← 金嘴狄翁

演说集

§31.12-31.17

表彰的重要性与对人行不义的本质

演说者论述了对神明的不敬与对人类恩人的不义之间的共通性,指出授勋与流芳百世乃是驱使英雄与战士舍生取义的最主要动力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.12

νὴ Δία, ἀλλʼ οὐχ ὅμοιον1 τὸ παραβαίνειν τὰ πρὸς τοὺς θεοὺς καὶ τὰ πρὸς τοὺς ἀνθρώπους.οὐδʼ ἐγώ φημι. παραβαίνειν δὲ ὅμως ἔστι καὶ τὰ πρὸς τούτους, ὅταν τις αὐτοῖς μὴ ὑγιῶς προσφέρηται, μηδὲ τοὺς μὲν εἰληφότας ἐῶν ἔχειν ἅ γε δικαίως ἔλαβον, τοῖς δὲ ἀξίοις δόξασι τῶν αὐτῶν ὅ φησιν ὄντως διδούς, ἀλλὰ τοὺς μὲν ἀποστερῶν τῆς δωρεᾶς, τοὺς δὲ ὥσπερ ἐνεδρεύων καὶ παραλογιζόμενος.

“凭宙斯起誓,”有人会说,“违背对神明的本分与违背对人类的本分绝非同一回事。”我也并不认为二者相同。然而,违背对人类的本分同样是存在的:当有人不诚实地对待他们,既不让受赐者保留理应合法所得之物,又不向那些被认为配享同样荣誉的人真正给予口头所许之物,反而剥夺前者的赐赠,对后者则如设陷圈套、加以欺诈。

§31.13

ἡ μὲν οὖν φύσις τοῦ πράγματος ὁμοία καὶ τὸ ποιεῖν ὁτιοῦν μετὰ ἀπάτης καὶ φενακισμοῦ καὶ τῆς ἐσχάτης μικρολογίας ταὐτό· διαφέρει δʼ, ὅτι τὰ μὲν περὶ τοὺς θεοὺς γιγνόμενα μὴ δεόντως ἀσεβήματα καλεῖται, τὰ δὲ πρὸς ἀλλήλους τοῖς ἀνθρώποις ἀδικήματα. τούτων τὴν μὲν ἀσέβειαν ἔστω μὴ προσεῖναι τῷ νῦν ἐξεταζομένῳ πράγματι· τὸ λοιπὸν δέ, εἰ μὴ δοκεῖ φυλακῆς ὑμῖν ἄξιον, ἀφείσθω.

因此,事情的本质是相似的,凡是以欺瞒、哄骗和极度吝啬行事者,其性质完全一样;唯一的差异在于,对神明不合宜的行径被称为“不敬”,而人类彼此之间的此类行径则被称为“不义”。在这二者之中,姑且承认不敬之名并不附着于眼前所审视的这件事上;但至于余下的那一项,如果你们认为它不值得警惕,便置之不理吧。

§31.14

καίτοι καὶ τὴν ἀσέβειαν εὕροι τις ἂν ἴσως τῷ τοιούτῳ προσοῦσαν· λέγω δὲ οὐ περὶ ὑμῶν οὐδὲ περὶ τῆς πόλεως· οὔτε γὰρ ὑμῖν ποτε ἔδοξεν οὔτε δημοσίᾳ γέγονεν· ἀλλʼ αὐτὸ σκοπῶν κατʼ ἰδίαν τὸ πρᾶγμα. τὰ γὰρ περὶ τοὺς κατοιχομένους γιγνόμενα οὐκ ὀρθῶς ἀσεβήματα κέκληται καὶ τῆς προσηγορίας ταύτης τυγχάνει παρὰ τοῖς νόμοις, εἰς οὓς ἄν ποτε ᾖ. τὸ δʼ εἰς ἄνδρας ἀγαθοὺς καὶ τῆς πόλεως εὐεργέτας ὑβρίζειν καὶ τὰς τιμὰς αὐτῶν καταλύειν καὶ τὴν μνήμην ἀναιρεῖν ἐγὼ μὲν οὐχ ὁρῶ πῶς ἂν ἄλλως ὀνομάζοιτο· ἐπεὶ καὶ τοὺς ζῶντας εὐεργέτας οἱ ἀδικοῦντες οὐκ ἂν εὐλόγως εἶεν ἀπηλλαγμένοι τοῦδε τοῦ ὀνείδους.

然而,人们或许也会发现,不敬之名其实同样附着于此类行径——我指的并非你们或城邦,因为这从未由你们表决通过,也未曾以公家名义施行,而是就这件事本身的性质而言。因为凡对亡者所施的不端行为,在法律上无论针对何人都被称为不敬,并冠以此种罪名。至于凌辱贤人与城邦的恩人、废止他们的荣誉、磨灭他们的记忆,依我之见实在看不出还能有何别的称呼;既然连侵害在世恩人者,按理都无法摆脱此等污名。

§31.15

οἱ γοῦν περὶ τοὺς γονεῖς ἐξαμαρτάνοντες, ὅτι τῆς πρώτης καὶ μεγίστης ὑπῆρξαν εὐεργεσίας εἰς ἡμᾶς, εἰκότως ἀσεβεῖν δοκοῦσιν. καὶ τὸ μὲν τῶν θεῶν ἴστε δήπουθεν, ὅτι κἂν σπείσῃ τις αὐτοῖς κἂν θυμιάσῃ μόνον κἂν προσάψηται, μεθʼ ἧς μέντοι προσήκει διανοίας, οὐθὲν ἔλαττον πεποίηκεν· οὐδὲ γὰρ δεῖται τῶν τοιούτων οὐθενὸς ἴσως ὁ θεὸς οἷον ἀγαλμάτων ἢ θυσιῶν· ἄλλως δὲ οὐ μάτην γίγνεται ταῦτα, τὴν προθυμίαν ἡμῶν καὶ τὴν διάθεσιν ἐμφαινόντων πρὸς αὐτούς.2

至少,那些亏待父母的人,正因为父母对我们施予了最初且最大的恩惠,理所当然地被视为犯下不敬之罪。至于神明,你们想必清楚,无论人们是向他们奠酒、仅仅焚香,还是以手触碰〔祭坛〕,只要带着适宜的心志,所行的便毫无欠缺;因为神明大概本就不需要诸如塑像或祭品这类的任何东西。但从另一方面来说,这些仪式的举行并非徒劳,因为我们向神明彰显了自己的诚意与心志。

§31.16

οἱ δὲ ἄνθρωποι δέονται καὶ στεφάνου καὶ εἰκόνος καὶ προεδρίας καὶ τοῦ μνημονεύεσθαι. καὶ πολλοὶ καὶ διὰ ταῦτα ἤδη τεθνήκασιν, ὅπως ἀνδριάντος τύχωσι καὶ κηρύγματος ἢ τιμῆς ἑτέρας καὶ τοῖς αὖθις καταλίπωσι δόξαν τινὰ ἐπιεικῆ καὶ μνήμην ἑαυτῶν. εἰ γοῦν τις ὑμῶν πύθοιτο, ἁπάντων τῶν τοιούτων ἀνῃρημένων καὶ μηδεμιᾶς εἰς ὕστερον μνήμης ἀπολειπομένης μηδὲ ἐπαίνου τῶν εὖ πραχθέντων, εἰ καὶ πολλοστὸν ἡγεῖσθε μέρος ἂν γεγονέναι τῶν θαυμαζομένων παρὰ πᾶσιν ἀνδρῶν ἢ τῶν ἐν πολέμῳ ποτὲ προθύμως ἠγωνισμένων ἢ τῶν τυράννους καθῃρηκότων ἢ τῶν ἑαυτοὺς ἢ τέκνα προειμένων ἕνεκα κοινῆς σωτηρίας ἢ τῶν πόνους μεγάλους πονησάντων ὑπὲρ τῆς ἀρετῆς, ὥσπερ Ἡρακλέα φασὶ καὶ Θησέα καὶ τοὺς ἄλλους ἡμιθέους ποτὲ καὶ ἥρωας, οὐκ ἂν οὐθένα εἰπεῖν οἶμαι.3

但人类却既需要桂冠、雕像和前席之位,也需要被铭记。许多人正是为了这些而舍生取义,以便获得雕像、公报或其他荣誉,并给后世留下关于自身的良好名声与记忆。试想,如果有人问你们:若是废除这一切荣誉,后世不再留下任何记忆,也不对善行施以赞颂,你们是否认为在受万民景仰的人中、在昔日作战英勇的人中、在诛灭暴君的人中、在为公共安全献出自己或儿女的人中、在为美德历经艰险的人中——正如人们传说赫拉克勒斯、忒修斯以及昔日的其他半神与英雄那样——哪怕还会有微不足道的一小部分人诞生?我想没有任何人会这样说。

§31.17

τὸ γὰρ προκαλούμενον ἕκαστον καὶ κινδύνων καταφρονεῖν καὶ πόνους ὑπομένειν καὶ τὸν μεθʼ ἡδονῆς καὶ ῥᾳθυμίας ὑπερορᾶν βίον οὐκ ἂν ἄλλο τις εὕροι παρά γε τοῖς πλείοσι. τοῦτό ἐστι τὸ ποιοῦν ἐν ταῖς μάχαις τοὺς ἀγαθοὺς ἄνδρας ἔμπροσθεν εὑρίσκεσθαι τετρωμένους καὶ μὴ μεταστραφέντας οἴχεσθαι, πολλάκις ἑτοίμου τῆς σωτηρίας ἀποκειμένης. διὰ τοῦτό φησιν ὁ ποιητὴς τὸν Ἀχιλλέα μὴ θελῆσαι γηράσαντα ἀποθανεῖν οἴκοι, καὶ τὸν Ἕκτορα μόνον στῆναι πρὸ τῆς πόλεως, εἰ δέοι, πᾶσι μαχούμενον.

因为那召唤每个人蔑视危险、忍受劳苦、鄙弃沉溺于享乐与安逸生活的事物,至少在绝大多数人看来,除〔荣誉〕外绝无其他。正是这一点促使勇士们在战场上被发现时正面负伤,而绝不转身遁逃,即便苟全性命的机会往往唾手可得。正因如此,诗人才说阿喀琉斯不愿在家中老死,而赫克托耳则孑然伫立于城门之前,若有必要,愿孤身对抗全军。

语法注3 条
  1. 31.12νὴ Δία, ἀλλʼ οὐχ ὅμοιον

    引入假想对手异议(提问反驳法,hypophora)的惯用套语。演说者随即以 οὐδʼ ἐγώ φημι(“我也并不认为二者相同”)作出让步,进而在随后的论述中阐明背弃对人类的本分同样属于同类的本质恶行。

  2. 31.15τὴν προθυμίαν ἡμῶν καὶ τὴν διάθεσιν ἐμφαινόντων πρὸς αὐτούς

    属格绝对结构(genitive absolute)。逻辑主语指代一般人(由前面的 ἡμῶν 所提示的“我们/献祭者”)。阳性复数分词 ἐμφαινόντων 表明外在祭仪不致落空的原因或伴随情况,即彰显我们对神明的诚心与意向。

  3. 31.16εἰ γοῦν τις ὑμῶν πύθοιτο... οὐκ ἂν οὐθένα εἰπεῖν οἶμαι

    主句为主词动词 οἶμαι 所支配的带宾格的不定式结构(οὐκ ἂν οὐθένα εἰπεῖν)。在主条件从句(εἰ... πύθοιτο)内部,嵌套了表示询问内容的间接疑问句与假设情况(ἁπάντων τῶν τοιούτων ἀνῃρημένων... εἰ καὶ πολλοστὸν ἡγεῖσθε μέρος ἂν γεγονέναι...)。双重否定 οὐκ ἂν οὐθένα 构成强调否定(“我想没有任何人会说”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.12-31.17