντες
句首的否定词 οὐ 统摄整句,构成反问句。结构骨架由 μέν 和 δέ 形成鲜明对比:“一方面(μέν),若显贵者失态,你们便会鄙视他……另一方面(δέ),你们自己做着这等事,难道还能显得庄重而严肃吗?”主节动词前半部分为 καταφρονήσετε 和 νομιεῖτε,后半部分为 δύνασθε。
