- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.78-31.84
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出,剥夺古代伟人的荣誉不仅背弃恩义与正义,更等同于针对英雄的亵渎与不敬之重罪,并通过破坏雕像的刑罚及雅典的法律惯例加以论证。
οὐ τοίνυν οὐδὲ τοιοῦτον οὐδὲν ἔστιν εἰπεῖν, ὡς κατὰ πολὺν χρόνον ἐσχήκασι τὰς τιμάς· οὐ γὰρ ἔσθʼ ὅπως δείξουσι πλείονα ἐκείνους χρόνον τιμωμένους ὑπὸ τῆς πόλεως ἢ τὴν πόλιν ὑπʼ αὐτῶν εὖ πεπονθυῖαν.1 ὥσπερ οὖν ὁ χρέος πάλαι μὲν ὀφείλων, πάλαι δὲ ἀποδούς, οὐθὲν πλέον τι πεποίηκε τοῦ νῦν ἀποδιδόντος ὅ, τι εἴληφεν, ὁμοίως οὐδʼ εἴ τις πάνυ πρὸ πολλοῦ τινα ἠμείψατο τότε εὖ παθών.
因此,根本不能说出这样的话,即他们享有这些荣誉已经有很长的时间了;因为他们绝不可能证明,那些人受到城邦尊崇的时间,比城邦从他们那里蒙受恩惠的时间还要长。正如很久以前欠下债务并且很久以前就偿还了的人,并没有比现在偿还所借之物的人多做任何事一样;同样,如果有人在极久之前蒙受恩惠并在当时回报了对方,情况也是如此。
ἄλλως τε εἰ μὲν ἀτέλειαν ἢ χρήματα ἢ γῆν ἢ τοιοῦτόν τι δεδωκότες ἀφῃρεῖσθε, μᾶλλον ἂν ἴσως ἠδικοῦντο οἱ μετὰ ταῦτα εἰληφότες· ὁ γὰρ χρόνον τινὰ κατασχὼν τὰ τοιαῦτα ὠφέληταί τι καὶ προείληφεν· ἐπὶ δὲ τῆς τιμῆς οὐδέν ἐστι τοιοῦτον. οἱ μὲν γάρ εἰσιν εὐπορώτεροι καὶ τὸν ἄλλον χρόνον·ἃ γὰρ ἐκτήσαντο ἀπὸ τούτων ἔχουσιν· τοῖς δὲ τοὐναντίον ἀτιμοτέροις ὑπάρχει γεγονέναι. ὅπου μὲν γὰρ ἐλάττων ἡ ζημία τοῖς πολὺν χρόνον καρπωσαμένοις, ὅπου δὲ ἡ ἀτιμία μείζων τοῖς σφόδρα παλαιᾶς τιμῆς ἀφαιρουμένοις.
况且,如果你们当初赐予的是免税特权、金钱、土地或诸如此类的东西,如今再予以剥夺,那么较晚获得的人或许会遭受更大的不公;因为在一段时间内保有此类事物的人,已经获得了一定好处并预先得到了利益。但在荣誉方面,完全没有这种事。因为前者在随后的时间里更为富足,因为他们依然保留着从中获得的财产;而对于后者,反而落得更加蒙受耻辱的结局。因为一方面,对于长期坐享收益的人来说,损失较小;另一方面,对于被剥夺极为古老的荣誉的人来说,耻辱却更大。
ὅτι τοίνυν οὐδὲ ἀσεβείας ἀπήλλακται τὸ γιγνόμενον μάλιστα,2 ὃν οὗτοί φασι τρόπον, κἂν ὑπερβολῆς ἕνεκα δόξω τισὶ λέγειν, οὐχ, ὡς πρότερον εἶπον, ὅτι πάντα ἁπλῶς ἀσεβήματά ἐστι τὰ περὶ τοὺς τεθνεῶτας γιγνόμενα, ἀλλὰ ὅτι καὶ πάντες ἥρωας νομίζουσι τοὺς σφόδρα παλαιοὺς ἄνδρας, κἂν μηδὲν ἐξαίρετον ἔχωσι, διʼ αὐτὸν οἶμαι τὸν χρόνον. τοὺς δὲ δὴ σεμνοὺς οὕτως καὶ τῶν μεγίστων ἠξιωμένους, ὧν ἔνιοι καὶ τελετὰς ἐσχήκασιν ἡρώων, τοὺς τοσαῦτα ἔτη κειμένους, ὥστε καὶ τὴν μνήμην ἐπιλελοιπέναι, πῶς ἔνι τῆς αὐτῆς τυγχάνειν προσηγορίας ἧς οἱ τεθνηκότες ἐφʼ ἡμῶν ἢ μικρὸν ἔμπροσθεν, ἄλλως δὲ μηδενὸς ἄξιοι φανέντες;
再者,正在发生的事情——尤其是按照这些人所主张的方式——绝非免于不敬神之罪,即便有人会认为我是为了夸张才这样说的。这并不是像我之前所说的那样,因为对待死者的一切行为都无一例外是不敬的,而是因为所有人都会把极为古老的人尊奉为英雄,即使他们没有任何杰出的功绩,我认为单凭时间本身也是如此。至于那些如此崇高、被认为配享最伟大待遇的人——其中一些人甚至享有英雄的祭仪——他们安卧了如此多的岁月,以至于连记忆都已泯灭,他们又怎可能与那些在我们这个时代或不久前死去、在其他方面显出毫无价值的人获得相同的称谓呢?
καὶ μὴν τά γε εἰς τοὺς ἥρωας ἀσεβήματα οὐδʼ ἂν ἀμφισβητήσειεν οὐδεὶς ὡς οὐχὶ τὴν αὐτὴν ἔχει τάξιν ἣν τὰ περὶ τοὺς θεούς. τί οὖν; οὐκ ἀδίκημά ἐστι τὸ τὴν μνήμην ἀναιρεῖν; τὸ τὴν τιμὴν ἀφαιρεῖσθαι; τὸ ἐκκόπτειν τὸ ὄνομα; δεινόν γε καὶ σχέτλιον, ὦ Ζεῦ. ἀλλʼ ἐὰν μὲν στέφανόν τις ἀφέλῃ τὸν μίαν ἴσως ἢ δευτέραν μενοῦντα ἡμέραν, ἢ κηλῖδά τινα τῷ χαλκῷ προσβάλῃ, τοῦτον ἡγήσεσθε ἀσεβεῖν· τὸν δὲ ὅλως ἀφανίζοντα καὶ μετατιθέντα καὶ καταλύοντα τὴν δόξαν οὐδὲν ποιεῖν ἄτοπον;3
确实,绝不会有人争辩说,针对英雄的不敬之举不具有与针对神明之举同等的地位。那么又如何呢?毁灭记忆难道不是罪过吗?剥夺荣誉难道不是吗?凿掉名字难道不是吗?凭宙斯起誓,这是多么可怕而残忍啊!然而,如果有人取下一顶或许只能维持一两天的冠冕,或者在青铜上留下一处污渍,你们就会认为此人不敬;而对于那个彻底抹杀、转移并瓦解其荣耀的人,你们却认为他没有做出任何悖理之事吗?
ἀλλʼ ἐὰν μὲν δοράτιον ἐξέλῃ τις ἐκ τῆς χειρὸς ἢ κράνους ἀπορρήξῃ τὸν λόφον ἢ τὴν ἀσπίδα τοῦ βραχίονος ἢ χαλινὸν ἵππου, τῷ δημοσίῳ τοῦτον εὐθὺς παραδώσετε, καὶ τὴν αὐτὴν ὑπομενεῖ τιμωρίαν τοῖς ἱεροσύλοις, ὥσπερ ἀμέλει καὶ πολλοὶ τεθνήκασι διὰ τοιαύτας αἰτίας, καὶ πλέον οὐδὲν λέγουσιν αὐτοῖς ὅτι τῶν ἀνωνύμων τινὰ καὶ σφόδρα παλαιῶν ἐλωβήσαντο εἰκόνων· δημοσίᾳ δὲ ἡ πόλις τῷ παντὶ χείρων καὶ φαυλοτέρα φανεῖται περὶ τοὺς ἥρωας;
如果有人从手中夺走标枪,或者从头盔上撕下顶缨,或者从手臂上夺下盾牌,或者从马上取下马缰,你们会立即将此人移交官府,他将遭受与盗庙者相同的惩罚,正如确实有许多人由于此类原因被处死一样,他们辩称自己损坏的只是无名且极古老雕像中的一座,也毫无用处;然而,城邦公然在对待英雄方面显得彻底更加恶劣和卑鄙吗?
καὶ τοίνυν ἐὰν εἴπῃ τις εἰσελθὼν ὅτι πεφώραταί τις ξένος ἢ καὶ πολίτης ἢ χεῖρα ἢ δάκτυλον ἀφαιρῶν ἀνδριάντος, βοήσεσθε καὶ παραχρῆμα ἐπιθεῖναι κελεύσετε ἐπὶ τὸν τροχόν. καίτοι χειρὸς μὲν ἀφαιρεθείσης ἢ δόρατος ἢ φιάλης, ἐὰν τύχῃ κρατῶν, ἡ τιμὴ μένει καὶ τὸ σύμβολον ἔχει τῆς ἀρετῆς ὁ τιμηθείς, ὁ δὲ χαλκὸς μόνος ἐλάττων γέγονεν· τῆς δὲ ἐπιγραφῆς ἀνῃρημένης ἀνῄρηται δήπουθεν ἡ μαρτυρία καὶ τὸ δοκεῖν ἄξιον ἐπαίνου γεγονέναι τὸν ἄνθρωπον.
此外,如果有人走进来报告说,某个外邦人甚至公民被抓到正在从雕像上拆下一只手或一根手指,你们就会大声喧嚷,并立即命令将其置于刑轮之上。然而,即便手被拆下,或者标枪,或者若他刚好手持的杯皿被夺去,荣誉依然留存,受尊崇者仍保有其美德的象征,减损的仅仅是青铜本身;但倘若铭文被抹去,证明显然就被毁灭了,连同那个人曾被认为值得称赞的事实也被毁灭了。
βούλομαι τοίνυν, ὅπερ Ἀθήνησι μὲν οἶδα γιγνόμενον, οἶμαι δὲ κἀνταῦθα γίγνεσθαι κατὰ νόμον πάνυ καλῶς ἔχοντα, εἰπεῖν πρὸς ὑμᾶς. ἐκεῖ γὰρ ὅταν δημοσίᾳ τινὰ δέῃ τῶν πολιτῶν ἀποθανεῖν ἐπʼ ἀδικήματι, πρότερον αὐτοῦ τὸ ὄνομα ἐξαλείφεται. τίνος ἕνεκα; ἑνὸς μέν, ὅπως μηκέτι δοκῶν πολίτης εἶναι πάσχῃ τι τοιοῦτον, ἀλλʼ ὡς δυνατὸν ἀλλότριος γεγονώς·4
因此,我想对你们谈谈一件我知道在雅典发生的事,我也认为这里依据一项非常优良的法律同样在实行此事。因为在那里,当有公民因罪行而必须被依法处死时,其名字会预先被抹去。为了什么缘故呢?原因之一在于,使他不再以看似公民的身份遭受这般下场,而是在尽可能成为局外人之后受刑。
- 31.78οὐ γὰρ ἔσθʼ ὅπως δείξουσι πλείονα ἐκείνους χρόνον τιμωμένους ὑπὸ τῆς πόλεως ἢ τὴν πόλιν ὑπʼ αὐτῶν εὖ πεπονθυῖαν
οὐκ ἔσθʼ ὅπως 是固定惯用语,意为“绝无可能……”。动词 δείξουσι 后接宾格补充分词结构,以比较连词 ἤ 为中介,将 ἐκείνους ... τιμωμένους 与 τὴν πόλιν ... εὖ πεπονθυῖαν 这两个“宾格+分词”结构并列对举。
- 31.80ὅτι τοίνυν οὐδὲ ἀσεβείας ἀπήλλακται τὸ γιγνόμενον μάλιστα
句首的 ὅτι 引导一个提出论题的名词性从句(“正在发生的事并非免于不敬”),其后因插入语和原因从句(κἂν ... λέγειν,οὐχ ... ἀλλὰ ὅτι ...)的嵌套而发生破格(anacoluthon),最终在修辞性疑问句 πῶς ἔνι ... 中完成语义表达。
- 31.81τὸν δὲ ὅλως ἀφανίζοντα καὶ μετατιθέντα καὶ καταλύοντα τὴν δόξαν οὐδὲν ποιεῖν ἄτοπον
承接前一分句(ἐὰν μὲν ... τοῦτον ἡγήσεσθε ἀσεβεῖν)中的动词 ἡγήσεσθε,本句沿用了“宾格+不定词”结构:τὸν ... ἀφανίζοντα ... 为不定词的主语宾格,ποιεῖν 为述语不定词,通篇构成强烈的反诘语气。
- 31.84ὅπως μηκέτι δοκῶν πολίτης εἶναι πάσχῃ τι τοιοῦτον, ἀλλʼ ὡς δυνατὸν ἀλλότριος γεγονώς
在目的从句 ὅπως ... πάσχῃ 内部,分词 δοκῶν 与 γεγονώς 通过 ἀλλά 形成对比。在后半部 γεγονώς 处承前省略了动词 πάσχῃ,整个结构意为“使其不再以看似公民的身份承受此事,而是尽可能成为外人之后(再承受此事)”。
