- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.51-31.56
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以通过公文确立的私人契约的不可侵犯性以及公家表彰决议的永久性为论据,斥责罗得斯人任由个别将领擅自撤换民众赐予的肖像。随后,他以以弗所阿耳忒弥斯神庙中受公家造册与保护的寄托财宝为例,论证立于公共场所并登记在册绝不构成城邦予以剥夺或据为己有的依据。
σκοπεῖτε δὲ ὅτι πάντες ἡγοῦνται κυριώτερα ταῦτα ἔχειν, ὅσα ἂν δημοσίᾳ συμβάλωσι διὰ τῶν τῆς πόλεως γραμμάτων· καὶ οὐκ ἔνι λυθῆναι τῶν οὕτω διῳκημένων οὐδέν, οὔτʼ εἴ τις ὠνήσαιτο παρά του χωρίον ἢ πλοῖον ἢ ἀνδράποδον, οὔτʼ εἴ τῳ δανείσειεν, οὔτ’ ἂν οἰκέτην ἀφῇ τις ἐλεύθερον οὔτʼ ἂν δῷ τινα δωρεάν. τί δήποτʼ οὖν συμβέβηκε ταῦτʼ εἶναι βεβαιότερα τῶν ἄλλων; ὅτι τὴν πόλιν μάρτυρα ἐποιήσατο τοῦ πράγματος ὁ τοῦτον τὸν τρόπον οἰκονομήσας τι τῶν ἑαυτοῦ.
请想想看,凡是通过城邦的文件在公家主持下缔结的契约,所有人都认为自己对以此获得的权益拥有更确凿的支配权;而凡以此种方式处理的事务,绝无任何一件可以被取消——无论某人是从他人那里买下了田产、船只还是奴隶,无论是借贷与人,无论是释放家奴为自由人,还是赠予了某物。那么,为何这些事务偏偏比其他事务更为稳固呢?正是因为以此种方式处分自己财产的人,让城邦成为了这桩事务的见证人。
πρὸς τοῦ Διός, εἶθʼ ὧν μὲν ἄν τις παρʼ ἰδιώτου τύχῃ διὰ τῆς πόλεως, οὐκ ἔστιν ὅπως ἀφαιρεθήσεται τούτων·1 ἃ δέ τις εἴληφεν οὐ δημοσίᾳ μόνον, ἀλλὰ καὶ τοῦ δήμου δεδωκότος, οὐκ ἔσται βέβαια; καὶ τὸ μὲν ὑπʼ ἄλλων γενόμενον τοῦτον τὸν τρόπον οὐ λυθήσεται διὰ τὴν πόλιν· ἃ δʼ ἡ πόλις αὐτὴ πεποίηκε, ῥᾳδίως οὕτως ἀνελεῖ; καὶ ταῦτα οὐχ ὡς ἔδωκεν, ὁμοίως ἀφαιρουμένη κατὰ κοινόν, ἀλλʼ ἑνὸς ἀνδρός, ἂν τύχῃ στρατηγῶν, ἐξουσίαν ἔχοντος τοῦτο ποιεῖν;
凭宙斯起誓,难道一个人通过城邦的见证从私人手中获得的东西绝无可能被剥夺,而某人不仅在公家见证下、更是在民众亲自赐予之下所获得的东西,反倒不能稳固了吗?他人以此种方式做成的事情因城邦之故不可废止,城邦自身所做的事情,难道就能如此轻易地予以撤销吗?而且这甚至不是像赐予时那样,以同样的方式由全体共同收回,而是由某一个恰好担任将领的人拥有行使此事的权力!
καὶ μὴν καὶ γράμματά ἐστιν ἐν κοινῷ περὶ τούτων, ὑπὲρ ὧν ἔφην. τὰ γὰρ ψηφίσματα γέγραπται δήπουθεν τὰ τῶν τιμῶν καὶ δημοσίᾳ μένει τὸν ἅπαντα χρόνον. τὸ μὲν γὰρ ἀποδοῦναι χάριν οὕτως ἀκριβῶς γίγνεται παρʼ ὑμῖν, τὸ δʼ ἀφελέσθαι τοὺς εἰληφότας πάνυ ῥᾳδίως. εἶτα τὸ μὲν οὐχ οἷόν τε γενέσθαι δίχα ψηφίσματος, ἁπάντων ὑμῶν πεισθέντων, τὸ δὲ ἔθει τινὶ συμβαίνει, κἂν ἑνὶ δόξῃ μόνον; πλὴν ὅ γε ἔφην ὅτι δημοσίᾳ ταῦτα ἀναγέγραπται, καὶ οὐ μόνον ἐν τοῖς ψηφίσμασιν, ἀλλὰ καὶ ἐπʼ αὐτῶν τῶν εἰκόνων, τό τε ὄνομα τοῦ τιμηθέντος καὶ τὸ δεδωκέναι τὸν δῆμον, καὶ τούτων πάλιν ἐν τῷ δημοσίῳ κειμένων.
再者,关于我刚才所说的事情,公家也是有文献记录的。因为表彰的法令必然是以文字记录下来的,并且永久留存在公家档案中。在你们那里,报答恩情是如此严密谨慎地进行,而从受领者手中剥夺却进行得如此草率轻浮。难道一项赐予在没有法令、没有说服你们全体的情况下绝不可能发生,而剥夺却能凭某种陋习发生,哪怕仅仅是某一个人自作主张?况且正如我所说,这些事情不仅在法令中有公家记载,而且在雕像本身上也刻有被表彰者的姓名以及民众赐予的事实,而这些雕像又同样伫立在公家场所。
ὅτι τοίνυν οὐθέν ἐστι τὸ τῆς ἀπογραφῆς οὐδὲ τὸ ἐν κοινῷ κεῖσθαι πρὸς τὸ μὴ τῶν εἰληφότων εἶναι τοὺς ἀνδριάντας2 πάλαι μὲν ἴσως ὑπάρχει δῆλον· ἀλλʼ ὥστε μηδʼ ἐπιχειρῆσαι μηδένα ἀντειπεῖν, ἐκεῖνο ὑμῖν ἐρῶ. ἴστε που τοὺς Ἐφεσίους, ὅτι πολλὰ χρήματα παρʼ αὐτοῖς ἐστι,3 τὰ μὲν ἰδιωτῶν, ἀποκείμενα ἐν τῷ νεῲ τῆς Ἀρτέμιδος, οὐκ Ἐφεσίων μόνον, ἀλλὰ καὶ ξένων καὶ τῶν ὁπόθεν δήποτε ἀνθρώπων, τὰ δὲ καὶ δήμων καὶ βασιλέων, ἃ τιθέασι πάντες οἱ τιθέντες ἀσφαλείας χάριν, οὐδενὸς οὐδεπώποτε τολμήσαντος ἀδικῆσαι τὸν τόπον, καίτοι καὶ πολέμων ἤδη μυρίων γεγονότων καὶ πολλάκις ἁλούσης τῆς πόλεως. οὐκοῦν ὅτι μὲν ἐν κοινῷ κεῖται τὰ χρήματα δῆλόν ἐστιν· ἀλλὰ καὶ δημοσίᾳ κατὰ τὰς ἀπογραφὰς ἔθος αὐτὰ τοῖς Ἐφεσίοις ἀπογράφεσθαι.
因此,登记在册或立于公共场所对于证明雕像不属于受领者而言毫无依据,这一点或许早已显而易见;但为了让任何人都无从尝试反驳,我要向你们陈述这样一个事例。想必你们知道以弗所人,知道在他们那里有巨额资财存放在阿耳忒弥斯神庙之中,既有私人的财产——不仅属于以弗所人,而且属于外邦人及来自天南地北的人——亦有属于城邦和诸王的财宝,所有存放者都是为了安全起见将其置于彼处的;尽管此前发生过无数次战争,且该城屡遭陷落,却从未有任何人胆敢侵犯那处圣所。难道这些财富不是显然置于公共场所吗?不仅如此,以弗所人甚至还有依照官方登记册将其予以公家造册的惯例。
τί οὖν; ἆρά γε καὶ λαμβάνουσιν ἐξ αὐτῶν, ὅταν ᾖ χρεία τις, ἢ δανείζονται γοῦν, ὃ τάχα δόξει μηδὲν εἶναι δεινόν; ἀλλʼ οἶμαι πρότερον ἂν περιέλοιεν τὸν κόσμον τῆς θεοῦ πρὶν ἢ τούτων ἅψασθαι. καίτοι τοὺς Ἐφεσίους οὐκ ἂν εἴποιτε εὐπορωτέρους αὑτῶν. τοὐναντίον γὰρ ὑμεῖς μὲν καὶ πρότερον ἦτε πλουσιώτατοι τῶν Ἑλλήνων καὶ νῦν ἔτι μᾶλλόν ἐστε· ἐκείνους δὲ πολλῶν ἔστιν ἰδεῖν καταδεέστερον πράττοντας.
那又如何呢?难道他们会在有所匮乏时从中取用,或者哪怕是借贷(这或许看起来算不上什么恶行)吗?但我认为,他们在触碰这些寄托物之前,宁愿先剥下女神身上的饰物。然而你们绝不能说以弗所人比你们自己更为富庶。恰恰相反,你们以前就是希腊人中最富有的,如今更是如此;而人们却能看到他们的景况比许多人都要拮据。
μὴ τοίνυν εἰ ἐκεῖνα μὲν ἔστιν ἀνελέσθαι τοῖς θεῖσι, τῆς εἰκόνος δὲ οὐθεὶς οὕτως ἐστὶ τῆς ἑαυτοῦ κύριος, καὶ τὸ πρᾶγμα ἀνόμοιον ἡγήσησθε·4 τὸ γὰρ μὴ πάντʼ εὐθὺς τῆς πόλεως εἶναι τὰ ἐν κοινῷ κείμενα καὶ δημοσίας ἀπογραφῆς τυχόντα δεῖξαι βουλόμενος ὡς τύπῳ κατὰ τοῦτο ἐχρησάμην. τὸ μέντοι μηθένα πρὸς ἄλλο τι τὴν εἰκόνα ἔχειν ἢ τὸ ἑστάναι παρʼ ὑμῖν, ᾧ μόνῳ διαφέρουσιν οὗτοι τοι τῶν ἐκεῖ τὰ χρήματα τιθέντων, ἔτι μᾶλλον ὑπὲρ αὐτῶν ἐστιν. ἃ γὰρ μηδὲ τοῖς λαβοῦσιν ἔξεστιν ἀνελεῖν, ἦπου γε τοῖς δεδωκόσιν ἐξεῖναι προσήκει;
因此,绝不要因为寄托者可以取回那些财物,而肖像的主人却无法如此随意支配自己的肖像,便认为两桩事情不可相提并论。我之所以在此点上引用此例作为范型,只是为了表明:立于公共场所并录入公家册籍的事物,并非全都立刻归城邦所有。况且,任何人持有其肖像除了让它伫立在你们这里之外别无他用——这也是这些受表彰者与在那座神庙中存放财物者的唯一区别——这一点反倒更加支持了他们的权利。因为既然连接受者本人都不被允许将其撤除,难道给予者反而理应被允许这么做吗?
- 31.52πρὸς τοῦ Διός, εἶθʼ ὧν μὲν ἄν τις παρʼ ἰδιώτου τύχῃ διὰ τῆς πόλεως, οὐκ ἔστιν ὅπως ἀφαιρεθήσεται τούτων·
关系代名词 ὧν 作为动词 τύχῃ(τυγχάνω“获得”支配属格)的宾语置于属格,并由后文的指示代词 τούτων 复指。短语 οὐκ ἔστιν ὅπως 是表达强烈否定的惯用结构(意为“绝不可能……”)。动词 ἀφαιρέω 在主动语态中支配双宾格,而在被动语态(ἀφαιρεθήσεται)中以人为主语,τούτων 则充当表示分离的属格,指被剥夺之物。
- 31.54πρὸς τὸ μὴ τῶν εἰληφότων εἶναι τοὺς ἀνδριάντας
由介词 πρός +中性单数宾格冠词 τό +否定词 μή +不定式 εἶναι 构成的冠词不定式结构。承接前面的 οὐθέν ἐστι(“毫无意义/毫无根据”),表示相关性或论证目标(“对于证明雕像不属于受领者而言”)。属格 τῶν εἰληφότων 与 εἶναι 连用,作领属属格。
- 31.54ἴστε που τοὺς Ἐφεσίους, ὅτι πολλὰ χρήματα παρʼ αὐτοῖς ἐστι
先取结构(prolepsis)的典型用例。从属句在逻辑上的主语被置于宾格 τοὺς Ἐφεσίους,提前充当主句动词 ἴστε(“你们知道”)的直接宾语,随后接引导词 ὅτι。在语义上等同于“你们知道以弗所人拥有巨额资财”,其修辞效果是将讨论的焦点首先引向以弗所人。
- 31.56μὴ τοίνυν εἰ ἐκεῖνα μὲν ἔστιν ἀνελέσθαι τοῖς θεῖσι, τῆς εἰκόνος δὲ οὐθεῖς οὕτως ἐστὶ τῆς ἑαυτοῦ κύριος, καὶ τὸ πρᾶγμα ἀνόμοιον ἡγήσησθε
该句的语法骨架是由否定词 μή +不定过去时虚拟式第二人称复数 ἡγήσησθε 构成的禁止句(“绝不要认为……”)。在否定词与动词之间嵌套了一个长条件从句 εἰ ἐκεῖνα μὲν ... κύριος(“即使那些财物寄托者可以取回,而肖像却无人能如此随意支配”)。紧接着的 καί 为归结从句中的强调性连词(apodotic καί),意为“因此就认为两件事不可相提并论”。
