← 金嘴狄翁

演说集

§31.68-31.72

拒绝债务减免的德行与挪用肖像的不义

演说者提醒罗得人回忆昔日拒绝债务减免的崇高德行,论证剥夺与挪用肖像甚至比土地重分更加不义且前所未闻,并通过描绘亲属目睹刮去题铭时的悲愤场景,敦促他们立刻制止这种行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.68

ὧν γὰρ οἶμαι τὴν ἐκείνων πόλιν ἑωρᾶτε μὴ δεηθεῖσαν δι’ ἀρετὴν ἅμα καὶ εὐτυχίαν, τούτου1 τὴν ὑμετέραν ἀπεφήνατε μὴ δεομένην διὰ μόνην τὴν ἀρετὴν. οὐ τοίνυν φήσετε ἔλαττον, ὦ ἄνδρες Ῥόδιοι, τὴν χάριν ὀφείλεσθαι τοῖς εὖ πεποιηκόσιν ἢ τοῖς συμβαλοῦσι τὸ χρέος. εἶτα τὸ μὲν μὴ ἑκόντας ἐκτίνειν τὰ ὀφειλόμενα δεινὸν ὑμῖν ἔδοξε, τὸ δὲ ἀποδόντας ἀφαιρεῖσθαι μέτριον. οὐ γὰρ δὴ τὸ μετὰ πάντων ἀσχημονεῖν τοῦ μόνους αἴσχιον ὑπειλήφατε.2 καίτοι τοσαύτης μεταβολῆς καθʼ ὃν εἴρηκα καιρὸν γενομένης καὶ περὶ πάντα συγχύσεως, τά γε δοθέντα ὑπῆρχε βεβαίως ἔχειν τοῖς προειληφόσι, καὶ οὐδεὶς ἐτόλμησεν εἰσπράττειν τοὺς ἤδη τι κεκομισμένους. ὑμεῖς δὲ νῦν οὐδὲ ἃ ἔφθητε διαλῦσαι τοῖς εὐεργέταις ἐᾶτε, ἀλλʼ οἱ μηδὲ τῶν αὐτῶν μηδὲν ὑπομείναντες τότε τοῖς ἄλλοις, καὶ ταῦτα ἐπταικότες, νῦν εὐτυχοῦντες πράττετε ὃ μηδὲ ἐκείνων τότε μηδὲ εἷς.

因为我认为,对于你们看到他们那座城邦由于德行与幸运而不需要的事物,你们表明自己的城邦单凭德行就同样不需要。罗得岛的人们啊,你们绝不会说,欠恩人的感激之情比欠债权人的债务还要少吧。难道说,不情愿偿还应付之物在你们看来是可怖的,而偿还之后又行剥夺反倒成了合理的举动?你们总不至于以为,同大家一起做出丑事,倒比独自蒙羞更为可耻吧。然而,即便在我所说的那段时期发生了如此巨大的变故和全面的混乱,对于先前已经获得财物的人而言,所赠之物仍属他们稳固所有,绝无任何人敢于向已经有所收取的人进行追讨。然而现在的你们,甚至连已经向恩人清偿之物都不肯留下;当时未曾同其他人屈从于任何相同境遇的你们——而且那还是在遭受重创之际——如今身处顺境,却在做着当时连那些人中也无一人去做的事。

§31.69

καίτοι τὸ μὲν τῶν χρεῶν γεγονὸς εὕροι τις ἂν καὶ ἐν ἄλλῳ χρόνῳ καὶ Σόλωνα λέγεται παρὰ Ἀθηναίοις ποτὲ ποιῆσαι. δίχα γὰρ τοῦ πολλάκις ἀναγκαίως αὐτὸ συμβαίνειν ἐκ τῆς ἀπορίας τῶν δεδανεισμένων ἔσθʼ ὅτε οὐδὲ ἀδίκως γίγνεται διὰ τὸ μέγεθος τῶν τόκων, ὅταν τινὲς πολλάκις ὦσιν ἐν τούτοις τὰ ἀρχαῖα κεκομισμένοι. τὸ δὲ τὰς χάριτας τὰς ἀντὶ τῶν εὐεργεσιῶν ἀποστερεῖσθαι τοὺς εἰληφότας οὔτε ἀφορμὴν οὐδεμίαν δύναται παρασχεῖν εὔλογον οὔτε εἰσηγήσατο οὐδεὶς πώποτε, ἀλλὰ μόνου τούτου σχεδὸν ἁπάντων οὐδέποτε καιρὸς γέγονε.

尽管如此,人们仍能在其他时代发现免除债务之事,据说梭伦也曾一度在雅典人中实行过此举。因为除了往往出于借债者的困窘而不得不发生外,有时由于利息数额巨大,当债权人以此多次收回了本金之时,免债之举甚至算不上不正义。但是,从受赠者手中剥夺作为恩德回报的感激之物,却提供不出任何合理的借口,也从未有任何人提议过;可以说在几乎所有事情中,唯独对此事从来没有合适的机会。

§31.70

καὶ μὴν δύο ταῦτα ὁμοίως τῆς μεγίστης φυλακῆς ἐν τοῖς νόμοις ἠξίωται καὶ ἀρᾶς καὶ ἐπιτιμίων τῶν ἐσχάτων, ἐάν τις εἰσάγῃ χρεῶν ἀποκοπὰς ἢ ὡς τὴν γῆν ἀναδάσασθαι προσήκει. τούτων τοίνυν τὸ μὲν παρʼ ὑμῖν οὐ γέγονε· τὸ δὲ λοιπόν, ὃ μηδʼ ὅλως ἴσμεν εἴ ποτε συνέβη, σκέψασθε παραθέντες τῷ νῦν ἐξεταζομένῳ πράγματι. τῆς μέν γε χώρας ἄνωθεν διαιρουμένης τοῦτο ἂν εἴη δεινότατον, τὸ ἐξ ἴσου γίγνεσθαι τὸν ἔχοντα πρότερον τῷ μὴ κεκτημένῳ· τῆς δὲ εἰκόνος ἑτέρῳ δοθείσης οὐδαμῶς ἴσος ἐστὶν ὁ ἀφαιρεθεὶς τῷ λαβόντι. ὁ μὲν γὰρ τέτευχεν, εἴπερ ἄρα, τῆς τιμῆς, τῷ δὲ οὐθὲν περίεστι.

再者,这两件事在法律中同样被视为应当予以极大防范,若有人提议废除债务或主张应当重新瓜分土地,必招致诅咒和最严厉的惩罚。其中前者在你们那里并未发生;至于剩下的一件,我们甚至根本不知晓是否曾发生过,请将其与当前审查的事情并列加以考量。倘若土地被从头重新分配,最可怕的莫过于曾经拥有产业者与原先一无所有者处于平等的境地;但若是肖像被转赠给他人,被剥夺者与获得者之间绝无平等可言:因为一人(若果真如此的话)获得了荣誉,而另一人却一无所剩。

§31.71

φέρε τοίνυν, εἴ τις ἔροιτο τὸν στρατηγὸν ὑμῶν ἐφεστῶτα καὶ κελεύοντα ἐκχαράττειν τὴν ἐπιγραφήν, ἕτερον δʼ ἐγγράφειν, τί ἐστι τὸ γιγνόμενον; ἦ νὴ Δία πέφηνέ τι δεινὸν εἰργασμένος τὴν πόλιν τοσούτοις ἔτεσιν ὕστερον οὗτος ἁνήρ; πρὸς τοῦ Διὸς οὐκ ἂν ὑμῖν δοκεῖ διατραπῆναι, καὶ ταῦτα ἐὰν ᾖ μέτριος; ἐγὼ μὲν γὰρ οἶμαι καὶ τὸν τεχνίτην ἐρυθριάσειν. εἰ δὲ δὴ παῖδες ἢ συγγενεῖς τινες παρατύχοιεν τἀνδρὸς ἐκείνου, πόσα οἴεσθε ἀφήσειν αὐτοὺς δάκρυα, ἐπειδὰν ἄρξηταί τις ἀφανίζειν τὸ ὄνομα;

那么且看,如果有人问你们那位在场指挥凿去题铭并刻上另一人姓名的将领:“正在发生的是什么事?指着宙斯起誓,难道此人在历经这么多年之后,竟然被发现对城邦犯下了什么可怕的罪行吗?”指着宙斯起誓,你们难道以为他不会感到无地自容吗,尤其是假若他是一个有分寸的人?依我看,甚至连工匠都会脸红。假若那人的子女或某位亲属碰巧在场,你们以为当有人开始抹去那名字时,他们会流下多少眼泪呢?

§31.72

οὐμενοῦν· ἀλλὰ ἐνστήσονται3 πάντες εἰς ὑμᾶς παριόντες, εἰς τὸν δῆμον βοῶντες. ἆρʼ οὖν, οὐδʼ ἂν τοιοῦτον συμβῇ, κωλύσετε οὐδὲ ἐπιστραφήσεσθε; ἐγὼ μὲν οὐδὲν ἂν τοιοῦτον περὶ ὑμῶν ὑπολάβοιμι, μᾶλλον δὲ καὶ νῦν φημι λανθάνειν αὐτὸ γιγνόμενον, ἀλλʼ οὐκ ἐάσετε γνόντες· οὐκοῦν νῦν γε ἐπίστασθε δήπουθεν τὸ πρᾶγμα ὅλον, ὥστε καθάπαξ κωλῦσαι προσήκει. νὴ Δία, ἀλλʼ οὐχ ὅμοιόν ἐστι,4 πολλῶν ὄντων οἷς μηδεὶς προσήκει καὶ τοῦ πράγματος συμβαίνοντος ἐπʼ οὐδενὶ τῶν γνωρίμων.

绝非如此;他们反而全都会走上前来到你们面前,向着民众呼号阻拦。难道说,即便发生这样的事,你们也不会制止,也不加理睬吗?依我而言,绝不会对你们抱有这般猜想;不如说,我现在声称这事是在不知不觉中发生的,但你们一旦明了便绝不会容忍。因此,现在你们想必已经知悉了整件事的始末,理应彻底加以制止。“指着宙斯起誓,然而情况并不相同,因为有许多人孤苦无亲,而且这事并未发生在任何显贵之人身上。”

语法注4 条
  1. 31.68ὧν γὰρ οἶμαι τὴν ἐκείνων πόλιν ἑωρᾶτε μὴ δεηθεῖσαν δι’ ἀρετὴν ἅμα καὶ εὐτυχίαν, τούτου

    关系从句 ὧν... δεηθεῖσαν 的先行词为后置的指示代词 τούτου,此处在数上出现了不一致(复数属格关系词 ὧν 对单数属格先行词 τούτου)。这是因为先行词 τούτου 具体指代前文提到的“免除债务”这一措施,而复数的 ὧν 则统括性地指代罗马城邦(τὴν ἐκείνων πόλιν)因德行与幸运而不需要的各项补救措施。分词 δεηθεῖσαν 与 δεομένην 均支配属格补足语。

  2. 31.68οὐ γὰρ δὴ τὸ μετὰ πάντων ἀσχημονεῖν τοῦ μόνους αἴσχιον ὑπειλήφατε

    反讽语境中的比较级句式。τοῦ μόνους(省略了 ἀσχημονεῖν)充当比较级 αἴσχιον 的比较属格,宾格 μόνους 为省略的不定词在逻辑上的主语。直译为“你们总不至于以为,与众人一同出丑倒比独自蒙羞更为可耻吧”,意在讽刺罗得人此前出于廉耻不愿随同他国接受免债,如今却单单自己做出空前未有的剥夺肖像之举。

  3. 31.72οὐμενοῦν· ἀλλὰ ἐνστήσονται

    对前文反诘疑问(“他们会流下眼泪吗?”)的强烈否定性回应。此处并非单纯表示“不会流泪”,而是起到一种纠正兼递进的作用(correctio),意即“绝不仅止于流泪,反而会挺身而出公开抗议”,因而与后接的 ἀλλά(反而/相反)呼应,突出了亲属从悲泣升级为公开抗争的行动。

  4. 31.72νὴ Δία, ἀλλʼ οὐχ ὅμοιόν ἐστι

    假托对手反驳的标准设问先行句式(hypophora)。其中的誓词 νὴ Δία(“指着宙斯起誓”)常用于引出假想的反驳,借此提出听众内心可能存在的辩解(即“许多像主并无亲属,且受害的并非显要人物”),以便在后文中予以驳斥。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.68-31.72