← 金嘴狄翁

演说集

§31.63-31.67

剥夺荣誉对城邦的损害与信义前例

演说者指出剥夺曾授予的荣誉不仅伤害受领者,也伤害了城邦自身,并提醒罗得人铭记他们在罗马内战后为恪守信义而断然拒绝债务减免的光荣先例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.63

εἰ τοίνυν, ὅτι παρʼ ὑμῶν εἰλήφασι, διὰ τοῦτο ἔλαττον ἀδικεῖν οἴεσθε, ἢ εἴ τι τῶν ἄλλως ὑπαρχόντων τινὸς ἀφῃρεῖσθε, τῶν ἄγαν τι φανερῶν ἀγνοεῖτε· πρῶτον μὲν ὅτι πάντες οἵ τινα ἀποστεροῦντες ὁτιοῦν κἀκεῖνον ἀδικοῦσιν οὐχ ἧττον, παρʼ οὗ ποτʼ ἂν τοῦτο εἰληφὼς τύχῃ· οἷον οἱ τῶν δημοσίων τι καταλύοντες οἰκοδομημάτων, ὅ τις τῶν καθʼ ἕνα ἐποίησε χαριζόμενος ὑμῖν, μᾶλλον ἂν δόξειαν τὸν ποιήσαντα ἀδικεῖν ἢ τὴν πόλιν. οὐκοῦν ὁ αὐτὸς λόγος κἂν ἡ πόλις ᾖ τι τῶν ἰδιωτῶν τινι δεδωκυῖα πρὸς τὸν ἀφαιρούμενον τοῦτο. τοιγαροῦν ὑμεῖς πρὸς ἐκείνοις, ὧν τὰς εἰκόνας ἀνεστήσατε, καὶ τὴν πόλιν οἶμαι τὴν δεδωκυῖαν ἀδικεῖτε, τοῦτʼ ἔστιν ἑαυτούς.

因此,如果你们以为,正因为他们是从你们这里得到的,所以这比夺走属于某人的其他任何已有财产所犯的不义更轻,那你们就是无视了极其显而易见的道理:首先,凡剥夺某人任何财物的人,无论那人是从谁那里得到此物的,对其给予者所加的不义也同样沉重。例如,若是有人拆毁某位公民为了取悦你们而建造的某座公共建筑,人们会认为他们冤屈了那位建造者,甚于冤屈了城邦。同样,如果城邦曾将某物授予某个私人,对于剥夺此物的人,也是同一道理。因此,除了那些你们为其树立肖像的人之外,我认为你们也同样冤屈了予以授予的城邦——也就是说,冤屈了你们自己。

§31.64

ἀλλʼ ὁ μὲν εἰς ἄλλον ἁμαρτὼν ὥστε ἑαυτὸν ὠφελῆσαι κακίᾳ μόνον ἐστὶν ἔνοχος τοῖς πολλοῖς·ὁ δʼ ἑαυτὸν ἀδικῶν ἐν οἷς ἕτερον1 τῆς μὲν πονηρίας ὑπερβολήν τινα ἔδειξεν, ἐκ περιττοῦ δὲ ἀνόητος δοκεῖ. πρὸς τούτῳ δʼ ἂν ἴδοι τις καὶ ἕτερον. ὁ μὲν ἀφαιρούμενος ἁπλῶς ὅ τις ἔχει δικαίως ὅτῳ δήποτε τρόπῳ κτησάμενος κατʼ αὐτὸ τὸ πρᾶγμα ἁμαρτάνει, φύσει τι ποιῶν ἄτοπον· ὁ δὲ τῶν ὑφʼ ἑαυτοῦ δεδομένων ἐν μέρει τιμῆς καὶ χάριτός τινα ἀποστερῶν οὐ μόνον τὸ κοινὸν τοῦτο παραβαίνει, καθʼ ὃ προσήκει μηδένα βλάπτειν, ἀλλὰ καὶ χρηστὸν ἄνδρα ἀδικεῖ, καὶ τοῦτον ὃν ἥκιστα αὐτῷ προσῆκεν.

然而,为了使自己获益而对他人犯下过失的人,在众人眼中仅仅犯有邪恶之罪;但在伤害他人的同时也伤害自己的人,不仅表现出了某种极端的卑劣,而且更显得荒谬愚蠢。除此之外,人们还能看到另一点:某人若仅仅夺走别人无论以何种方式合法获得的财物,他是在事情本身上犯过,所行的是本性上悖谬之事;然而,剥夺别人由自己作为荣誉和谢意所授予之物的人,不仅践踏了这条不应伤害任何人的普遍准则,而且冤屈了一位善人,并且这人恰恰是他最不应当去伤害的。

§31.65

ὅσῳ δὴ χεῖρον τὸ τοὺς ἀγαθοὺς ἀφαιρεῖσθαι τιμὰς2 ἢ τὸ τοὺς ἄλλους καὶ τὸ τοὺς εὐεργέτας βλάπτειν τοῦ τὸν τυχόντα ἀδικεῖν οὐδένα λανθάνει. καὶ τοίνυν καὶ τοὺς Ἐφεσίους, εἴ τις ἀφέλοι τὸ πρὸς τὴν θεόν, κατʼ αὐτὸ τοῦτο φαίη τις ἂν ἧττον ἁμαρτάνειν λαβόντας ἀπʼ ἐκείνων τῶν χρημάτων ἢ τοὺς οὕτω προσφερομένους ταῖς εἰκόσιν, οὐ μόνον διὰ τὰ νῦν εἰρημένα δήπουθεν, ὅτι μηδὲν προσήκοντας ἀνθρώπους ἔμελλον ἀδικεῖν, ὧν τοὺς πολλοὺς οὐδὲ ἔγνωσαν, ἀλλὰ καὶ διὰ τὴν ἀπὸ τοῦ πράγματος αἰτίαν. τοῖς μὲν γὰρ παρακαταθήκην τινὰ μὴ φυλάξασιν οὐδεὶς ἂν οὐδὲν ἔτι τῶν ἑαυτοῦ πιστεύσειεν· τοὺς δὲ ὑβρίζοντας εἰς τοὺς εὐεργέτας οὐδεὶς κρινεῖ χάριτος ἀξίους. ὥσθʼ ὁ κίνδυνος ὑμῖν μὲν ἐν τῷ μηκέτʼ εὖ πάσχειν ὑπὸ μηδενός, ἐκείνοις δὲ ἐν τῷ μηκέτι φυλάττειν τὰ ἀλλότρια.

剥夺善人的荣誉比剥夺他人的荣誉恶劣多少,伤害恩人比冤屈普通人恶劣多少,这在任何人看来都是一清二楚的。因此,如果抛开对女神的不敬不论,甚至有人可以说,以弗所人拿走那些存放的钱财,比这样对待肖像的人过错更轻——当然,这不仅是因为刚才所说的理由,即以弗所人打算伤害的是与自己毫无关联的人,其中大多数人他们甚至素未谋面;而且更是因为由这一行为所引发的后果。因为对于那些未能保管好寄托物的人,再也没有人会将自己的任何财物托付给他们;但对于那些侮辱恩人的人,绝不会有人再认为他们配受恩德。因此,你们面临的危险是再也不能从任何人那里获得恩惠,而他们面临的危险仅仅是不再为他人保管财物。

§31.66

βούλομαι τοίνυν ὑμέτερόν τι ἔργον εἰπεῖν οὐ πάλαι μὲν γεγονός, εὐδοκιμοῦν δὲ παρὰ πᾶσιν οὐχ ἧττον τῶν πάνυ παλαιῶν, ἵνʼ εἰδῆτε παραθέντες, εἰ καθόλου τοὺς τοιούτους ἄξιόν ἐστι τοιοῦτόν τι ποιεῖν. μετὰ γὰρ τὸν συνεχῆ καὶ μακρὸν ἐκεῖνον Ῥωμαίων πόλεμον, ὃν πρὸς ἀλλήλους ἐπολέμησαν, ὅτε ὑμῖν ἀτυχῆσαι συνέβη διὰ τὴν πρὸς τὸν δῆμον εὔνοιαν, ἐπειδὴ πέρας εἶχε τὰ δεινὰ καὶ πάντες ᾤοντο σεσῶσθαι, καθάπερ ἐν ταῖς μεγάλαις νόσοις πολλάκις δεινοῦ τινος ἐδέησε βοηθήματος, καὶ τότε ἔδοξε τὰ πράγματα ζητεῖν τοιαύτην ἐπανόρθωσιν. ὅθεν πᾶσιν ἐδόθη τοῖς ἔξωθεν χρεῶν ἄφεσις.

因此,我想提及一项发生在不久前、却同极其古老的功绩一样受到所有人赞颂的你们自己的事迹,以便你们对照之下明白,像你们这样的人究竟是否应当做出此类事情。因为在罗马人之间相互攻伐的那场旷日持久的漫长战争之后,当时你们因忠于罗马人民而遭遇了厄运;而在可怕的战祸结束、众人都自以为得救之时,正像在大病中往往需要猛药一样,当时的局势似乎也需要这样的补救。于是,所有外部属民都获得了债务减免。

§31.67

ἀσμένως δὲ αὐτῶν προσεμένων καὶ τὸ πρᾶγμα δωρεὰν ἡγησαμένων, μόνοι τῶν ἄλλων ὑμεῖς οὐκ ἐδέξασθε, καίτοι τῆς ἁλώσεως ὑμῖν, ὅπερ ἔφην, ἄρτι γεγενημένης3 καὶ τῶν πολεμίων ἐν τῇ πόλει τὰς οἰκίας μόνον εἰακότων· ἀλλʼ ὅμως δεινὸν ὑμῖν ἔδοξε τὸ ἐν ὁποίῳ δήποτε καιρῷ παραβῆναί τι τῶν δικαίων καὶ διὰ τὰς συμφορὰς τὰς καταλαβούσας ἔτι καὶ τὴν πίστιν ἀνελεῖν τὴν παρʼ αὑτοῖς· καὶ τἄλλα πάντα Ῥωμαίοις παραχωροῦντες οὐκ ἠξιώσατε καθʼ ἓν τοῦτο παραχωρῆσαι, τὸ μηδὲν αἰσχρὸν αἱρεῖσθαι κέρδους ἕνεκα.

在其他人欣然接受并将此事视为厚赐之际,唯独你们在所有人中拒绝接受;尽管正如我所说,你们的城邦刚刚遭遇陷落,敌人在城中仅仅留下了空荡荡的房舍;然而,你们依然认为,在任何时刻违背公义的法则、因遭受灾难而连同毁弃你们内部的信义,都是可怖的。在其他所有事情上你们都向罗马人让步,但唯独在这一点上,你们不肯退让半分:绝不为了利益而选择可耻的勾当。

语法注3 条
  1. 31.64ἐν οἷς ἕτερον

    与前句中的 ὁ εἰς ἄλλον ἁμαρτών 相对,此处承接前面的 ἀδικῶν 省略了动词 ἀδικεῖ,构成平行结构:“在伤害他人的事情上同时也伤害自己的人”。

  2. 31.65τὸ τοὺς ἀγαθοὺς ἀφαιρεῖσθαι τιμὰς

    动词 ἀφαιρέω 支配人(τοὺς ἀγαθούς)与事物(τιμάς)的双重宾格,该中动态不定词短语带冠词 τό 构成主语的一部分:“剥夺善人的荣誉”。

  3. 31.67τῆς ἁλώσεως ὑμῖν, ὅπερ ἔφην, ἄρτι γεγενημένης

    由让步连词 καίτοι 引导的属格绝对结构(τῆς ἁλώσεως... γεγενημένης);与格 ὑμῖν 用作关系/利害与格(“对你们而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.63-31.67