- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.160-31.165
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者将罗德岛与其他失去昔日威严的希腊城邦相对比,指出唯有罗德岛人留存着希腊真正的尊严,并敦促他们在和平时期也要恪守公民美德与礼度。
ἀλλʼ οἱ λίθοι μᾶλλον ἐμφαίνουσι τὴν σεμνότητα καὶ τὸ μέγεθος τῆς Ἑλλάδος καὶ τὰ ἐρείπια τῶν οἰκοδομημάτων· ἐπεὶ αὐτούς γε τοὺς ἐνοικοῦντας καὶ τοὺς πολιτευομένους οὐκ ἂν εἴποι τις οὐδὲ Μυσῶν ἀπογόνους· ὥστε ἔμοιγε δοκοῦσι τῶν οὕτως οἰκουμένων αἱ τελέως ἀνῃρημέναι πόλεις κρεῖττον ἀπαλλάττειν. ὑγιὴς γὰρ ἡ τούτων μνήμη μένει, καὶ τὸ ὄνομα διʼ οὐθὲν ὑβρίζεται τῶν πρότερον καλῶν· ὥσπερ οἶμαι καὶ τῶν τεθνεώτων τῷ παντὶ βέλτιον τὰ σώματα ἀνῃρῆσθαι καὶ μηδένα ὁρᾶν ἢ φαίνεσθαι σηπόμενα.
倒是那些石头和建筑物的废墟,更能彰显希腊的尊严与伟大;因为至于那些实际居住其中并执掌国政的人,人们甚至不能称他们为密细亚人的后裔。因此在我看来,那些彻底毁灭的城邦倒比这般有人居住的城邦境遇更好。因为前者的记忆得以健全地留存,其名声也不会因任何昔日的美好事物而蒙受侮辱;正如我认为对于死者而言,遗体被收殓安葬而不为人所见,远比显露出来任其腐烂要好得多。
καὶ ταῦτα μὲν ἴσως πλείω τῶν εἰκότων ἐπῆλθέ μοι μνησθέντι τῆς ὅλης καταστάσεως. ἐκεῖνο δʼ ὑμῖν ἐβουλόμην ποιῆσαι φανερόν, ὅτι μόνοι καταλείπεσθε τῶν Ἑλλήνων, οἷς ἂν καὶ παραινέσαι τις καὶ περὶ ὧν ἔστιν ἔτι λυπηθῆναι δοκούντων ἁμαρτάνειν.1 εἰκότως ἂν οὖν πρόσχοιτε αὑτοῖς καὶ πάντα τὰ τοιαῦτα ἐξετάζοιτε ἀκριβέστερον τῶν προγόνων. ἐκείνοις μὲν γὰρ ἐν πολλοῖς ὑπῆρχεν ἑτέροις ἡ τῆς ἀρετῆς ἐπίδειξις, ἐν τῷ προεστάναι τῶν ἄλλων, ἐν τῷ βοηθεῖν τοῖς ἀδικουμένοις, ἐν τῷ συμμάχους κτᾶσθαι, πόλεις οἰκίζειν, νικᾶν πολεμοῦντας·
这些想法,或许是在我思及整个时局时超出分寸地涌上我心头的。但我原本想向你们表明的是,在全体希腊人之中,仅存你们是人们甚至还会加以规劝、并且在被认为犯下过失时还能够为之痛心的。因此,你们理应关注自身,并比祖先更加严格地审视所有这类事情。因为对祖先而言,展示美德的机会存在于许多其他方面:居于他人之首、援助遭受不公之人、结交盟友、建立城邦、在战事中克敌制胜。
ὑμῖν δὲ τοιοῦτον μὲν οὐθὲν πράττειν ἔνεστι, καταλείπεται δʼ οἶμαι τὸ ἑαυτῶν προεστάναι καὶ τὴν πόλιν διοικεῖν καὶ τὸ τιμῆσαί τινα καὶ κροταλίσαι μὴ τοῖς πολλοῖς ὁμοίως καὶ τὸ βουλεύσασθαι καὶ τὸ δικάσαι καὶ τὸ τοῖς θεοῖς θῦσαι καὶ τὸ ἄγειν ἑορτήν· ἐν οἷς ἅπασιν ἔστι βελτίους τῶν ἄλλων φαίνεσθαι. τοιγάρτοι καὶ τὰ τοιαῦτα ὑμῶν ἐπαίνου τυγχάνει, καὶ γιγνώσκεται παρὰ πᾶσιν οὐχ ὡς μικρά, τὸ βάδισμα, ἡ κουρά, τὸ μηδένα σοβεῖν διὰ τῆς πόλεως, ἀναγκάζεσθαι δὲ διὰ τὴν ὑμετέραν συνήθειαν καὶ τοὺς ἐπιδημοῦντας ξένους καθεστώτως πορεύεσθαι· καθάπερ οἶμαι καὶ τοὺς ἀγροίκους ἰδεῖν ἔστιν, ὅταν εἰς παλαίστραν ἢ γυμνάσιον ἔλθωσιν, ἧττον ἀρρύθμως κινουμένους·
但对你们而言,做任何这类事情都是不可能的;我认为所剩下的,乃是管理自身、治理城邦、不流于俗众地尊崇某人并为之喝彩、商议政事、主持审判、祭祀神明以及举办节日庆典;在所有这些事情上,都能够显出你们胜过他人。正因如此,你们的这些品行才博得赞赏,并在所有人当中被公认为绝非微不足道:你们的步态、你们的发式、城中无人横冲直撞、以及由于你们的习俗,连客居此地的异邦人也被迫举止沉稳庄重;正如我认为人们也可以看到乡野村夫进入摔跤场或体育馆时,举动也会变得不那么失仪一样。
ἔτι πρὸς τούτοις τῆς ἐσθῆτος ὁ τρόπος, τὸ ἴσως ἄν τινι γελοῖον φανέν, τῆς πορφύρας τὸ μέτρον· τὰ φανερώτερα ἤδη, τὸ μεθʼ ἡσυχίας θεωρεῖν, ὁ ποππυσμός· πάντα ταῦτα σεμνὴν τὴν πόλιν ποιεῖ, διὰ ταῦτα τῶν ἄλλων διαφέρειν δοκεῖτε, ἐπὶ τούτοις ἅπασι θαυμάζεσθε, ἀγαπᾶσθε· τῶν λιμένων, τῶν τειχῶν, τῶν νεωρίων μᾶλλον ὑμᾶς κοσμεῖ τὸ ἐν τοῖς ἔθεσιν ἀρχαῖον καὶ Ἑλληνικόν, τὸ παρʼ ὑμῖν μὲν ὅταν τις γένηται, εὐθὺς αὐτὸν ἀποβάντα εἰδέναι, κἂν τύχῃ βάρβαρος ὤν, ὅτι οὐ πάρεστιν εἴς τινα πόλιν τῆς Συρίας ἢ τῆς Κιλικίας· παρʼ ἄλλοις δὲ ἂν μή τις ἀκούσῃ τοῦ τόπου τὸ ὄνομα, φέρε εἰπεῖν ὅτι καλεῖται Λύκειον ἢ Ἀκαδήμεια, μηθὲν διαφέρειν.2
除此之外,还有服饰的风度,以及——在某些人看来或许显得可笑的——紫袍用料的节制;还有那些更为明显的事物:安静地观看演出、以咂舌声表示节制的喝彩;所有这些都使城邦显得庄严;因着这些,你们被认为与众不同;因着所有这些,你们为人称羡、受人爱戴。比起港口、城墙和造船厂,更让你们增光添彩的是你们风俗中那种古老而希腊式的特质:每当有人来到你们这里,哪怕碰巧是个异族人,一登岸便立刻知道自己并非置身于叙利亚或基利家的某座城邦;而在其他城邦,若非听人说起那地方的名字——比方说叫作吕刻昂或阿卡德米——便毫无区别。
τίνος οὖν χάριν ταῦτα παυόμενος ἤδη λέγω καὶ τί δηλῶσαι βουλόμενος; ὅτι τοσούτῳ μᾶλλον ὑμᾶς φιλοτιμεῖσθαι δεῖ καὶ μηθὲν παραπέμπειν τῶν γιγνομένων. κἂν οὕτως ἔχητε ἐν ἅπασιν οἷς πράττετε, ἴσως οὐθὲν δόξετε κακίους εἶναι τῶν προγόνων. τὸ γὰρ ἐν τοιαύτῃ καταστάσει διαφυλάττειν ἑαυτοὺς καὶ μένειν ἐπὶ τοῦ τῆς ἀρετῆς σχήματος θαυμαστὸν ἔμοιγε δοκεῖ·
那么,在我即将结束演说之际,我为何要讲这些,又意欲阐明什么呢?那就是你们越发应当崇尚荣誉,绝不可对正在发生的事情等闲视之。如果你们在自己所行的一切事上都抱持这种态度,或许便不会被认为有丝毫逊色于祖先。因为在如此时局下保全自身并坚守美德的仪态,在我看来实为一件令人惊叹之事。
καθάπερ οἶμαι καὶ τῶν πλεόντων ἰδεῖν ἔστι χειμῶνος μὲν ἐπιπεσόντος ἢ σφοδροῦ τοῦ πνεύματος μηδὲ τοὺς ἀσελγεστάτους αὐτῶν αἰσχρόν τι ποιοῦντας, ἀλλὰ πρὸς μόνῳ τῷ πλεῖν ὄντας, ἐν δὲ τῇ γαλήνῃ καὶ τῶν ναυτῶν καὶ τῶν ἐπιβατῶν ἐπιπολάζουσαν τὴν ὕβριν, κἂν μὴ ὦσιν ἀκόλαστοι· τὸν αὐτὸν οἶμαι τρόπον ὁ μὲν πόλεμος εἴωθε καὶ τοὺς φαυλοτέρους ἐγείρειν καὶ κρατεῖν, ἐν τοσαύτῃ δὲ εἰρήνῃ καὶ ῥᾳθυμίᾳ τῶν ἀρίστων ἀνδρῶν εἰς μηδεμίαν αἰσχύνην μηδὲ ἀταξίαν ὑπενεχθῆναι.3
正如我认为人们在航海者身上也能看到:当风暴降临或狂风大作时,他们当中哪怕最狂妄放肆之辈也不会做出任何可耻之事,而是专心致志于航行;然而在风平浪静之时,水手和乘客身上却都会滋生出骄横之气,纵然他们并非放纵之徒。我认为同样地,战争固然常常连较卑劣之人也加以唤醒并管束,但在如此和平与安逸之中,能够不被卷入任何耻辱与混乱,才属于最优秀的男子汉。
- 31.161δοκούντων ἁμαρτάνειν
此处既可视为与属格关系代词 ὧν 一致、表示时间或条件的状语分词,亦可视为省略主语的独立属格结构(“当他们被认为犯错时”),逻辑主语皆指罗德岛人。
- 31.163μηθὲν διαφέρειν
此不定式呼应前文带冠词的不定式短语 τὸ παρʼ ὑμῖν μὲν ... εἰδέναι,在对仗结构(παρʼ ἄλλοις δὲ ...)中省略了冠词 τὸ,充当主语从句(“毫无区别这一点”)。
- 31.165τῶν ἀρίστων ἀνδρῶν εἰς μηδεμίαν αἰσχύνην μηδὲ ἀταξίαν ὑπενεχθῆναι
该句省略了系动词和主语冠词,骨干为 [ἐστι] τῶν ἀρίστων ἀνδρῶν [τὸ] εἰς μηδεμίαν αἰσχύνην μηδὲ ἀταξίαν ὑπενεχθῆναι。属格 τῶν ἀρίστων ἀνδρῶν 为表征属性或职责的表语属格(“属于最优秀之人”),不定式短语作主语。
