← 金嘴狄翁

演说集

§31.91-31.96

无铭古雕像的神圣性与塞阿格涅斯雕像的复仇

演说者指出无铭文的古代雕像极可能代表赫拉克勒斯等神明或英雄,痛斥借口古老不知名而挪用雕像的行为无异于盗墓,并援引塞阿格涅斯雕像复仇的典故证明雕像所蕴含的神圣力量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.91

λοιπὸν οὖν τῶν δύο θάτερον,1 ἢ τῷ σφόδρα εἶναί τινας μεγάλους καὶ κατʼ ἀλήθειαν ἥρωας οὐκ ᾤοντο δεῖν ἐπιγράφειν, ὡς ἂν ἅπασι γνωρίμους ὄντας, ἡγούμενοι διὰ τὴν ὑπερβολὴν τῆς τότε οὔσης δόξης εἰς ἅπαντα καὶ τὸν αὖθις χρόνον παραμενεῖν τὸ ὄνομα· ἢ τινων ἡμιθέων ἢ καὶ θεῶν ὄντας ὕστερον ἀγνοηθῆναι διὰ τὸν χρόνον.

因此,剩下的无非是两种可能之一:要么是因为某些人格外伟大、是真正的英雄,人们便认为没有必要刻上铭文,视其为尽人皆知,并深信由于当时盛极一时的声誉,其名号必将留存至未来的一切岁月;要么是因为它们本属于某些半神甚至神明,只是由于岁月流逝而在后世变得无人知晓。

§31.92

ἐν γοῦν Θήβαις Ἀλκαῖος ἀνάκειταί τις, ὅν Ἡρακλέα φασὶν εἶναι, πρότερον οὕτω καλούμενον· καὶ παρʼ Ἀθηναίοις Ἑλευσινίου μύστου παιδὸς εἰκὼν οὐκ ἔχουσα ἐπιγραφήν· κἀκεῖνον εἶναι λέγουσιν Ἡρακλέα. καὶ παρʼ ἑτέροις οἶδα πολλοὺς τοὺς μὲν ἡμιθέων, τοὺς δὲ ἡρώων ἀνδριάντας, οἷον Ἀχιλλέως, Σαρπηδόνος, Θησέως, διὰ τοῦτο ἀρχῆθεν οὐκ ἐπιγραφέντας·. ἀλλʼ ἐπʼ ἐνίων μὲν ἡ δόξα παρέμεινε καὶ διεφύλαξε τὴν φήμην ὁ χρόνος· οὐ μὴν ἐπὶ πάντων συνηνέχθη διʼ ἣν δήποτʼ οὖν αἰτίαν.

至少在忒拜就供奉着一个名叫阿尔凯奥斯的人,人们说他就是赫拉克勒斯,因他从前曾以此为名;在雅典人那里,也有一座未刻铭文的厄琉息斯秘仪入门少年的雕像,人们说那也是赫拉克勒斯。而在其他城邦,我也知道有许多半神或英雄的雕像——例如阿喀琉斯、萨尔佩冬、忒修斯——从一开始正是出于这个原因而没有刻上铭文。然而,对于其中一些雕像,其荣耀留存了下来,岁月保留了他们的名声;但无论出于何种缘故,并非在所有雕像身上都是如此。

§31.93

οὐκοῦν καὶ παρʼ ὑμῖν οὐκ ἀδύνατον εἶναί τινας τοιούτους. οἷον οὖν ἐστιν2 Ἡρακλέους ἢ Τληπολέμου φέρʼ εἰπεῖν ἢ τῶν Ἡλίου παίδων τινὸς ἀνδριάντα διδόναι τῷ δεῖνι, χρηστῷ μὲν ἀνδρὶ καὶ τιμῆς ἀξίῳ· πάντες γὰρ ἔστωσαν, οὕς ἡ πόλις θεραπεύει, τοιοῦτοι, καὶ δεῖ γε εὔχεσθαι πάντας εἶναι χρηστούς, μάλιστα δὲ τοὺς ἡγουμένους· ἀλλʼ οὐκ ἐκείνοις ὅμοιοι· πόθεν; οὐδʼ ἂν αὐτοὶ φήσαιεν ὀλίγον αὐτῶν ἐλάττους ὑπάρχειν, ἀλλὰ κἂν φοβηθεῖεν εἰπεῖν τι τοιοῦτον. ἆρʼ ὑμῖν ἐκ τῶν εἰρημένων δοκεῖ μᾶλλον ἀπὸ τούτων ἀρχομένους, λέγω δὲ τῶν οὐκ ἐχόντων τὰς ἐπιγραφάς, τὸ πρᾶγμα ἐπὶ πάντας μεταφέρειν, ἢ σφόδρα εἶναι τῶν τοιούτων φειστέον;

那么,在你们这里也并非不可能存在某些这样的雕像。试问,将赫拉克勒斯、或者特勒波勒摩斯、或者赫利俄斯诸子中某一位的雕像,赠予某某人——即便他确实是一位正直之士且配享荣誉——这成何体统?但愿城邦所巴结讨好的人皆是如此之辈,人们也确实应当祈求所有人都是良善之士,尤其是居于统治地位的人;然而他们终究不能与那些英雄相提并论!怎么可能呢?连他们自己也不会声称仅比那些英雄稍逊一筹,甚至会害怕说出这样的话来。根据方才所言,你们是认为应当从这些雕像——我指的是那些没有铭文的雕像——开始,进而把这种做法推广到所有雕像上呢,还是认为恰恰应当竭力爱护这样的雕像?

§31.94

καίτοι τὸ τῆς ἀγνοίας καὶ τὸ τῆς ἀρχαιότητος ὅμοιόν ἐστιν ὥσπερ ἂν εἴ τις λέγοι μηδὲ τοὺς τυμβωρυχοῦντας τοὺς σφόδρα παλαιοὺς τάφους μηδὲν ἁμαρτάνειν, ὅτι μηδεὶς αὐτοῖς προσήκει μηδὲ ἴσμεν οἵτινές εἰσιν. ὁ μὲν οὖν τάφος οὐκ ἔστι σημεῖον ἀρετῆς, ἀλλʼ εὐπορίας, οὐδὲ ἔχομεν εἰπεῖν τοὺς ἐν τοῖς μνήμασι κειμένους ὡς ἦσαν ἀγαθοί, πλὴν εἰ μή γε δημοσίᾳ τις φαίνοιτο τεθαμμένος. ἡ δὲ εἰκὼν διʼ ἀνδραγαθίαν δίδοται καὶ διὰ τὸ δόξαι τινὰ πρότερον γενναῖον ʽὅτι γὰρ οὐδεὶς ἐστάθη τούτων ἁλοὺς κλέπτων οὐδὲ μοιχεύων οὐκ ἄδηλόν ἐστινʼ οὐδέ γε ἐπὶ τοῖς τυχοῦσιν, ἀλλʼ ὡς οἷόν τε ἐπὶ τοῖς μεγίστοις.

然而,拿不知晓与年代久远作为托词,就如同有人说,即便去盗掘极其古老的陵墓也不算犯下任何过错,理由是墓中之人与谁都没有亲族关系,我们也不知道他们究竟是谁。其实陵墓并不是美德的标志,而是财富的象征,我们也不能断言安息在纪念碑中的人就是善人,除非有人被证明是由公家出资安葬的;但雕像却是因英勇勇敢而授予的,是因为某人此前被公认为高尚之士(因为显而易见,这些人中绝没有一个是因为被抓到行窃或通奸而立像的),并且绝不是因微不足道之事,而是尽可能因最伟大的功绩而立。

§31.95

ὅτι τοίνυν καὶ θείας τινὸς δυνάμεως καὶ προνοίας, ὡς ἂν εἴποι τις, οἱ τοιοῦτοι μετέχουσιν ἐπʼ ἀνδριάντος τι βούλομαι γεγονὸς εἰπεῖν. Θεαγένης ἦν Θάσιος ἀθλητής· οὗτος ἐδόκει ῥώμῃ διενεγκεῖν τῶν καθʼ αὑτόν, καὶ δὴ σὺν ἑτέροις πολλοῖς καὶ τὸν Ὀλυμπίασι τρὶς εἰλήφει στέφανον. ὡς δʼ ἐπαύσατο καὶ ἧκεν εἰς τὴν πατρίδα, λοιπὸν τοῦ σώματος παρακμάσαντος ἦν ἀνὴρ οὐδενὸς χείρων περὶ τὰ κοινά, ἀλλʼ ὡς οἷόν τε ἄριστος. ἐντεῦθεν, ὅπερ εἰκός, εἰς ἔχθραν τινὶ προῆλθε τῶν πολιτευομένων.

因此,为了说明此类雕像可以说也分享了某种神圣的力量与眷顾,我想讲述一件发生在雕像身上的真实事件。曾有一位萨索斯岛的运动员名叫塞阿格涅斯;他被公认为在力量上超群绝伦,凌驾于同代人之上,并且除了许多其他桂冠外,还曾三次在奥林匹亚荣获花冠。当他结束竞技生涯回到故乡后,尽管肉体机能已走下坡路,但他在公共事务上却不输于任何人,尽显卓越之能。由此,正如常情所致,他与政客中的一人结下了仇怨。

§31.96

ὁ δὲ ζῶντι μὲν ἐφθόνει μόνον, τελευτήσαντος δὲ πρᾶγμα πάντων ἀνοητότατον καὶ ἀσεβέστατον ἐποίει· τὸν γὰρ ἀνδριάντα αὐτοῦ τὸν ἑστῶτα ἐν μέσῃ τῇ πόλει νύκτωρ ἐμαστίγου. τοιγαροῦν εἴτε ἀπὸ τύχης εἴτε δαιμονίου τινὸς νεμεσήσαντος αὐτῷ κινηθείς ποτε ἐκ τῆς βάσεως ἠκολούθησεν ἅμα τῇ μάστιγι καὶ κτείνει τὸν ἄνδρα. νόμου δὲ ὄντος καταποντίζειν κρίναντας, ἐάν τι τῶν ἀψύχων ἐμπεσὸν ἀποκτείνῃ τινά, οἱ τοῦ τεθνεῶτος προσήκοντες αἱροῦσι δίκῃ τὸν ἀνδριάντα3 καὶ κατεπόντωσαν.

那个人在塞阿格涅斯生前仅仅是心怀嫉妒,而在他死后,却做出了全天下最愚蠢、最不敬的事情:在夜间抽打他那矗立在城中心的雕像。于是,无论是出于偶然,还是由于某位神灵对他降怒,雕像竟从底座上震动移位,随着鞭笞的击打倾倒而下,砸死了那个人。由于当地有法令规定,若有任何无生命之物倒塌致人死亡,审判后须将其沉入大海,死者的亲属便通过诉讼将雕像定罪,并将其沉入了海中。

语法注3 条
  1. 31.91λοιπὸν οὖν τῶν δύο θάτερον

    此处省略了系动词 ἐστί,引出由后文两个 ἢ 分句展开的双重选择(前一个带有表原因的与格结构 τῷ...,后一个则转为“宾格与不定式”结构)。句法结构虽不对称,但逻辑上并列了古代雕像未刻铭文的两种解释。

  2. 31.93οἷον οὖν ἐστιν

    引导感叹或反问语气的结构(意为“……成何体统/何其荒谬”)。动词不定式 διδόναι 充当其实质主语,旨在强烈抨击将英雄雕像挪赠给当代当权者的不当之举。

  3. 31.96αἱροῦσι δίκῃ τὸν ἀνδριάντα

    短语 αἱρέω δίκῃ 是古典法庭术语,意为“在诉讼中判定某人有罪”或“胜诉”(宾格 τὸν ἀνδριάντα 为受审对象)。这反映了古代雅典及其他希腊城邦审判致人死亡的无生命物体并将其流放或沉海的法律习俗。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.91-31.96