- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.46-31.50
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者驳斥了塑像归城邦所有的辩解,阐明了公共领域与个人权利的界限,指出公家登记或摆放位置并不构成剥夺私人荣誉的借口,并主张城邦所正当授予的荣誉具有不可侵犯性。
καὶ γὰρ εἰ νῦν εἰσιν, ἐφʼ οὓς ἂν ἔλθοιεν ὑμῶν ταῦτα ποιούντων,1 πρότερόν γε οὐκ ἦν ἕτερος οὐδεὶς τοῦ δήμου κυριώτερος. ἆρʼ οὖν οἱ τότε ὄντες οὕτω προσεφέροντο τοῖς κατὰ μέρος; πόθεν; οἳ τοῦτο πάντων ἡγοῦντο χαλεπώτατον, καὶ τοῖς θεοῖς ἐπεύχοντο μηδέποτε συμβῆναι τοιοῦτον καιρόν, ἐν ᾧ δεήσει κατʼ ἄνδρα ἕκαστον ἀπὸ τῶν ἰδίων εἰσενεγκεῖν·καὶ τὸ τοιοῦτον σπανίως ποτὲ παρʼ ὑμῖν γενέσθαι φασίν, οὐδὲ ἐν ἅπασι τοῖς πολέμοις, ἀλλʼ εἴ ποτε ἐσχάτως ἡ πόλις ἐκινδύνευσεν.
因为即使现在,当你们做出这些行径时,他们或许还可以去向某些权威申诉,但在从前,绝没有任何人比民众更具主权。那么,那时的人们是否曾这样对待个别民众呢?怎么可能!他们认为这是所有人世间最严酷的事,并向神明祈求绝不要出现那种必须让每个人从私产中出资纳奉的危局。人们说,这种事在你们这里极少发生,甚至不是在每场战争中都有,而只是在城邦陷入极端险境时才偶尔发生。
ἴσως οὖν ἐρεῖ τις ὡς οἵ γε ἀνδριάντες τῆς πόλεώς εἰσιν. καὶ γὰρ ἡ χώρα τῆς πόλεως, ἀλλʼ οὐθὲν ἧττον τῶν κεκτημένων ἕκαστος κύριός ἐστι τῶν ἑαυτοῦ. καὶ κοινῇ μὲν ἐὰν πυνθάνηταί τις τίνος ἐστὶν ἡ νῆσος ἢ τίνος ἡ Καρία, φήσουσι Ῥοδίων. ἐὰν δὲ ἄλλως ἐρωτᾷς, τουτὶ τὸ χωρίον ἢ τόνδε τὸν ἀγρόν, δῆλον ὅτι πεύσῃ τοῦ δεσπότου τὸ ὄνομα. οὕτως καὶ τὰς εἰκόνας ἁπλῶς μὲν πάσας Ῥοδίων εἶναι λέγουσιν, ἰδίᾳ δὲ ἑκάστην τοῦ δεῖνος ἢ τοῦ δεῖνος, ᾧ ἄν ποτε ᾖ δεδομένη. καίτοι τὰ μὲν χωρία καὶ τὰς οἰκίας καὶ τἄλλα κτήματα οὐκ ἂν εἰδείης ὧν ἐστιν, εἰ μὴ πυθόμενος· ἡ δὲ εἰκὼν ἐπιγέγραπται, καὶ οὐ μόνον τὸ ὄνομα, ἀλλὰ καὶ τὸν χαρακτῆρα σῴζει τοῦ λαβόντος, ὥστʼ εὐθὺς εἶναι προσελθόντα εἰδέναι τίνος ἐστίν.
因此,或许有人会说,雕像本属于城邦。固然土地也属于城邦,但即便如此,每个拥有者依然是自身财产的主人。如果有人从共同体角度打听这岛屿属于谁,或者卡里亚属于谁,人们会回答说是罗得斯人的。但若换个方式询问这块土地或那座庄园,你显然会获知其主人的姓名。同样地,肖像在总体上人们固然说是罗得斯人的,但在个体上则是属于曾获赠它的某某人或某某人。况且,对于地产、房屋及其他资产,若不打听,你便无从知晓它们归谁所有;然而肖像刻有铭文,不仅保留了接受者的姓名,还保留了他的容貌特征,以至于走近前去便能立刻知道它是属于谁的。
λέγω δὲ ἐφʼ ὧν ἔτι μένει τἀληθές. καὶ μὴν τό γε ἐν κοινῷ κεῖσθαι γελοιότατόν ἐστιν, εἴ τις ἄρα σημεῖον ἡγεῖται τοῦ μὴ τῶν εἰληφότων αὐτὰς ὑπάρχειν, ἀλλὰ τῆς πόλεως. οὕτω μὲν γὰρ ἐξέσται λέγειν καὶ τὰ ἐν μέσῳ τῆς ἀγορᾶς πιπρασκόμενα τοῦ δήμου εἶναι, καὶ τὰ πλοῖα δήπουθεν οὐχὶ τῶν κεκτημένων, ἀλλὰ τῆς πόλεως, ἐπείπερ ἐν τοῖς λιμέσιν ἕστηκεν. ὅ τοίνυν ἤκουσά τινος ὑπὲρ τούτου λέγοντος ὡς ἰσχυρότατον, οὐκ ἂν ἀποκρυψαίμην, ὅτι δημοσίᾳ τοὺς ἀνδριάντας ἀπεγράψασθε ὑμεῖς. τί οὖν τοῦτό ἐστιν; καὶ γὰρ τὴν ἄντικρυς χώραν καὶ Κάρπαθον ταύτην καὶ ἑτέρας νήσους καὶ καθόλου πολλὰ ἔστιν εὑρεῖν, ἃ κοινῇ μὲν ἀπεγράψατο ἡ πόλις, διῄρηται δὲ εἰς τοὺς κατὰ μέρος.
当然,我指的是那些真实面貌依然留存的雕像。再者,若有人当真认为,立于公共场所便是它们不属于受领者而是属于城邦的证明,那可就荒唐透顶了。因为照此说来,人们也可以说在集市中央售卖的物品属于民众,而船只因停泊在港口中,自然也不属于其所有者而属于城邦了。至于我听到有人就此提出的自以为最强有力的论点,我也绝不隐瞒,那就是:你们曾在公家册籍上登记了这些雕像。那这又能说明什么呢?因为对岸的土地、这座喀尔巴托斯岛、其他岛屿,乃至大体上许多事物,都可以发现虽然是城邦共同登记在册的,但却早已分配给了各个私人。
ὅλως δὲ οὐκ εἰ μὴ τοῦτον τὸν τρόπον ἕκαστος τὴν εἰκόνα ἔχει τῶν τιμηθέντων, καθάπερ ἂν ἄλλο τι κτησάμενος, διὰ τοῦτο ἂν ἔλαττον αὐτῷ προσήκειν λέγοιτο2 ἢ μηδὲν ἀδικεῖσθαι διδόντων ὑμῶν ἑτέρῳ τὴν ἐκείνου. μυρίους γὰρ εὑρήσετε τρόπους, καθʼ οὓς ἑκάστου τί φαμεν εἶναι, καὶ πλεῖστον διαφέροντας, οἷον ἱερωσύνην, ἀρχήν, γάμον, πολιτείαν· ὧν οὔτε ἀποδόσθαι τι ἔξεστι τοῖς ἔχουσιν οὔτε ὅπως ἄν τις ἐθέλῃ χρῆσθαι.3
总之,并不能因为受表彰者并非以拥有某种寻常财产的方式拥有其肖像,便能据此说肖像不那么属于他,或者说当你们将他的肖像转赠他人时他丝毫未受侵害。因为你们会发现,我们称某物属于某人的方式有成千上万种,且彼此大相径庭,例如祭司职位、官职、婚姻、公民权等;对于这些,持有者既不能转让出售,也不能随心所欲地加以处置。
κοινὸν δʼ οὖν ἐπὶ πᾶσιν ὥρισται δίκαιον, τὸ πάνθʼ ὅσα δικαίως τις ἔλαβεν, ἄν τε καθάπαξ τύχῃ λαβὼν ἄν τε εἴς τινα χρόνον, καθάπερ οἶμαι τὰς ἀρχάς, βεβαίως ἔχειν καὶ μηδένα ἀφαιρεῖσθαι. πῶς οὖν δικαιότερον ἔστιν ὁτιοῦν ἔχειν ἢ εἴ τις ἀνὴρ ἀγαθὸς γενόμενος καὶ χάριτος ἄξιος ἀντὶ πολλῶν καὶ καλῶν τύχοι τιμῆς;4 ἢ παρὰ τίνος κυριωτέρου καὶ μείζονος ἢ παρὰ τοῦ Ῥοδίων δήμου καὶ τῆς ὑμετέρας πόλεως; καὶ γὰρ τοῦτο οὐ σμικρόν ἐστι, τὸ μὴ Καλυμνίους εἶναι τοὺς δεδωκότας ἢ τοὺς κακοβούλους τούτους Καυνίους. ὥσπερ ἐπὶ τῶν ἰδιωτικῶν, ὅσῳ τις ἂν κρείττω καὶ πιστότερον δεικνύῃ, παρʼ οὗ τυγχάνει τι κτησάμενος, τοσούτῳ κρατεῖ καὶ οὐδεὶς ἂν ἀμφισβητήσειεν αὐτῷ. καίτοι πᾶσα πόλις, ἣν ἂν εἴπῃ τις, ἑνὸς ἀνδρὸς ἰδιώτου, κἂν ὁ σεμνότατος ᾖ, πιστοτέρα τῷ παντὶ καὶ κρείττων, καὶ τὰ κοινῇ γιγνόμενα τῶν κατʼ ἰδίαν πραττομένων ἰσχυρότερα.
然而,针对所有事物,有一项共同的正义准则已被确定下来:凡是正当取得的一切,无论是一次性永久获得,还是想来如公职那般在一定期限内持有,都应当稳固地保有,不受任何人剥夺。既然如此,一个人因成为善人、配受感激,作为诸多崇高功绩的回报而获得殊荣,又有什么持有能比这更加正当呢?或者,又从何处能比从罗得斯民众与你们的城邦这里,得到更有主权、更伟大的授予呢?而且这绝非小事:授予者既非卡吕姆诺斯人,亦非那些心怀不轨的考诺斯人。正如在私人事务中,一个人若能证明自己从中取得财物的那一方越是优越、越是可靠,他的产权就越稳固,绝无人能够对此提出异议;然而任何一座城邦,无论你提及哪一座,在所有方面都比单个私人——哪怕是最受尊崇者——更为可靠和优越,而以公法形式做成的事情也比私人之间的交易更加牢固。
- 31.46ἐφʼ οὓς ἂν ἔλθοιεν ὑμῶν ταῦτα ποιούντων
关系从句中的 ἄν 搭配希求法 ἔλθοιεν 表示潜在情态(“他们或许可以去求助的人”)。属格独立结构 ὑμῶν ταῦτα ποιούντων 表伴随状况或时间(“当你们做出这种事情时”)。
- 31.49ὅλως δὲ οὐκ εἰ μὴ τοῦτον τὸν τρόπον ἕκαστος τὴν εἰκόνα ἔχει τῶν τιμηθέντων, καθάπερ ἂν ἄλλο τι κτησάμενος, διὰ τοῦτο ἂν ἔλαττον αὐτῷ προσήκειν λέγοιτο
句首的否定词 οὐκ 统摄并否定整个主句推论 διὰ τοῦτο ἂν ... λέγοιτο(“绝不因此就能够说……”)。εἰ μὴ 引出条件从句(“如果不以这种方式……”),καθάπερ ἂν ... κτησάμενος 是修饰方式的比况分词短语(“仿佛取得了某种别的事物一般”)。
- 31.49ὧν οὔτε ἀποδόσθαι τι ἔξεστι τοῖς ἔχουσιν οὔτε ὅπως ἄν τις ἐθέλῃ χρῆσθαι
关系代词 ὧν 指代前述各项(祭司职位、公职等),作为不定词 ἀποδόσθαι 与 χρῆσθαι 所涉及的对象(属格)。非人称动词 ἔξεστι 支配由 οὔτε... οὔτε 连接的两个不定词,其中后者受方式从句 ὅπως ἄν τις ἐθέλῃ(“随其所愿地”)修饰。
- 31.50πῶς οὖν δικαιότερον ἔστιν ὁτιοῦν ἔχειν ἢ εἴ τις ἀνὴρ ἀγαθὸς γενόμενος καὶ χάριτος ἄξιος ἀντὶ πολλῶν καὶ καλῶν τύχοι τιμῆς;
修辞疑问句。比较级 δικαιότερον 之后以 ἢ εἰ 引出的条件句(“比起某人……获得荣誉的情况”)作为比较基准。分词 γενόμενος 表示达到配享荣誉状态的前提或情况。
