← 金嘴狄翁

演说集

§31.7-31.11

尊崇恩人的意义与罗得岛人挪用雕像的恶习

狄奥论述了尊崇与铭记恩人的重要性(仅次于敬神),并严厉谴责了罗得岛人通过磨去旧雕像铭文刻上新受勋者名字以挪用雕像的恶劣风气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.7

καὶ μὴν ὅτι γε τῶν πρὸς τοὺς θεοὺς ἐξῃρημένων,1 ἃ δεῖ μέγιστα ἡγεῖσθαι, τῶν λοιπῶν οὐδέν ἐστι κάλλιον οὐδὲ δικαιότερον ἢ τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ τῶν εὖ ποιησάντων μεμνῆσθαι νομίζω μηδὲ λόγου δεῖσθαι· καίτοι καὶ τὸ συμφέρον οὐχ ἥκιστα ἐν τούτῳ τις ἂν ἴδοι. τοὺς γὰρ σπουδαίους ὄντας περὶ τοὺς εὐεργέτας καὶ τοῖς ἠγαπηκόσι δικαίως χρωμένους πάντες ἡγοῦνται χάριτος ἀξίους καὶ βούλοιτʼ ἂν ἕκαστος ὠφελεῖν κατὰ τὴν ἑαυτοῦ δύναμιν· ἐκ δὲ τοῦ πολλοὺς ἔχειν τοὺς εὐνοοῦντας καὶ συμπράττοντας, ὅταν ᾖ καιρός, καὶ πόλις πᾶσα καὶ ἰδιώτης ἀσφαλέστερον διάγει.

此外,除开对神明的崇奉不谈(那必须被视为最崇高之事),我认为根本无须赘言:在其余一切事物中,没有任何事情比尊崇贤人、铭记恩人更为崇高和正当;然而,人们在其中尤能看到何谓真正的利益。因为对于那些对恩人竭尽赤诚、公正对待爱护自己之人的人,大家都认为他们配受回报,且人人都愿尽己所能予以襄助;而由于在紧要关头拥有许多心怀善意并通力协作之人,无论是整个城邦还是个别私人,生活都会更为安稳。

§31.8

ταῦτα τοίνυν ἡγεῖσθε,2 ἄνδρες Ῥόδιοι, πάνυ φαύλως παρʼ ὑμῖν ἔχοντα καὶ τῆς πόλεως οὐκ ἀξίως, τὰ περὶ τοὺς εὐεργέτας λέγω καὶ τὰς τιμὰς τῶν ἀγαθῶν ἀνδρῶν, οὐκ ἀρχῆθεν ὑμῶν οὕτω τῷ πράγματι χρωμένων· πόθεν; τοὐναντίον γὰρ ὥσπερ ἄλλʼ ἄττα τῶν ὑμετέρων διαφερόντως ἄν τις ἀποδέξαιτο καὶ θαυμάσειεν, οὕτω μοι δοκεῖτε καὶ τιμῆς μάλιστα προνοῆσαι· γνοίη δʼ ἄν τις εἰς τὸ τῶν εἰκόνων πλῆθος ἀπιδών· μοχθηροῦ δὲ ἄλλως κατεσχηκότος ἔθους ἔκ τινος χρόνου, καὶ μήτε τιμωμένου λοιπὸν παρʼ ὑμῖν μηδενός, εἰ βούλεσθε τἀληθὲς εἰδέναι, τῶν τε πρότερον γενναίων ἀνδρῶν καὶ περὶ τὴν πόλιν προθύμων, οὐκ ἰδιωτῶν μόνον, ἀλλὰ καὶ βασιλέων ὑβριζομένων καὶ τὰς τιμὰς ἀποστερουμένων.

因此,罗得岛人啊,请你们认识到:这些事情在你们当中正处于极其败坏、与城邦极不相称的境地——我指的是对待恩人的态度和对贤人的尊崇。这倒不是说你们自始便如此行事;岂会如此?恰恰相反,正如人们对你们城邦的其他某些特质格外赞同和钦佩一样,在我看来,你们原本对于授勋之事也是最为关照的;任何人只要看一眼这里浩繁的雕像,便能明了这一点。然而,一种败坏的风气不知何故已滋蔓有年,若是你们愿意了解真相,如今在你们当中实际上已无人再受尊崇,而昔日那些忠诚于城邦的高贵之士——不仅包括平民,甚至包括国王——反遭凌辱,被剥夺了应有的荣誉。

§31.9

ὅταν γὰρ ψηφίσησθε ἀνδριάντα τινί· ῥᾳδίως δὲ ὑμῖν ἔπεισι τοῦτο νῦν ὡς ἂν ἄφθονον ὑπάρχον· ἐκεῖνο μὲν οὐκ ἂν αἰτιασαίμην, τὸ χρόνον τινὰ καὶ διατριβὴν προσεῖναι· τοὐναντίον γὰρ εὐθὺς ἕστηκεν ὃν ἂν εἴπητε, μᾶλλον δὲ καὶ πρότερον ἢ ψηφίσασθαι· συμβαίνει δὲ πρᾶγμα ἀτοπώτατον· ὁ γὰρ στρατηγὸς ὃν ἂν αὐτῷ φανῇ τῶν ἀνακειμένων τούτων ἀνδριάντων ἀποδείκνυσιν· εἶτα τῆς μὲν πρότερον οὔσης ἐπιγραφῆς ἀναιρεθείσης, ἑτέρου δʼ ὀνόματος ἐγχαραχθέντος, πέρας ἔχει τὸ τῆς τιμῆς, καὶ λοιπὸν τέτευχε τῆς εἰκόνος ὁ δόξας ὑμῖν ἄξιος, πάνυ ῥᾳδίως οἶμαι καὶ λυσιτελῶς οὑτωσὶ σκοπουμένοις ὥστε θαυμαστὴν εἶναι τὴν εὐπορίαν καὶ τὸ πρᾶγμα εὐχῆς ἄξιον, εἰ μόνοις ὑμῖν ἔστιν ὃν ἂν βούλησθε ἱστάναι χαλκοῦν δίχα ἀναλώματος καὶ μηδεμίαν δραχμὴν μήτε ὑμῶν καταβαλόντων μήτε τῶν τιμωμένων.

因为每当你们表决通过为某人树立雕像时——如今这于你们而言轻易至极,仿佛其源源不绝——我绝不会抱怨此事需要耗费某种时日或迁延;恰恰相反,只要你们指定何人,他的雕像立刻便能耸立,甚至更在表决之前。然而,一件极度荒唐之事就此发生:将军从这些已奉纳的雕像中指派他所中意的一座,随后将原先的铭文磨去,刻上另一个人的名字,授勋仪式便告完成,于是被你们认为配享荣誉之人从此便占有了这座雕像。在抱持这种看法的人眼中,这自然极其轻易且合算,甚至其便利令人惊叹,事情简直称心如意——如果唯独你们能够不费分文地为所愿之人树立铜像,无论是你们还是受勋者都不必支付半文钱。

§31.10

τίς γὰρ οὐκ ἂν οὕτως ἀγασθείη τῆς σοφίας τὴν πόλιν; ἀλλʼ οἶμαι πολλὰ τῶν ἐν τῷ βίῳ γιγνομένων μετὰ πόνου πλείονος καὶ δαπάνης οὐ σμικρᾶς ἔστι προῖκα καὶ πάνυ ῥᾳδίως ποιεῖν, εἴ τις ἀμελεῖ τοῦ προσήκοντος καὶ τοῦ πράττειν ἀληθῶς. οἷον εὐθὺς τὰς θυσίας, ἃς ἑκάστοτε τελοῦμεν τοῖς θεοῖς, ἔστι μὴ θύσαντας φάσκειν τεθυκέναι, μόνον, ἂν δοκῇ, στεφανωσαμένους καὶ τῷ βωμῷ προσελθόντας. τί δʼ; οὐχὶ ταὐτὸ ἱερεῖον ἅπασιν ἐν κύκλῳ τοῖς ἀγάλμασι προσάγοντας, τῷ τοῦ Διός, τῷ τοῦ Ἡλίου, τῷ τῆς Ἀθηνᾶς, καὶ πανταχῇ κατασπείσαντας πᾶσιν οἴεσθαι τεθυκέναι τοῖς θεοῖς οὐ ῥᾴδιον;3 τίς δʼ ὁ κωλύσων;

因为这样一来,谁又会不因城邦的智慧而赞叹它呢?但我以为,人生中许多本需付出较多辛劳和不小开销方能成就之事,如果一个人罔顾应有的本分和真实的践行,尽可以分文不取、极为轻易地完成。例如信手拈来的一例,关于我们每次向神明所献的祭祀,人们完全可以在未曾献祭的情况下宣称已经献祭,只要在心血来潮时戴上花冠、走近祭坛即可。又或者,难道将同一头牺牲巡回牵至所有神像面前——宙斯的像、赫利俄斯的像、雅典娜的像——并在各处洒下奠酒,便自以为向所有神明都献了祭,不是很容易的事吗?又有谁会出面阻止呢?

§31.11

ἐὰν δὲ δὴ βωμὸν ἢ ναὸν νῦν τινος ἱδρύσασθαι θελήσωμεν· καὶ γὰρ εἰ πάντων εἰσὶ παρʼ ὑμῖν, οὐκ ἀδύνατον οἶμαι καὶ κρείττω κατασκευάσαι τοῦ πρότερον καὶ διὰ πλειόνων τιμᾶν προελέσθαι τὸν αὐτόν· ἆρʼ οὐχ ἕτοιμον ἐξοικίσαι τινὰ τῶν ἄλλων θεῶν ἢ μετενεγκεῖν τι τῶν ἤδη καθιερωμένων; ἢ καὶ τὴν ἐπιγραφὴν ἀλλάξαι μόνον, ὃ νῦν ποιοῦμεν; καίτοι τὸν μὲν Ἀπόλλω καὶ τὸν Ἥλιον καὶ τὸν Διόνυσον ἔνιοί φασιν εἶναι τὸν αὐτόν, καὶ ὑμεῖς οὕτω νομίζετε, πολλοὶ δὲ καὶ ἁπλῶς τοὺς θεοὺς πάντας εἰς μίαν τινὰ ἰσχὺν καὶ δύναμιν συνάγουσιν, ὥστε μηδὲν διαφέρειν τὸ τοῦτον ἢ ἐκεῖνον τιμᾶν. ἐπὶ δὲ τῶν ἀνθρώπων οὐθέν ἐστι τοιοῦτον· ἀλλʼ ὁ διδοὺς τὰ τοῦδε ἑτέρῳ τοῦτον ἀφῄρηται τῶν ἑαυτοῦ.

再者,假若我们如今想要为某位神明设立祭坛或神庙——即便你们城邦中已拥有奉祀所有神明之所,我认为再建造一座比先前更宏伟的殿宇、决意以更隆重的排场尊崇同一位神明,也并非不可能之事——难道驱逐其他某位神明,或挪用某些业已祝圣之物,不是唾手可得的吗?或者甚至仅仅更改其上的铭文,正如我们如今所做的那样?然而,有人主张阿波罗、赫利俄斯与狄俄尼索斯本是同一位神,你们亦作如是观;许多人甚至干脆将所有神明归结为某种单一的威能与力量,以至于尊崇这位或那位神明并无差异。但在人类的事情上,绝不存在这种可能;凡是将此人之物给予彼人者,便是剥夺了此人自身的私产。

语法注3 条
  1. 31.7τῶν πρὸς τοὺς θεοὺς ἐξῃρημένων

    由 ἐξαιρέω 的中性复数完成时被动分词构成的属格独立结构,表示限定或条件(“若除开对神明之事不谈”)。它与后文表示部分属格的 τῶν λοιπῶν(“在其余事物中”)相呼应,将敬神的义务作为最优先事项先行抽离除外。

  2. 31.8ταῦτα τοίνυν ἡγεῖσθε

    动词 ἡγεῖσθε 在语法上可为现在时直陈式第二人称复数或祈使式第二人称复数。此处从上下文看作祈使式最为自然(“请你们认识到……”),旨在敦促罗得岛听众正视城邦现状的严重性。宾语 ταῦτα 预先指代后文的同位语短语 τὰ περὶ τοὺς εὐεργέτας ... καὶ τὰς τιμάς。

  3. 31.10οὐχὶ ταὐτὸ ἱερεῖον ... οὐ ῥᾴδιον;

    由 οὐχὶ ... οὐ ῥᾴδιον 构成的双重否定反问句(“难道不是轻而易举的吗?”即“显然极容易”)。非人称形容词 ῥᾴδιον 的主语是由不定式 οἴεσθαι 及其附属分词短语 προσάγοντας、κατασπείσαντας 构成的结构,分词的宾格形式表示不定式结构的一般逻辑主语(“人们……并以为……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.7-31.11