← 金嘴狄翁

演说集

§31.73-31.77

驳斥挪用古代无后嗣者雕像的借口

演说者驳斥了仅是挪用年代久远且无名雕像的借口,指出侵害已无生者庇护的先祖肖像比侵害孤儿更为恶劣;古代雕像表彰的是真正卓绝的功绩,理应受到最崇高的尊重。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.73

ἐγὼ δʼ ὅτι μὲν οὐκ εἴ τινες ἀγνοοῦσι προσήκοντας ἑαυτοῖς ἐνίους τούτων, ὅπερ εἰκός, διὰ τοῦτο ἔλαττον ἀδικοῦνται τῶν προγόνων ἀτιμαζομένων, ἀφίημι·1 χαλεπώτερον δὲ ἄλλως εἶναί μοι δοκεῖ τὸ γιγνόμενον εἰς ἐκείνους, οἷς μηδὲ ἔστιν οἰκεῖος μηδὲ εἷς ἔτι. καὶ γὰρ τῶν ζώντων δοκεῖ δεινότερον εἶναι τούτους ἀδικεῖν οἷς μηδὲ εἷς ἔστιν ὁ βοηθῶν ἔτι. ἐπεὶ κατά γε τοῦτο λεγέτωσαν μηδὲν εἶναι χαλεπὸν μηδὲ τὸ τοὺς ὀρφανοὺς βλάπτειν τοὺς παντάπασιν ἐρήμους, οἳ μήτε ἑαυτοῖς ἀμύνειν δύνανται μήτε ἄλλον ἔχουσι τὸν κηδόμενον. ἀλλὰ ὑμεῖς τοὐναντίον καὶ μᾶλλον ἐπὶ τούτοις ἀγανακτεῖτε καὶ δημοσίᾳ καθίστασθε ἐπιτρόπους, ὅπως μηδὲν ἀδικῶνται.

至于即使某些人(正如很可能的那样)不知道这些人中有几位是自己的亲属,他们也不至于因此就在祖先受辱时承受较少的侵害,这一点我就略过不提了;然而在我看来,对那些连一个亲属都不复存在的人所做出的行径,在另一种意义上显得尤为恶劣。因为即使在生者之间,侵害那些不再拥有哪怕一个施援之者的人,也被认为是更为可怖的事。否则,按照这种逻辑,就让他们宣称去侵害那些孤苦伶仃、既不能自卫又无人照料的孤儿也绝非恶行好了。但你们恰恰相反,反而对这类孤儿的不幸更为愤慨,并且在公共层面为他们设立监护人,以免他们蒙受任何侵害。

§31.74

καθόλου δὲ πάντων ὧν μέλλουσιν ἐρεῖν λόγων οὐδενὸς ἔχοντος ἐπιεικὲς οὐδέν, ὁ τοιοῦτός ἐστιν ἀτοπώτατος, ὡς ἄρα οὐδενὸς ἅπτονται τῶν γνωρίμων ἀνδριάντων οὐδὲ οὓς ἐπίσταταί τις ὧν εἰσιν,2 ἀλλὰ ἀσήμοις τισὶ καὶ σφόδρα παλαιοῖς καταχρῶνται. καθάπερ εἴ τις λέγοι μηδένα τῶν ἐπιφανῶν ἀδικεῖν πολιτῶν, ἀλλὰ τοὺς δημοτικοὺς καὶ οὓς μηδεὶς οἶδεν. καίτοι μὰ τὸν Δία οὐχ ὅμοιον. ἐν μὲν γὰρ τοῖς ζῶσι καὶ διʼ εὐγένειαν καὶ διʼ ἀρετὴν ἄλλος ἄλλου φανερώτερός ἐστι, καὶ διὰ πλοῦτον τοῦτο συμβαίνει καὶ διʼ ἑτέρας προφάσεις ἀξιολόγους· ἐπὶ δὲ τῶν εἰκόνων μὴ τοὐναντίον λέγοι τις ἂν ὥς εἰσιν αὗται βελτιόνων ἀνδρῶν. οὐ γὰρ δι’ ἀγένειαν ἢ κακίαν τινὰ οὐκ ἐπιστάμεθα αὐτούς, οἵ γε τῶν αὐτῶν τοῖς λαμπροτάτοις τετεύχασιν, ἀλλὰ διὰ μῆκος χρόνου τοῦτο γέγονεν.

总的来说,在他们打算陈述的所有言辞中没有一句含有哪怕一点合理之处,而最荒唐的莫过于这种说法:他们声称绝未触动任何著名的雕像,也未触动任何人知晓归属者的雕像,而只是挪用了一些默默无闻且年代极其久远的雕像。这正如有人声称自己没有侵害任何显贵的公民,而仅仅是侵害了平民以及无人知晓者一样。然而,指着宙斯起誓,这两者绝不相同。因为在生者之中,一人确实会由于出身高贵与德行,或者由于财富及其他值得称道的因由而比另一人更为显赫;但在肖像之事上,难道人们不反而可以说,这些肖像属于更优秀的人吗?因为我们如今之所以不知道他们,绝非由于门第低微或某种卑劣品质——他们毕竟获得了与最辉煌之人相同的殊荣——而这一现象全然是由岁月的漫长所造成的。

§31.75

ὅσῳ τοίνυν τοὺς πρότερον ἀεὶ τῶν ἐπιγιγνομένων πάντες ἡγοῦνται φύσει κρείττους, καὶ πάλαι τὸ τυχεῖν τινας τούτου σπανιώτερον ὑπῆρχε, τοσούτῳ περὶ ἀμείνους ἄνδρας καὶ μειζόνων ἀγαθῶν αἰτίους ὁμολογοῦσιν ἁμαρτάνειν. ὅτι δʼ ἀληθῆ ταῦτα ἀμφότερα δῆλον. τούς τε γὰρ σφόδρα ἀρχαίους ἡμιθέους ὄντας ἐπιστάμεθα καὶ τοὺς μετʼ αὐτοὺς οὐ πολὺ ἐκείνων χείρονας· ἔπειτα τοὺς ἐφεξῆς ἐλάττονας ἀεὶ κατὰ τὸν χρόνον, καὶ τέλος τοὺς νῦν ὁποίους ἡμᾶς αὐτοὺς οἴδαμεν. καὶ πρότερον μὲν οὐδὲ τοῖς ἀποθνῄσκουσι πᾶσιν ὑπὲρ τῆς πόλεως ἦν ἑστάναι χαλκοῖς, ἀλλʼ εἰ μή τις ὑπερφυᾶ καὶ θαυμαστὰ πράξειε· νῦν δὲ τοὺς καταπλέοντας τιμῶμεν, ὥστʼ, εἴπερ ἄρα, τοὺς ὕστερον μᾶλλον καὶ τοὺς ἔγγιστα νῦν ἀνακειμένους μεταποιητέον.

因此,既然众人都一致认为往昔之人天然优越于后世之人,且古时获得这一殊荣实属更为罕见之事,那么在同等的程度上,他们便等于承认自己冒犯的是更为优秀且造就了更伟大福祉的人物。而这两点皆属真实,则是显而易见的。因为我们深知,极古之时的人物皆为半神,其后之人亦不比他们逊色多少;随后的世代随着时间的推移而不断递减退化,直至最后我们深知如今的我们自己是何等样人。而且在从前,绝非所有为城邦捐躯者都能立起青铜雕像,除非有人立下了卓越非凡、令人赞叹的功绩;但如今我们连靠港航行而来的人都予以表彰。因此,假若真要这么做,理当挪用的反倒是后世的、乃至如今最近设立起来的那些雕像。

§31.76

οὐδὲ γὰρ ἐκεῖνο ἀγνοεῖτε δήπουθεν ὅτι πάντες οἱ νοῦν ἔχοντες τοὺς παλαιοὺς τῶν φίλων μᾶλλον ἀγαπῶσι καὶ περὶ πλείονος ποιοῦνται τῶν διʼ ὀλίγου γεγονότων, καὶ τούς γε πατρικοὺς τῷ παντὶ πλέον ἢ τοὺς ὑφʼ αὑτῶν ἐγνωσμένους. οἱ μὲν γὰρ τὰ πρὸς τούτους παραβαίνοντες μόνους αὐτοὺς ἀδικοῦσιν· οἱ δὲ τῶν πρὸς ἐκείνους τι λύοντες καὶ τῶν κτησαμένων αὐτοὺς ὀλιγωροῦσιν.3

因为你们想必也不会不知道这一点:凡有头脑的人都更爱惜老朋友,并将他们看得重于结识不久的人,且重视世代世交远胜于自己结识的朋友。因为违背对后者义务的人仅仅侵害了他们本身;但若是毁弃对前者的某种义务,则连同结交下这些朋友的祖先也一并轻慢了。

§31.77

καθόλου δέ, ὥσπερ ὅταν τῶν ζώντων τις ἐξετάζηται παρʼ ὑμῖν, ὃν αὐτοὶ μὴ σφόδρα οἴδατε ἢ παντάπασιν ἀγνοεῖτε, τοῖς ἐπισταμένοις αὐτοὺς προσέχετε καὶ τίθεσθε τὴν ψῆφον κατὰ τοὺς μάρτυρας, ἄλλως τε ἂν ὦσιν οὗτοι μὴ πονηροί, ταὐτὸ καὶ νῦν ποιήσατε· ἐπεὶ καὶ περὶ ἀνδρῶν ὁ λόγος ἐστίν, οὕς φασι μηδένα εἰδέναι τῶν ζώντων· παρὰ τῶν ἐγνωκότων αὐτοὺς μάθετε. οἱ τοίνυν τότε ὄντες καὶ σαφέστατα ἐκείνους εἰδότες εὐεργέτας ἡγοῦντο τῆς πόλεως καὶ τῶν μεγίστων ἠξίουν. οἷς οὐ θεμιτὸν ὑμᾶς ἀπιστεῖν, ὑμετέροις γε οὖσι προγόνοις, οὐδὲ φῆσαι πονηρούς.

总而言之,就像在你们面前审理某个生者之时,假若你们自己对他不太了解或根本一无所知,你们便会倾听那些熟悉他们的人,并根据证人的证词进行投票——尤其是如果这些证人并非品行恶劣之辈时更是如此——现在你们也当做出同样的举动。既然争论所涉及的是人们声称生者之中无一人知晓的那些人物,那么就请向曾经了解他们的人去请教吧。当时生活并最清楚地了解他们的人,视他们为城邦的恩人,并认为他们配得上最崇高的荣誉。对于身为你们祖先的那些人,你们不信赖他们,或者声称他们品行恶劣,是绝不合乎天理的。

语法注3 条
  1. 31.73ἐγὼ δʼ ὅτι μὲν οὐκ εἴ τινες ἀγνοοῦσι προσήκοντας ἑαυτοῖς ἐνίους τούτων, ὅπερ εἰκός, διὰ τοῦτο ἔλαττον ἀδικοῦνται τῶν προγόνων ἀτιμαζομένων, ἀφίημι

    句首由 ὅτι 引导的整个从句作后置主动词 ἀφίημι(我略过不提)的宾语。紧随 ὅτι 之后的否定词 οὐκ 并不修饰条件从句(εἴ τινες ἀγνοοῦσι),而是修饰其结论动词 ἔλαττον ἀδικοῦνται,表示“他们并不因此而遭受较少的不义”。这是否定词前置并跨越插入从句的远隔结构。

  2. 31.74οὐδὲ οὓς ἐπίσταταί τις ὧν εἰσιν

    οὓς 是省略了属格先行词(作前文 ἅπτονται 的宾语)的关系代词宾格,以内嵌间接疑问句 ὧν εἰσιν 的主语提前(先取用法)而作 ἐπίσταταί 的宾语,其中属格 ὧν 表示所有或归属(“属于谁”),整句意为“亦未触动任何为人所知其归属者的雕像”。

  3. 31.76οἱ μὲν γὰρ τὰ πρὸς τούτους παραβαίνοντες μόνους αὐτοὺς ἀδικοῦσιν· οἱ δὲ τῶν πρὸς ἐκείνους τι λύοντες καὶ τῶν κτησαμένων αὐτοὺς ὀλιγωροῦσιν

    指示代词 τούτους 与 ἐκείνους 与前一句形成对比性呼应。近指代词 τούτους 指代前文刚提及的“自己结识的朋友”,而远指代词 ἐκείνους 则指代时间上更久远的“世交/父辈的朋友”。这构成了后半句中破坏对后者的义务乃是连同“结交他们的先辈”一并轻视的逻辑基础。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.73-31.77