← 金嘴狄翁

演说集

§31.85-31.90

抹除铭文的屈辱性与等同篡改公文之罪

演说者论证抹去铭文等同于对罪犯除名的羞辱,构成了堪比篡改公文或亵渎神殿献祭物的不敬神之罪,并驳斥了重新利用无铭古老雕像的借口。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.85

εἶτʼ οἶμαι καὶ τῆς τιμωρίας αὐτῆς τοῦτο μέρος οὐκ ἐλάχιστον δοκεῖ, τὸ μηδὲ τὴν προσηγορίαν ἔτι φαίνεσθαι τοῦ προελθόντος εἰς τοῦτο κακίας, ἀλλʼ ἠφανίσθαι παντελῶς, καθάπερ οἶμαι τὸ μὴ θάπτεσθαι τοὺς προδότας, ὅπως μηδὲν ᾖ σημεῖον εἰς αὖθις ἀνδρὸς πονηροῦ. φέρε οὖν, ἐὰν εἴπῃ τις ἐπὶ τοῖς εὐεργέταις τοῦτο γίγνεσθαι παρʼ ὑμῖν, ὃ παρὰ πολλοῖς ἔθος ἐστὶν ἐπὶ τοῖς κακούργοις, ἆρʼ οὐ σφόδρα ἀλγήσετε; μὴ τοίνυν ἀχθεσθῆτε τῷ νῦν αὐτὸ δοκοῦντι εἰρηκέναι· τοῦ γὰρ μηκέτι μηδʼ ἀεὶ λέγεσθαι γένοιτʼ ἂν ὑμῖν αἴτιος.1

况且,我认为这本身也被视作惩罚中绝非微不足道的一部分:即走到这般罪恶地步的人,其姓名也不再得见,而是被彻底抹除,正如我认为叛国者不得埋葬一样,为的是不给后世留下恶人的任何标记。那么试想,如果有人说,在许多地方针对罪犯所行的惯例,在你们这里竟施加于恩人身上,难道你们不会深感痛心吗?因此,切莫对现在看似说出此话的人心怀怨恨;因为他或许能为你们成为使这番话今后永不再被提及的原因。

§31.86

καὶ μὴν ἐάν τις ἓν μόνον ἐκχαράξῃ ῥῆμα ἀπὸ στήλης τινός, ἀποκτενεῖτε αὐτόν, οὐκέτι ἐξετάσαντες ὅ, τι ἦν ἢ περὶ τίνος, καὶ εἰ δή τις ἐλθὼν οὗ τὰ δημόσια ὑμῖν γράμματά ἐστι κεραίαν νόμου τινὸς ἢ ψηφίσματος μίαν μόνην συλλαβὴν ἐξαλείψειεν, οὕτως ἕξετε ὥσπερ ἂν εἴ τις ἀπὸ τοῦ ἅρματός τι καθέλοι.2 οὐκοῦν ὁ τὴν ἐπιγραφὴν ἀναιρῶν εἰκόνος τινὸς ἧττόν τι ποιεῖ τοῦ τὴν στήλην ἀποχαράττοντος; καὶ μὴν ὅλον γε ἐξαλείφει τὸ ψήφισμα, καθʼ ὃ τὴν τιμὴν ἐκεῖνος ἔλαβε, μᾶλλον δὲ ἄκυρον ποιεῖ γεγραμμένον.3 ἀλλʼ εἴ τις καταδικασθεὶς ὑπὲρ ὅτου δήποτε καὶ ζημίαν τινὰ ὀφλών, λαθὼν ἢ διαπραξάμενος ἐξαλείψειεν ἑαυτόν, καταλύειν δόξει τὴν πολιτείαν· ὥστε δεινότερον ὑμῖν δοκεῖ τὸ ζημίας τινὰ ἀπαλλάττειν αὑτὸν τοῦ τιμῆς ἀποστερεῖν ἄλλον.

再者,如果有人仅仅从石碑上凿掉一个字,你们就会将其处死,甚至不再去追究那是什么字或关乎何事;又如果有人来到保管你们公文档案的地方,抹去了某项法令的一个笔画或某项决议的仅仅一个音节,你们的愤怒就会如同有人从圣车上拆卸了物件一样。难道抹去雕像铭文的人,其所作所为比凿损石碑的人更为轻微吗?实际上,他抹去的是那个人据以获得荣誉的整项决议,或者说,即便文字尚存,他也使其沦为无效。然而,如果有人因无论何种罪名被定罪并被判处罚金,若他暗中或通过手段抹去了自己的名字,就会被视为颠覆政体。如此看来,在你们眼中,某人免除自己的罚金,竟然比剥夺他人的荣誉更为严重!

§31.87

οὐ τοίνυν οὐδὲ ἐκεῖνό ἐστιν ἀφετέον, ἐπείπερ τοὺς λόγους ὡς ἐπʼ ἀσεβήματι ἐποιησάμην. ἐπίστασθε γὰρ σαφῶς ὅτι ἅπασα μὲν ἡ πόλις ἐστὶν ἱερά, τῶν δὲ ἀνδριάντων πολλοὺς ἂν εὕροιτε τῶν ἐν αὐτοῖς τοῖς ἱεροῖς ἑστηκότων τοῦτο πεπονθότας. καὶ γὰρ ἀρχαιοτάτους συμβέβηκε τούτους εἶναι καὶ τῶν στρατηγῶν ὃν ἂν ἕκαστος ἐθέλῃ θεραπεύειν, ὡς ὑμῶν τιμώντων, φιλοτιμεῖται τοῦτον ὡς κάλλιστα ἑστάναι. καὶ τί δεῖ λόγων; οἶμαι γὰρ μηθένα ἂν ἀντειπεῖν ὅτι καὶ τῶν οὕτως κειμένων, εἰ καὶ μὴ καθάπερ ἐγὼ νῦν ἔλεγον, οἱ πλείους εἰσὶ μετωνομασμένοι, τινὲς δʼ οἶμαι καὶ σφόδρα ἐγγὺς παρεστῶτες τοῖς θεοῖς.

因此,那一要点同样不可忽视,因为我是将此事作为不敬神之罪来进行论述的。你们清楚地知道,整座城邦都是神圣的,而在那些恰恰矗立在神殿之内的雕像中,你们会发现许多都遭受了这种厄运。因为这些雕像恰好是最为古老的,而每个人无论想要讨好哪位将领,都会极力使他以最体面的方式矗立在那里,仿佛是你们在尊奉他一样。何须多言?因为我认为绝不会有人反驳说,在这样安置的雕像中,即便不完全像我刚才所说的那样,大多数也已被更名,其中一些雕像甚至紧挨着神明矗立着。

§31.88

εἶθʼ ὅποι μηδὲ τοὺς κακὸν δράσαντας ἐάνπερ καταφύγωσιν ἔθος ἐστὶν ἀδικεῖν,4 τοὺς εὐεργέτας οὐ δεινὸν ἐὰν φαινώμεθα ἀδικοῦντες; καὶ τὴν ἀσυλίαν, ἣν παρέχουσι τοῖς φαύλοις οἱ τοιοῦτοι τόποι, μόνοις, ὡς ἔοικε, τοῖς ἀγαθοῖς οὐ δυνήσονται παρέχειν; ἀλλʼ ἐὰν μὲν θυμιατήριόν τις ἀλλάξῃ τῶν ἔνδον κειμένων ἢ φιάλην, ἱερόσυλος οὐχ ἧττον νομισθήσεται τῶν ὑφαιρουμένων· ἐὰν δὲ εἰκόνα ἀλλάξῃ καὶ τιμήν, οὐθὲν ἄτοπον ποιεῖ;

那么,在即使作恶之人一旦逃入按惯例也不会予以加害的场所,如果我们被发现正在加害恩人,这难道不可怕吗?难道此类场所赋予卑劣之人的不可侵犯之权,看来唯独无法赋予善良之人吗?然而,如果有人调换了放置在内部的香炉或器皿,他将被视作盗庙者,绝不下于将其偷走的人;可如果他调换了雕像与荣誉,难道就没有做出任何悖理之事吗?

§31.89

καίτοι καὶ τοὺς ἀνδριάντας οὐχ ἧττον ἀναθήματα εἴποι τις ἂν εἶναι τῶν θεῶν τοὺς ἐν τοῖς ἱεροῖς· καὶ πολλοὺς ἰδεῖν ἔστιν οὕτως ἐπιγεγραμμένους, οἷον, ὁ δεῖνα ἑαυτὸν ἀνέθηκεν ἢ τὸν πατέρα ἢ τὸν υἱὸν ὅτῳ δήποτε τῶν θεῶν. ἐὰν οὖν ἀπὸ τῶν ἄλλων ἀναθημάτων ἀφελών τις τοῦ θέντος τὸ ὄνομα ἄλλον ἐπιγράψῃ, μόνον τοῦτον οὐκ ἀσεβεῖν φήσομεν;

然而,人们尽可以说神殿内的雕像同样是献给神明的奉献物;而且可以看到许多雕像上这样刻着:“某某将自己,或父亲,或儿子,献给某位神明。”那么,若有人从其他奉献物上削去奉纳者的名字而刻上另一人,难道我们唯独会说此人没有犯下不敬之罪吗?

§31.90

δι’ ὧν τοίνυν πειράσονταί τινες τὸ πρᾶγμα ἀποφαίνειν ἐπιεικέστερον, τῷ παντὶ χεῖρον ἀποδείξουσιν. οἷον ὅταν λέγωσι τοῖς σφόδρα ἀρχαίοις καταχρῆσθαι καί τινας εἶναι καὶ ἀνεπιγράφους. εἰ γὰρ δοίη τις αὐτοῖς οὕτως τοῦτο ἔχειν, οὐκ ἂν εἴποιμι τὸ πρόχειρον ὡς ἄρα ἐγὼ νῦν ὑπὲρ τῶν ἐπιγεγραμμένων ποιοῦμαι τὸν λόγον, ἀλλʼ οὐδὲ ἐκείνων φημὶ δεῖν ἅπτεσθαι. σκοπεῖτε γάρ, ἄνδρες Ῥόδιοι, τὴν αἰτίαν, διʼ ἣν εἰκὸς τεθῆναί τινας οὕτως. οὐ γὰρ ἐκλαθέσθαι γε οὐδὲ ὀκνῆσαι τὸν ἱστάντα εἰκὸς οὐδὲ φείσασθαι τῆς εἰς τοῦτο δαπάνης· οὐ γὰρ ἦν οὐδεμία.

因此,某些人试图用来证明此事较为合情合理的理由,反而会证明此事彻底更为恶劣。例如当他们说他们利用的是极其古老的雕像,并且其中一些还是没有铭文的。即使有人向他们承认事实确是如此,我也不会采取显而易见的反驳,说什么我现在是为刻有铭文的雕像说话,而是主张连那些〔未刻铭文的〕雕像也不应触动。因为罗得斯人啊,请思考一下某些雕像很可能是出于何种原因才被如此安置的。立像之人绝不可能遗忘,也不可能退缩,更不可能吝惜此处的花费;因为根本就没有任何花费。

语法注4 条
  1. 31.85τοῦ γὰρ μηκέτι μηδʼ ἀεὶ λέγεσθαι γένοιτʼ ἂν ὑμῖν αἴτιος

    带冠词的不定式 τοῦ ... λέγεσθαι 作形容词 αἴτιος 的修饰语(限制性/原因属格)。双重否定 μηκέτι μηδʼ ἀεὶ 构成强烈的全盘否定,意为“永不再被提及”。

  2. 31.86οὕτως ἕξετε ὥσπερ ἂν εἴ τις ἀπὸ τοῦ ἅρματος τι καθέλοι

    οὕτως ἕξετε(“你们将会如此[处于愤怒的]状态”)后接带有希求式(καθέλοι)的比较条件从句 ὥσπερ ἂν εἰ。小词 ἄν 归属于被省略的动词(如 ἕξοιτε),构成标准的虚拟假想比较句式。

  3. 31.86μᾶλλον δὲ ἄκυρον ποιεῖ γεγραμμένον

    ἄκυρον 作为述语宾格(双宾语结构中的补足成分),修饰省略的宾语 τὸ ψήφισμα。被动分词 γεγραμμένον 具有让步或修饰意义(“尽管已被书写留存”)。

  4. 31.88εἶθʼ ὅποι μηδὲ τοὺς κακὸν δράσαντας ἐάνπερ καταφύγωσιν ἔθος ἐστὶν ἀδικεῖν

    关系副词 ὅποι(“在……之处”)引出指代避难圣所的从句,与主句形成对比。不定式 ἀδικεῖν 作为 ἔθος ἐστίν 的语法主语,其间插入了条件从句 ἐάνπερ καταφύγωσιν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.85-31.90