- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.97-31.103
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者援引萨索斯岛塞阿格涅斯雕像蒙羞招致疫病神罚的典故,告诫人们篡改旧雕像是招致神怒的不敬之举。他进一步驳斥了借节省开支为由的做法,指出当今罗得斯岛民生活在和平且富足的环境中,开销远不及昔日承担巨额战费的先祖,因而以此为托词更显耻辱。
λοιμοῦ δὲ συμβάντος, ὥς φασι, χαλεπωτάτου, καὶ τῶν Θασίων οὐδενὶ τρόπῳ λῆξαι δυναμένων τῆς νόσου, καὶ τελευταῖον χρωμένων, τοὺς φυγάδας αὐτοῖς ἀνεῖπε κατάγειν ὁ θεός. ὡς δὲ πλέον οὐδὲν ἦν ἁπάντων κατεληλυθότων, χρωμένοις αὖθις λέγεται τὴν Πυθίαν οὕτως ἀνειπεῖν· "Θεαγένους δʼ ἐλάθεσθε ἐνὶ ψαμάθοισι πεσόντος· κεῖθʼ ὑμῖν ὁ πρὶν μυριάεθλος ἀνήρ.1" ᾧ καὶ δῆλον ὅτι καὶ τὸ πρῶτον οὐχὶ τῶν φυγάδων ἕνεκα τοῦτο ἐχρήσθη καὶ τὸ συμβὰν οὐχ διʼ ἄλλην τινὰ αἰτίαν ἐγένετο.
据说,当时发生了一场极其严重的瘟疫,萨索斯人无论如何也无法遏制疾病,最后去请示神谕,神明吩咐他们召回流亡者。然而,当所有人归来后局面仍无改善,他们再次求神时,据说皮提亚给出了这样的神谕: “你们却遗忘了倒在沙滩中的塞阿格涅斯;曾夺得万千竞技桂冠之人如今正躺在你们那里。” 由此显然可见,当初降下神谕绝非为了流亡者,所发生的灾祸也绝非出于其他任何缘由。
καὶ μηδεὶς ἐκεῖνο ὑπολάβῃ· τί οὖν; ἡμεῖς τοὺς ἀνδριάντας ἀφανίζομεν ἢ ῥιπτοῦμεν; ἀλλʼ ἀτιμάζετε ἐκείνους ὧν εἰσι καὶ ἀφαιρεῖσθε τοὺς ἔχοντας, ὅπερ καὶ τότε δεινὸν ἔδοξε τῷ θεῷ· ἐπεὶ τοῦ χαλκοῦ οὐκ εἰκὸς ἦν φροντίσαι αὐτόν. μὴ τοίνυν τοῦ Θασίου μὲν ἡγεῖσθε ὑβρισθέντος οὕτως ἀγανακτῆσαι τὸ δαιμόνιον, τῶν δὲ παρʼ ὑμῖν τετιμημένων μηδένα θεοφιλῆ εἶναι μηδὲ ἥρωα.
千万不要有人这样设想:“那又怎样?难道我们是在销毁或丢弃这些雕像吗?”然而,你们是在侮辱雕像的主人,使拥有者遭受剥夺——这正是当年在神明眼中极为严重之事;因为神明不大可能是去在乎青铜本身。因此,绝不要以为,那位萨索斯人受辱时神明会如此震怒,而你们这里受表彰的人中却没有一人蒙神眷顾、也没有一人是英雄。
οὐ τοίνυν οὐδὲ τοῦτο ἔστιν εἰπεῖν ὡς οὐκ ἂν καὶ πρὸς ἔχθραν ὑπʼ ἐνίων τοῦτο γένοιτο, ἐὰν ἄρα τύχῃ τις τῶν στρατηγούντων μισῶν τινα τῶν πρὸ αὐτοῦ. τὸ γοῦν τοῦ Θεαγένους ἀκηκόατε ὡς συνέβη διὰ τὸν φθόνον καὶ τὴν ζηλοτυπίαν τὴν ἐκ τῆς πολιτείας. καὶ γὰρ εἰ νῦν ἐπὶ μόνοις τοῖς παλαιοῖς αὐτό φασι ποιεῖν, χρόνου γε προϊόντος, ὥσπερ ἐπὶ πάντων ἀεὶ συμβαίνει τῶν φαύλων ἐθῶν, ἀνάγκη καὶ τοῦτʼ ἐπὶ πλέον προελθεῖν. οὐδὲ γὰρ οὐδʼ αἰτιάσασθαι οἷόν τε, ἐπʼ αὐτῷ γε ὅλου τοῦ πράγματος ὄντος. νὴ Δίʼ, ἀλλὰ κωλύσουσιν οἱ προσήκοντες. ἐὰν οὖν ἀπόντες ἢ ἀγνοήσαντες τύχωσιν, ὅταν γνῶσι, τί ποιήσομεν; ἆρά γε δεήσει τοῦτον ἐκχαράττειν πάλιν, ὃν ἂν φθάνῃ τις ἐπιγράψας;2
此外,更不能说某些人绝不会出于私怨做这种事,倘若某位将军恰好憎恨某位前任的话。塞阿格涅斯的事迹你们至少已经听闻,这一切正是因政治生活中的嫉妒与倾轧而起。因为即便他们声称目前仅对古代雕像这样做,但随着时间的推移,正如在一切恶俗中始终发生的那样,这种风气必然会进一步滋长。既然整个事情全凭将军一人裁决,甚至根本无法对他问责。“凭宙斯起誓,”有人会说,“亲属们会出面阻止的。”那么,倘若他们恰好外出或不知情,等他们发觉时,我们又该如何?难道必须将某人抢先刻上去的那人〔的名号〕再次凿除吗?
πάνυ τοίνυν ὄντος ἀτόπου τοῦ γιγνομένου, μᾶλλον δὲ ἀσεβοῦς,ἧττον ἂν δεινὸν ἦν, εἰ μὴ διὰ τοιαύτην πρόφασιν συνέβαινε,3 διʼ οἵαν τινές φασιν, ὡς ἀπολογούμενοι περὶ τῆς πόλεως. τὸ γὰρ διʼ ἀργύριον πράττειν ὁτιοῦν τῶν ἄλλως αἰσχρῶν ἅπαντες αἴσχιον ἡγοῦνται τοῦ καθʼ ἑτέραν τινὰ αἰτίαν. ὅταν οὖν προβαλλόμενοι τὴν δαπάνην καὶ τὸ δεῖν ἀναλίσκειν εἰ ποιήσεσθε ἑτέρους ἀνδριάντας,ἀξιῶσι παραπέμπειν τὸ πρᾶγμα, δῆλον ὅτι μεῖζον τὸ ὄνειδος κατασκευάζουσιν, εἰ χρημάτων ἕνεκα δόξετε ἀδικεῖν, καὶ ταῦτα πλουτοῦντες, ὡς οὐδένες ἄλλοι τῶν Ἑλλήνων.
因此,眼下的所作所为本就极为乖谬,或者更确切地说是极不敬虔,但倘若不是出于某些人仿佛为城邦辩护似的所提出的那类托词,危害或许还会小一些。因为凡是因金钱而去做本身即属可耻之事,人人都认为比因任何其他缘由所为更显卑劣。所以,当他们以花费为由,声称若新造雕像就必须破费,从而要求对这一行径不予追究时,显而易见是在给你们招致更大的耻辱——如果你们竟被认为为了金钱而不义,而且是在你们比任何其他希腊人都更富裕的情况下。
καίτοι τί δήποτε ἐπὶ μὲν τῶν προγόνων ὑμῶν οὐθὲν ἐγίγνετο τοιοῦτον, οὐκ ἐχόντων αὐτῶν πλείονα ἢ νῦν ἔχετε ὑμεῖς; ὅτι γὰρ οὔθʼ ἡ νῆσος χείρων γέγονε καὶ τὴν Καρίαν καρποῦσθε καὶ μέρος τι τῆς Λυκίας καὶ πόλεις ὑποφόρους κέκτησθε, καὶ χρήματα ἀεὶ πολλὰ ὑπὸ πολλῶν ἀνατίθεται τῷ δήμῳ καὶ τῶν πρότερον οὐδεὶς ἀφῄρηται, μηθένα νομίζετε ἀγνοεῖν.
然而,为何在你们祖先的时代未曾发生任何类似之事,尽管他们拥有的并不比你们现在所拥有的更多?因为请相信没有人不知道,这座岛屿并未变得更糟,你们享有着卡里亚和吕基亚一部分的收益,拥有纳贡的附庸城邦,大笔金钱始终由许多人奉献给民众,从前的〔财产〕也无人夺走。
καὶ μὴν οὐδὲ δαπανᾶν φήσετε τῶν τότε μᾶλλον. τότε μὲν γὰρ εἰς πάνθʼ. ὅσα καὶ νῦν ἀνηλίσκετο,πανηγύρεις, πομπάς, ἱερουργίας, εἰς τὰ τείχη, τοῖς δικάζουσι, τῇ βουλῇ. νῦν δὲ οὐκ ἔστι τὰ μέγιστα τῶν πρότερον. τὰς γὰρ εἰς τὸν πόλεμον δαπάνας σχεδόν τι συνεχῶς αὐτῶν πολεμούντων καὶ σπάνιον, εἴ ποτε, ἀναπαυομένων, οὐκ ἔνι συμβάλλειν οἶμαι τοῖς ἐν εἰρήνῃ γιγνομένοις ἀναλώμασιν.
而且,你们也不能说如今的花销比那时更多。因为在当时,如今所花费的一切项目都需支出:节庆、游行、祭祀、城墙修建、审判官以及议事会。但如今,昔日最大的开支已不复存在。因为战争方面的花销,在他们几乎持续征战、极少有喘息之时的情况下,我认为绝非和平时期的支出所能比拟。
οὐ γὰρ ὅμοιον ἑκατὸν νεῶν ἢ καὶ πλειόνων στόλον ἀποστεῖλαι καὶ πάλιν ἑβδομήκοντα καὶ τριάκοντα ἑτέρων, καὶ τοῦτον ἔσθʼ ὅτε μὴ καταλύειν τριῶν ἢ τεττάρων ἐτῶν· οὐδὲ συνεχῶς τριήρεσι πλεῖν, οὐ μέχρι Κύπρου καὶ Κιλικίας, ἀλλʼ ὁτὲ μὲν εἰς Αἴγυπτον, ὁτὲ δὲ εἰς τὸν Εὔξεινον, τὸ δὲ τελευταῖον ἐν αὐτῷ τῷ Ὠκεανῷ· οὐδὲ ξένους στρατιώτας τρέφειν τὰ φρούρια καὶ τὴν χώραν φυλάττοντας· καὶ ὃ νῦν ἐφʼ ἡμῶν ἰδεῖν ἔστι, μιᾷ καθʼ ἕκαστον ἐνιαυτὸν ἢ δυσὶν ἀφράκτοις ἀπαντᾶν εἰς Κόρινθον.4
因为派遣由百艘甚至更多舰船组成的舰队,随后又派遣七十艘以及另外三十艘的舰队,有时三四年都不予解散;不断驾驶三列桨座战船巡航,不仅远至塞浦路斯和奇里乞亚,而且有时远征埃及,有时深入黑海,最终甚至驶入大洋本身;供养雇佣守军以戍卫堡垒与国土——这一切,绝非如今在我们时代所见、每年仅驾一两艘无甲板船前往科林斯所能同日而语的。
- 31.97Θεαγένους δʼ ἐλάθεσθε ἐνὶ ψαμάθοισι πεσόντος· κεῖθʼ ὑμῖν ὁ πρὶν μυριάεθλος ἀνήρ.
引自德尔斐神谕的哀歌体双行诗。ἐνὶ ψαμάθοισι 带有明显的史诗方言色彩(前置词 ἐν 的诗体形式 ἐνί,以及与格复数词尾 -οισι)。κεῖθʼ 是第三人称单数直陈式 κεῖται 的省音形式。与格 ὑμῖν 在此用作关涉与格或情态与格,意为“在你们当中/对你们而言”。
- 31.99ὃν ἂν φθάνῃ τις ἐπιγράψας
由关系代词 ὅν 与小辞 ἄν 及虚拟式 φθάνῃ 构成的泛指关系从句。“φθάνω + 分词”是表示“抢先做某事/先于……做”的惯用结构,此处指“无论某人抢先刻上了谁的名字”。该结构充当主句中动词 ἐκχαράττειν 的宾语成分。
- 31.100ἧττον ἂν δεινὸν ἦν, εἰ μὴ διὰ τοιαύτην πρόφασιν συνέβαινε
使用直陈式未完成过去时构成的非现实(与事实相反)条件句。主句的 ἄν ... ἦν 与从句的 εἰ ... συνέβαινε 呼应。全句表明:如果这不是出于如此卑鄙的托词,事情的恶劣程度本还会稍轻一些;言下之意正是这一托词使得罪责更为加重。
- 31.103οὐ γὰρ ὅμοιον ἑκατὸν νεῶν ἢ καὶ πλειόνων στόλον ἀποστεῖλαι ... καὶ ὃ νῦν ἐφʼ ἡμῶν ἰδεῖν ἔστι, μιᾷ καθʼ ἕκαστον ἐνιαυτὸν ἢ δυσὶν ἀφράκτοις ἀπαντᾶν εἰς Κόρινθον.
基于“οὐ γὰρ ὅμοιον [ἐστι] A καὶ B”(A与B绝非同日而语)的大型对比构式。前半部分包含三个并列的不定式短语(ἀποστεῖλαι、πλεῖν、τρέφειν),描述先祖庞大的军事与海军开支;在连接词 καί 之后,后半部分以不定式短语 ἀπαντᾶν(由插入性关系分句 ὃ ... ἔστι 引入)与之对峙,突显出当代微不足道的负担与昔日壮举之间的悬殊差距。
