- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.19-32.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者感叹城邦缺乏懂得言论医治之法的人,并表明尽管直面喧闹的暴民在无乐歌的情况下极其艰难,但他受神意鼓舞毅然前来,敦促大众耐心倾听到底。
κινδυνεύει μέντοι πολλή τις εἶναι σπάνις ὑμῖν τῶν τὸ ὕστερον ἐπισταμένων.1 οὔτε γὰρ χρήματα αὐτοῖς οὔτε δύναμις περιγίγνεται διὰ τούτου, ἀλλʼ ἀπέχθεια μᾶλλον καὶ λοιδορία καὶ προπηλακισμός· ὧν ἴσως οὐκ ἔδει φροντίζειν·2 τοιγαροῦν διὰ τὴν ἐκείνων ἀναχώρησιν καὶ σιωπὴν ἐρίδων ὑμῖν φύεται πλῆθος καὶ δικῶν καὶ βοὴ τραχεῖα καὶ γλῶτται βλαβεραὶ καὶ ἀκόλαστοι, κατήγοροι, συκοφαντήματα, γραφαί, ῥητόρων ὄχλος, καθάπερ οἶμαι δι’ ἔνδειαν ἰατρῶν ἢ ἀπειρίαν πλείους οἱ θάπτοντες γίγνονται.
然而,在你们之中懂得后一种方法的人,似乎极度缺乏。因为他们无法借此获得财富或权力,反而招致怨恨、辱骂与凌辱——对于这些,他们或许本不该放在心上。因此,正是由于他们的隐退与沉默,你们中间滋生出大量的争斗与诉讼、刺耳的喧嚣、有害而放纵的言辞、告发者、诬告、起诉以及成群的演说家——正如同我认为,由于医生的缺乏或无能,出殡送葬的人便会增多一样。
καὶ τούτων ἐν ἀρχῇ μὲν ᾐτιασάμην τοὺς μὴ παριόντας εἰς τὸ πλῆθος μηδὲ τολμῶντας ὑμῖν διαλέγεσθαι, ἀλλὰ σεμνοὺς μὲν εἶναι βουλομένους, ἀνωφελεῖς δʼ ὁρωμένους καὶ ὁμοίους τοῖς ἀγεννέσι τῶν ἀθλητῶν, οἳ τὰς παλαίστρας ἐνοχλοῦσι καὶ τὰ γυμνάσια χειρονομοῦντες καὶ παλαίοντες, εἰς δʼ τὸ στάδιον οὐκ ἐθέλουσιν ἰέναι, τὸν ἥλιον καὶ τὰς πληγὰς ὑφορώμενοι. τὸ μέντοι πρᾶγμα δυσχερὲς ὄντως καὶ διʼ ὑμᾶς. οὐ γὰρ ῥᾴδιον ἐνεγκεῖν τοσοῦδε πλήθους θόρυβον οὐδὲ μυριάσιν ἀνθρώπων ἀπείροις ἐναντίον βλέψαι χωρὶς ᾠδῆς καὶ κιθάρας. τοῦτο μὲν γὰρ ἀλεξιφάρμακόν ἐστι πρὸς τὸν δῆμον ὑμῶν, καθάπερ στέαρ φασὶν ἐνίων ζῴων ὠφελεῖν πρός τι τῶν χαλεπῶν.
关于这些,我起初责怪那些不肯走到群众面前、不敢与你们交谈的人,他们只想保持威严,却被视为毫无用处,恰如那些卑劣的运动员,在摔跤场和健身房里比划拳脚、相互角力以扰乱视听,却因畏惧烈日与击打而不肯踏入竞技场。然而,事情的艰难确实也在于你们。因为若没有歌声与琴音,要忍受如此众多人群的喧嚣,要直面成千上万、不可胜数的人,绝非易事。因为这正是针对你们这帮民众的解药,正如人们所说某些动物的油脂对某种重疾有益一样。
ἐγὼ γοῦν, εἰ ἦν ᾠδικός, οὐκ ἂν δεῦρο εἰσῆλθον δίχα μέλους τινὸς ἢ ᾅσματος. νῦν δὲ τούτου μὲν ἀπορῶ τοῦ φαρμάκου· θεὸς δʼ, ὅπερ ἔφην, θαρρῆσαί μοι παρέσχεν, "ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκης ῥηιδίως, τοτὲ δʼ αὐτὸς ἐποτρύνει καὶ ἀνώγει." εἰ οὖν τὰ τοῦ Ἑρμοῦ ἔπη κἀγὼ λέγοιμι πρὸς ὑμᾶς, ὡς ἐκεῖνος ἐν Ὀδυσσείᾳ πεποίηται Καλυψοῖ ἀπολογούμενος ὑπὲρ τῆς ἀγγελίας, ἣν ἀηδῆ οὖσαν ἐκόμιζε, τάχʼ ἂν ληρεῖν με φαίητε, ῥητέα δʼ ὅμως· "Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα· τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις. "
至少就我而言,倘若我通晓歌艺,绝不会不带任何曲调或歌曲就走进这里。但如今我缺乏这种药物;然而如我所言,神明赐予了我勇气,“他既能使勇猛的男子惊恐,轻而易举夺去胜利,有时又亲自激励并驱使他前行。” 因此,倘若我也向你们说出赫尔墨斯的话——正如他在《奥德赛》中被描写为向卡吕普索就自己所传达的令人不快的使命进行辩解时那样——你们或许会说我是在胡言乱语,但这些话仍然必须说出: “宙斯命令我违背己愿来到这里;谁又会自愿跨越如此浩瀚无际的咸涩水域?附近甚至没有一座凡人的城邦。”
ἐκεῖνος μὲν θεὸς ὢν καὶ πετόμενος δυσχεραίνει τὰ κύματα καὶ τὸ πέλαγος καὶ τὴν μεταξὺ τῶν πόλεων ἀνθρώπων ἐρημίαν· ἐγὼ δὲ ἄνθρωπος οὐδεὶς οὐδαμόθεν ἐν τριβωνίῳ φαύλῳ μήτε ᾅδειν ἡδὺς μήτε μεῖζον ἑτέρου φθεγγόμενος, οὐκ ἄρα ἔδεισα3 τὸν ὑμέτερον θροῦν οὐδὲ τὸν γέλωτα οὐδὲ τὴν ὀργὴν οὐδὲ τοὺς συριγμοὺς οὐδὲ τὰ σκώμματα, οἷς πάντας ἐκπλήττετε καὶ πανταχοῦ πάντων ἀεὶ περίεστε καὶ ἰδιωτῶν καὶ βασιλέων; καὶ ταῦτα ἀκούων Ὁμήρου τε καὶ τῶν ἄλλων ποιητῶν ὑμνούντων ἀεὶ τὸν ὄχλον ὡς χαλεπόν τε καὶ ἀπειθῆ καὶ πρὸς ὕβριν ἕτοιμον, τοῦ μὲν οὕτω λέγοντος·
那位赫尔墨斯身为神明且生有双翼飞翔,尚且厌弃波涛、远海以及城邦之间荒无人烟的旷野;而我不过是一个身披粗陋斗篷、来自无名之处的无名之辈,既不擅唱出动听之歌,声音也不比常人更宏亮,难道我就不该惧怕你们的喧闹、嘲笑、愤怒、嘘声和嘲弄吗?你们正是用这些使所有人惊骇,且在各处始终压倒所有人,无论是平民还是君王。况且我还听见荷马以及其他诗人们始终将群氓描绘为难以应付、不听劝导且动辄凌辱于人,其中一人这样说道:
"κινήθη δʼ ἀγορή, ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων·" ἑτέρου δὲ πάλιν αὖ, "δῆμος ἄστατον κακόν, καὶ θαλάσσῃ πάνθʼ ὅμοιον ὑπʼ ἀνέμου ῥιπίζεται. καὶ γαληνὸς εντηχω παν πνεῦμα βραχὺ κορύσσεται. κἄν τις αἰτία γένηται, τὸν πολίτην κατέπιεν. "
“民众大会骚动起来,宛如伊卡里亚海辽阔的波涛,由东风与南风从父神宙斯的云层中冲出而激起;”另一位诗人则又说道: “民众是动荡不定的祸害,完全像大海一样被狂风掀动。哪怕在平静之时,也会因每一丝微风而翻卷浪花。一旦有了任何借口,就会将公民吞噬。”
τάχʼ ἂν οὖν καὶ ὑμεῖς ἐμὲ τῷ θορύβῳ καταπίοιτε καὶ τῇ ταραχῇ, βουλόμενον ὑμᾶς ὠφελεῖν. μείναντες δὲ καὶ ἀκούσαντες διὰ τέλους πᾶσι θαυμαστοὶ δόξετε, καὶ οὐ μόνον κρουμάτων ἔμπειροι καὶ ὀρχημάτων, ἀλλὰ καὶ λόγων φρονίμων, ἵνα κἀμοὶ πρὸς τούς αἰτιωμένους καὶ καταγιγνώσκοντας, ὅτι δεῦρο εἰσῆλθον, ᾖ δικαίως ἀπολογεῖσθαι·4 αἰτιάσονται γάρ, εὖ ἴστε, καὶ φήσουσι δοξοκόπον εἶναι καὶ μαινόμενον, ὅστις ἐμαυτὸν ὄχλῳ καὶ θορύβῳ παρέβαλον· ὅπως οὖν ἔχω λέγειν ὅτι οὐ πᾶν πλῆθος ἀσελγές ἐστιν οὐδὲ ἀνήκοον, οὐδὲ ἀπὸ παντὸς δεῖ τοὺς πεπαιδευμένους φεύγειν.
因此,尽管我一心想要造福你们,你们或许也会用喧闹与混乱将我吞噬。但若你们能留下来并倾听到底,你们在所有人眼中都将显得令人赞叹,不仅精通乐器奏鸣与舞蹈,而且精通明智的言辞,从而使我也能向那些因我走进这里而责怪和谴责我的人作出正当的辩护;因为你们应当深知,他们必会责怪我,说我是一个沽名钓誉、狂悖发疯之人,竟将自己投掷于暴民与喧嚣之中;这样我便能够说明:并非所有的民众都是放肆放荡、不可理喻的,受过教养的人也并非必须避开所有的群众。
- 32.19τῶν τὸ ὕστερον ἐπισταμένων
中性宾格短语 τὸ ὕστερον 实词化,指代前文所述的两种医治邪恶的方式中的“后一种”(即通过言论与说服来抚慰心灵)。属格分词短语 τῶν... ἐπισταμένων 作 σπάνις 的宾格性属格(“懂得……之人的缺乏”)。
- 32.19ὧν ἴσως οὐκ ἔδει φροντίζειν
关系代名词 ὧν 指向前文的一组名词(ἀπέχθεια, λοιδορία, προπηλακισμός),作动词 φροντίζειν 所支配的属格宾语。未完成时 ἔδει 带有过去未履行的义务或反事实的判断意味(“他们本不该把这些放在心上,然而实际上却退缩了”)。
- 32.22οὐκ ἄρα ἔδεισα
由 οὐκ 配合推论小词 ἄρα 构成的修辞性反问:“(赫尔墨斯身为神明尚且嫌恶大海荒野,那我这个凡人)难道就不该害怕你们的喧闹吗?(自然是理当畏惧的)”。它构成了前面由 ἐκεῖνος μὲν... ἐγὼ δὲ... 所建立的强烈对比的结论部分。
- 32.24ἵνα κἀμοὶ ... ᾖ δικαίως ἀπολογεῖσθαι
在 ἵνα 引导的目的从句中,与格 κἀμοί(即 καὶ ἐμοί)与非人称用法的虚拟式 ᾖ(相当于 ἔξεστι,“有可能/得以”)结合,支配不定词 ἀπολογεῖσθαι,构成“以便我也能够正当地进行辩护”的结构。它与下文的 ὅπως οὖν ἔχω λέγειν(“以便我能够说明”)在逻辑上紧密相连。
