- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.57-31.62
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者结合公共奉纳物与契约逻辑指出,肖像是通过美德与重大功劳付出正当代价而换来的神圣荣誉;现今的公民既然继承了先人所享有的功绩与城邦遗产,便绝无理由剥夺他们受表彰的权利。
καθόλου δὲ ἄλλως1 ἔγωγε φιλονικεῖν ἔοικα πρὸς τὸν εἰπόντα δὴ ὡς τῆς πόλεως πάντες εἰσὶν οἱ ἀνδριάντες. ἐπεὶ τοῦτό γε οὐθέν ἐστι σημεῖον ὡς οὐκ ἔστιν ἄτοπον τὸ γιγνόμενον. τὰ γοῦν ἐν τοῖς ἱεροῖς ἀναθήματα, ἃ κατασκευάσασα ἡ πόλις ἐκ τῶν ἰδίων ἀνατέθεικεν, οὐκ ἂν οὐδεὶς ἀμφισβητήσειεν ὡς οὐ δημόσιά ἐστιν. ἆρʼ οὖν οὐχὶ δεινόν, εἰ καταχρησόμεθα τούτοις πρὸς ἄλλο τι; νὴ Δία, ταῦτα γάρ ἐστιν ἀναθήματα. αἱ δʼ εἰκόνες τιμαί· κἀκεῖνα δέδοται τοῖς θεοῖς, ταῦτα δὲ τοῖς ἀγαθοῖς ἀνδράσιν, οἵπερ εἰσὶν ἔγγιστα αὐτῶν.
总的来看,我似乎在与那个声称所有雕像都归城邦所有的人进行毫无意义的争辩。因为这一点绝不能作为证据,来证明正在发生的事情并非不当。无论如何,对于神庙中的奉献物——那些由城邦自筹资金制造并奉纳的物品——绝无人会否认它们是公有财产。那么,如果我们把这些挪作他用,难道不可怖吗?“凭宙斯起誓,是的,因为那些是奉献物。”但肖像是荣誉;前者是献给神明的,而后者是授予那些与神明最为亲近的崇高之人的。
καίτοι καὶ θεοφιλεῖς ἅπαντες οἱ χρηστοὶ λέγονται καὶ εἰσίν. εἶτα ἡμᾶς μὲν οὐχ ὁ τῶν κτημάτων τι τῶν ἡμετέρων ἀφαιρούμενος, ἀλλʼ ἂν τοὺς φίλους βλάπτῃ τις τοὺς ἡμετέρους ἀδικεῖ τῷ παντὶ πλέον· τοὺς δέ γε θεοὺς φήσομεν, ὡς ἔοικε, τῶν φίλων μᾶλλον ὀλιγωρεῖν ἢ τῶν κτημάτων; ἀλλὰ πάντα μὲν προσήκει βεβαίως ἔχειν τοὺς κτησαμένους, καὶ ταῦτα ἐν δημοκρατίᾳ καὶ παρʼ ὑμῖν, οἳ μέγιστον φρονεῖτε ἐπὶ τῷ νομίμως καὶ δικαίως διοικεῖν τὰ παρʼ ἑαυτοῖς, μάλιστα δὲ οἶμαι τὰς τιμὰς καὶ τὰς χάριτας· οὐ μόνον, ἐπειδὴ τὰ μὲν ἄλλα καὶ φαῦλος ὤν τις ἂν ἔχοι, χρήματα, οἰκίας, ἀνδράποδα, χώρας, ταῦτα δὲ μόνοις ὑπάρχει τοῖς ἐπιεικέσιν· ἀλλὰ καὶ διʼ ἐκεῖνο, ὅτι ταῦτα μὲν ἔστι κεκτῆσθαι καὶ διʼ ἑτέρου τρόπου, κληρονομήσαντα ἢ πριάμενον· τῶν δὲ τοιούτων διὰ μόνης ἀρετῆς ἐστιν ἡ κτῆσις.
况且,所有善人不仅被称为神所眷顾之人,而且确实如此。再者,对于我们来说,伤害我们朋友的人,比夺走我们部分财产的人要不公道得多;看来我们要说,神明对自己朋友的看重,反而不如自己的财产吗?相反,一切事物都理应由获得它们的人稳固地享有——在民主政体下、在你们这些因以合法和公正治理自身事务而最引以为豪的人当中尤其如此——但我认为,最应当稳固享有的莫过于荣誉和酬谢。这不仅是因为其他东西——金钱、房屋、奴隶、土地——哪怕是卑劣之人也能拥有,而这些唯有贤德之人方能享有;更是因为,那些东西尚且可以通过其他方式获得,如继承或购买,而此类荣誉的获得却唯独依靠美德。
καὶ μὴν ὧν γέ τις τὴν τιμὴν2 κατέβαλε τοῖς κυρίοις, οὐδʼ ἀμφισβητεῖ δήπουθεν οὐδεὶς ὡς οὐ δίκαιόν ἐστιν ἐᾶν ἔχειν αὐτόν, τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν πλείονα ᾖ δεδωκώς. οὐκοῦν ἅπαντες οὗτοι δεδώκασι τιμὴν ἕκαστος τῆς εἰκόνος τῆς ἑαυτοῦ, καὶ ταύτην οὐδὲ μετρίαν, οἱ μὲν στρατηγίας λαμπρὰς ὑπὲρ τῆς πόλεως, οἱ δὲ πρεσβείας, οἱ δὲ καὶ τρόπαια ἀπὸ τῶν πολεμίων, οἱ δέ τινες καὶ χρήματα ἴσως, οὐ μὰ Δία χιλίας δραχμὰς οὐδὲ πεντακοσίας, ὅσων ἔστιν εἰκόνα ἀναστῆσαι.
再说,凡是某人已向合法所有者支付了代价之物,当然绝无人会争辩说允许其保有是不公正的;其所付代价愈多,便愈该如此。因此,这些人中的每一个都已为自己的肖像支付了代价,而且绝非寻常微薄之价:有人是为了城邦立下的赫赫战功,有人是出使的任务,有人甚至是战胜敌人的纪功碑,有人或许甚至支付了金钱——凭宙斯起誓,绝不是树立一座雕像所需的一千德拉克马或五百德拉克马而已。
τί οὖν; οὐχὶ νενόμισται παρά γε τοῖς μὴ παντάπασιν ἀδίκοις τὸν ἀποστερούμενον ὃ γοῦν κατατέθεικε κομίζεσθαι παρὰ τῶν εἰληφότων; ἆρʼ οὖν ἐθέλοιτʼ ἂν ἀποδοῦναι τὰς χάριτας, ἀνθʼ ὧν ἐψηφίσασθε ἐκείνοις τοὺς ἀνδριάντας; λυσιτελεῖ γοῦν ὑμῖν ἐκτίνουσιν, ἐπειδὴ τὸ λυσιτελὲς οἴονται δεῖν τινες ὁρᾶν ἐξ ἅπαντος.
那么如何呢?至少在那些并非全然不义之人当中,被剥夺者至少应当从受领者那里收回自己所交付之物,难道不是公认的规矩吗?那么,你们是否愿意退还你们曾以投票授予他们雕像来回报的那些恩惠呢?至少这对你们偿付者而言也是有利可图的,因为有些人认为无论如何都必须考虑利益。
ἐὰν οὖν ἢ πόλεμον ᾖ τις κατωρθωκώς, ὃν εἰ μὴ συνέβη κατορθῶσαι τοῖς τότε, ἡμεῖς οἱ νῦν οὐκ ἂν εἴχομεν τὴν πόλιν, ἢ τὴν ἐλευθερίαν ἡμῖν κεκομισμένος ἢ τῶν οἰκιστῶν ὑπάρχῃ τις· οὐ γὰρ ἔχομεν σαφῶς εἰπεῖν τίνες εἰσὶν οἷς συμβέβηκεν ἢ συμβήσεται, τοῦ πράγματος εἰκῇ γιγνομένου καὶ μόνον ἔθει τινί· μὴ δυσχερὲς εἰπεῖν ᾖ3 τὸ μετὰ ταῦτα ὅτι καὶ τῆς πόλεως αὐτῆς ἀποστῆναι δεήσει βουλομένους γε τὰ δίκαια ποιεῖν. εἰ δὲ δή τις εἴη τι τοιοῦτον δεδωκὼς ὃ μηδὲ βουληθέντας ἀποδοῦναι δυνατόν· μυρίοι δʼ εἰσὶν οἱ τὰς ψυχὰς προειμένοι ὑπὲρ τῆς πόλεως καὶ τοῦ ζῆν ἐωνημένοι τὴν εἰκόνα καὶ τὴν ἐπιγραφήν, καθάπερ εἶπον καὶ πρότερον· ἆρʼ οὐ δεινὰ πάσχουσιν;
假若有人曾圆满打赢了一场战争——若当时的先人未能取胜,我们今天的人便不可能保有这座城邦——或者曾为我们赢回自由,或者是城邦的奠基者之一——因为由于此事进行得如此草率且仅凭某种陋习,我们无法明确说出究竟是谁已经或将要遭遇这种命运——接下来的话虽令人不快,但恐怕不得不说:若你们真心想要履行公义,你们甚至不得不放弃这座城邦本身!而假若某人所赐予的事物,是即使想还也根本无法偿还的呢?正如我此前所言,为了城邦献出生命、用自己的生命换取肖像与铭文的人不计其数;他们所遭受的,难道不是极度可怖的事吗?
οὐ τοίνυν οὐδὲ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὐχὶ ἡμεῖς ἐσμεν οἱ ταῦτʼ εἰληφότες. πρῶτον μὲν γὰρ ἅπαντα ὀφείλουσι τὰ τῶν προγόνων οὐχ ἧττον αὐτῶν ἐκείνων εἰς οὓς ἄν ποτε καθήκῃ τὸ γένος. οὐ γὰρ ἀφίστασθαί γε φήσετε τῆς διαδοχῆς. εἶτα πάνθʼ ὅσα ἐξ ὧν τότε ἐκείνους τινὲς εὐηργετήκασι καὶ προυθυμοῦντο πάσχοντες ἢ δρῶντες ὑπὲρ αὐτῶν συνήχθη χρήσιμα καὶ μεγάλα, ὑμῖν ἔστι νῦν· ἡ δόξα τῆς πόλεως, τὸ μέγεθος, τὸ χωρὶς μιᾶς4 αὐτὴν πασῶν τῶν ἄλλων ὑπερέχειν.
因此,甚至也绝不能借口说“接受这些恩惠的并不是我们”。因为首先,无论后代传至何人,他们承担先人的一切债务,丝毫不少于先人自己;因为你们绝不会声称要放弃继承权。其次,当年某些人为先人效力并满怀热忱、为他们承担辛劳或付诸行动所积累下的所有伟大而有益的遗产,如今都归你们所有:城邦的声誉、它的宏大规模,以及除了一座城之外凌驾于所有其他城邦之上的卓越地位。
- 31.57ἄλλως
副词 ἄλλως 在此意为“白费力气地”、“徒劳地”(in vain, needlessly)。紧随其后的句子 ἐπεὶ τοῦτό γε οὐθέν ἐστι σημεῖον...(因为那根本不能作为证据……)解释了为何之前的争辩是多余的。
- 31.59τιμὴν
名词 τιμή 在此构成了双关:在世俗交易语境中指“代价、价格”(ὧν γέ τις τὴν τιμὴν κατέβαλε),而在公民政治中则指“荣誉”。演说者巧妙地将二者结合,论证受表彰者通过崇高的行为实质上为自己的雕像“支付了代价”。
- 31.61μὴ δυσχερὲς εἰπεῖν ᾖ
结构 μὴ + 虚拟语气(ᾖ)构成一种独立的谨慎断言或委婉担忧用法(“说出下述这番话或许令人不快/为难”)。随后的 ὅτι 从句(ὅτι καὶ τῆς πόλεως αὐτῆς ἀποστῆναι δεήσει)作不定式 εἰπεῖν 的宾语。
- 31.62χωρὶς μιᾶς
介词短语 χωρὶς μιᾶς 意为“除了一座之外”。在当时的演说语境中,“这一座”显然委婉地指代罗马(Rome),演说者出于对宗主国权威的审慎而未直接道破其名。
