- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.104-31.108
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者对比了罗得岛过去与现在的军政开支及处境,指出在和平且极为富裕的当下,取消了往昔沉重的军备重负,罗得人以节省费用为由盗改旧雕像来逢迎外客的做法极其虚伪、可耻且毫无实效。
καὶ λέγω ταῦτα οὐκ ὀνειδίζων οὐδὲ τῶν προγόνων ὑμᾶς χείρονας ποιῶν· οὐ γὰρ ὅτι μὴ δύνασθε ταὐτὰ πράττειν ἐκείνοις, ἀλλʼ ὅτι καιρὸς οὐκ ἔστι τῶν τοιούτων, ἐν εἰρήνῃ διάγετε. δῆλον γὰρ ὡς κἀκεῖνοι μᾶλλον ἐβούλοντο μὴ κινδυνεύειν, καὶ διὰ τοῦτο ἐπόνουν, ἵνα καταστῇ ποτε τὰ πράγματα, πλὴν ὅτι γε οὐκ ἴσα ὑμῖν ἀνήλισκον. ἵνα γὰρ τἄλλα ἀφῇ τις, τὸ τῶν νεωρίων, τὸ τῶν ὅπλων, τὸ τῶν μηχανημάτων, ὃ νῦν εἶπον, αὐτὸ δήπου τὸ τῶν τειχῶν οὐκ ἔστιν ὅμοιον, ὡς ἐφʼ ὑμῶν ἐπισκευάζεται. καὶ γὰρ ἂν τὰ τῆς ἐπιμελείας θῇ τις μὴ διαφέρειν, ἀλλά τοι σχολῇ γίγνεται καὶ κατʼ ὀλίγον καὶ ὁπηνίκα τις βούλεται· τότε δὲ οὐκ ἦν αὐτὰ μὴ ἑστάναι.1 καὶ νῦν μὲν ὑφʼ ὑμῶν δοκιμασθησόμενα οἰκοδομεῖται, τότε δὲ ὑπὸ τῶν πολεμίων.
我之所以说这些,绝非为了谴责,亦非为了使你们显得不如祖先;因为并非由于你们无法做到他们所做之事,而是由于如今并非从事此类事业的时机,你们才生活在和平之中。显然,他们同样更希望无需冒风险,并为此劳作,以便有一日天下安定——只是他们的开销绝非与你们相当。姑且搁下其余诸事——船坞、军械与器械的费用——单凭我方才提及的城墙一事,其花费便与如今在你们手下的修缮绝不相同。即便有人假设维护的精细程度并无不同,然而如今修缮乃是从容不迫地、一点一滴地、随时随地依人所愿而进行;而在当时,城墙片刻都不能不矗立。如今建造城墙是为了接受你们的验收,而在当时则是为了经受敌人的检验。
εἶεν· οὐ τοίνυν οὐδὲ τοῦτο ἔστιν εἰπεῖν ὡς πλείονας τιμᾶτε· τὸ γὰρ πλῆθος αὐτὸ δηλοῖ τῶν ἐξ ἐκείνου τοῦ χρόνου κειμένων ἀνδριάντων. χωρὶς δὲ τούτου τίς ἂν εἴποι πλείους εἶναι τοὺς νῦν φιλοτιμουμένους περὶ τὴν πόλιν; νὴ Δία, ἀνάγκην γὰρ ἡμεῖς ἔχομεν τοὺς ἡγεμόνας τιμᾶν ἅπαντας. τί δʼ; οὐχὶ καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι καὶ Βυζάντιοι καὶ Μυτιληναῖοι τοὺς αὐτοὺς τούτους θεραπεύουσιν; ἀλλʼ ὅμως ὅταν δόξῃ τινὰ στῆσαι χαλκοῦν, ἱστᾶσι καὶ τῆς εἰς τοῦτο δαπάνης εὐποροῦσιν.
好吧。那么,同样不能说你们表彰了更多的人;因为自那时起至今依然伫立的无数雕像本身就说明了这一点。除此之外,谁能说如今为城邦尽力求取荣衔的人更多呢?“凭宙斯起誓,因为我们必须表彰所有的总督!”然而又如何?难道雅典人、斯巴达人、拜占庭人和米提利尼人不也是在讨好同样的这批人吗?但尽管如此,每当他们决定为某人树立铜像时,他们便如数树立,并为这笔开销备足财力。
καὶ μὴν ἤδη τινὸς ἤκουσα Ῥοδίου λέγοντος, οὐχ ὅμοια τὰ ἐκείνων καὶ τὰ ἡμέτερα. τοῖς μὲν γὰρ μόνον ὑπάρχειν τὴν ἐλευθερίαν δίχα Ἀθηναίων, καὶ τούτους δὲ μηδὲν μέγα κεκτῆσθαι· τὴν δὲ ὑμετέραν πόλιν ἐπίφθονον εἶναι παρὰ πᾶσιν, ὡς ἄριστα πράττουσαν· διόπερ αὐτῇ πλειόνων δεῖν τῶν εὐνοούντων. ἔτι δὲ μηδένα τῶν Ῥωμαίων διαφέρεσθαι παρὰ τοῖσδε ἑστάναι,2 τῆς δέ γε ἐνθάδε τιμῆς οὐκ ἀμελεῖν.
然而,我曾听一位罗得人说道:“他们的处境与我们的绝不相同。”因为除了雅典人之外,其他人仅剩下自由,而即便是雅典人也未拥有任何伟大的财富;可你们的城邦因最为繁盛而引得所有人艳羡,正因如此,它需要更多的友好之人;此外,罗马人无一人在乎在那些城邦被立像,却绝不会忽视这里的荣誉。
ταῦτα δέ ἐστι μὲν ἀληθῆ, μᾶλλον δὲ ὀφείλετε ἀποστῆναι διʼ αὐτὰ τοῦ πράγματος. τούς τε γὰρ λόγον ἔχοντας τῆς παρʼ ὑμῖν εἰκόνος εἰκός ἐστι μὴ παραπέμπειν μηδὲ τὸ πῶς αὐτῆς τυγχάνουσιν, ἀλλʼ ἅμα καὶ τὴν διάνοιαν τὴν ὑμετέραν σκοπεῖν· τούς τε ἐπίφθονον εἶναι τὴν εὐπορίαν τῆς πόλεως ὁμολογοῦντας οὐκ εἰκὸς ἦν ὑπολογίζεσθαι τὸ τῆς δαπάνης. οὐ γάρ τοι τοσούτῳ διὰ τοῦτο πλείους τιμᾶτε τῶν ἄλλων ὅσῳ πλείονα ἐκείνων κέκτησθε. καὶ μὴν τῶν γε αὐτοκρατόρων καὶ νῦν ποιεῖσθε εἰκόνας, καὶ τῶν ἄλλων δὲ τῶν ἐπʼ ἀξιώματος. οὐδὲ γὰρ ὑμᾶς λέληθεν ὡς οὐδέν ἐστι τὸ τοῦτον ἵστασθαι τὸν τρόπον. ἵνʼ οὖν τίνας τιμήσητε, λοιπὸν οὕτως αἰσχρὸν καὶ ἀνάξιον ὑμῶν αὐτῶν ἔργον διαπράττεσθε;3
这些话确属实情,但正因如此,你们更应当摒弃这种行径。因为看重在你们这里获赠塑像之人,理所当然也不会漠视他们究竟是以何种方式获得的,而是会同时审视你们的诚意;而那些承认城邦的富足招人艳羡的人,原本就不该去计较这点开销。毕竟你们并未因此而按自身财富超出他人的比例,相应地比他人表彰了更多的人。况且,对于皇帝以及其他身居高位者,你们如今依然新铸造塑像。因为连你们也深知,以这种方式被立像根本毫无价值。那么,到底为了表彰什么人,你们才在剩下的场合做出这般可耻且有失体面的丑行呢?
εἰ μὲν γὰρ ἅπασιν ὁμοίως προσεφέρεσθε δίχα τῶν αὐτοκρατόρων, οὐκ ἂν οὕτως ἠλέγχεσθε. νῦν δʼ εἰσὶν οὓς αὐτοὺς ἵστατε· ὥστε τοῖς ἄλλοις εἶναι φανερὸν ἐκ τούτων ὅτι οὐ τιμᾶτε αὐτούς. εἰ δὲ τῶν πολλῶν καὶ τῶν μηδένα ὠφελησάντων εἰσὶν οὗτοι, τίνος χάριν ἀσχημονεῖτε; ἢ τί βουλόμενοι τούτους θεραπεύετε, καὶ ταῦτα ἐνὸν ὑμῖν ἄλλως ἐπιμελεῖσθαι; καὶ γὰρ ξένια πλείω καὶ τὸ τῆς ὑποδοχῆς ἐλευθέριον τοῖς πολλοῖς ἱκανόν, κἂν βελτίων ᾖ τις, ἔτι καὶ ψήφισμα ἤρκεσεν ἁπλοῦν, ᾧ εἰς πρυτανεῖον ἢ εἰς προεδρίαν ἐκλήθη. νυνὶ μὲν γὰρ δοκεῖτε, ὥσπερ οἱ σφόδρα γέμοντες τῶν ναυκλήρων καὶ χειμαζόμενοι διὰ τοῦτο, ἐκβολὴν ποιεῖσθαι τῶν ἀνδριάντων.4
因为倘若你们除了皇帝之外对所有人都一视同仁,你们还不会招致如此明显的驳难。但如今却有人是你们为其树立其本人塑像的;因此对于其余的人而言,由此便显而易见你们并未真正尊重他们。倘若这些人不过是泛泛之辈,从未给任何人带来益处,你们又是图什么而自取其辱呢?或者究竟出于何种企图去逢迎他们,更何况你们本可以用其他方式致意?因为对普通人而言,更丰厚的宾礼与慷慨的接待已然足够;若是身份更尊贵者,一道邀请其进入市政厅或入座前排坐席的简单法令也已足够。然而如今,你们看起来倒像是那些货船严重超载因而遭遇风暴的船主,正在将雕像当作弃货抛入大海一般。
- 31.104τότε δὲ οὐκ ἦν αὐτὰ μὴ ἑστάναι
双重否定结构,由非人称表达 οὐκ ἦν(意为“不可能/不被允许”)加上带否定词 μή 的不定式 ἑστάναι 构成,表达绝对的必然性:“在当时,它们(城墙)片刻都不能不矗立”(即必须始终保持完好耸立)。
- 31.106μηδένα τῶν Ῥωμαίων διαφέρεσθαι παρὰ τοῖσδε ἑστάναι
间接引语中的不定式结构。动词 διαφέρεσθαι 在此取中动/非人称用法,表示“在乎”、“看重”;与否定词 μηδένα 连用,意为“罗马人无一人在乎/看重在那些人那里被立像”。介词短语 παρὰ τοῖσδε 指代前文提及的其他希腊城邦。
- 31.107ἵνʼ οὖν τίνας τιμήσητε, λοιπὸν οὕτως αἰσχρὸν καὶ ἀνάξιον ὑμῶν αὐτῶν ἔργον διαπράττεσθε;
句法倒装与包孕结构:疑问代词 τίνας 被置入由 ἵνα 引导的目的从句(支配虚拟式 τιμήσητε)之中,并成为整句话的焦点,句子的主动词为 διαπράττεσθε,形成反问句:“那么,到底为了表彰什么人,你们才在剩下的场合做出这般可耻的行径?”
- 31.108ἐκβολὴν ποιεῖσθαι τῶν ἀνδριάντων
航海专业术语 ἐκβολή(遭遇风暴为防沉船而进行的“抛弃货物”,拉丁语 iactura)的比喻用法。演说者将凿除并改刻雕像铭文的行为,比作超载货船在风浪中将船载货物抛入大海的狼狈景象。
