← 金嘴狄翁

演说集

§31.30-31.35

挪用旧像的侮辱与革除陋习的劝诫

演说者指出挪用旧塑像以表彰新人的做法对受奖者亦是一种侮辱且损害城邦尊严,呼吁公民虚心听取逆耳忠言并彻底革除这一可耻陋习。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.30

καίτοι τοῦτο οὐ μόνον ἐκείνους ἀδικουμένους καὶ δεινὰ πάσχοντας, ἀλλὰ καὶ τὴν πρόφασιν δείκνυσι κενήν, διʼ ἣν ἴσως ὑμᾶς τινες ἀξιώσουσι τοῦτο ποιεῖν, μᾶλλον δὲ κατὰ τοῦ πράγματος οὖσαν.1 εἰ γὰρ ἀναγκαῖον ἅμα καὶ συμφέρον φήσουσιν εἶναι τὸ ἑτέρους τιμᾶν, πῶς οὐχ ὑπεναντίον ἐστὶ τούτῳ τοὺς πρότερον οὕτω τετιμημένους ὑβρίζειν; ὃ γὰρ τῶν πρότερόν τις οὐκ ἂν εἵλετο λαβεῖν, εἰδὼς τοῦτο ἐσόμενον, πῶς εἰκός ἐστι τῶν νῦν τινα ἡδέως λαμβάνειν ὁρῶντα τὸ γιγνόμενον; ὥστʼ εἰ μὴ καὶ διʼ ἐκείνους τοὺς θᾶττον εὐεργέτας, ἀλλὰ τούτους γε, οὓς νῦν τιμῶμεν, εἰκὸς ἦν φυλάξασθαι τὸ πρᾶγμα.2

况且,这不仅表明那些人遭受了不义并饱受痛苦,也表明有些人或许会以此要求你们这样做的借口是空洞的,甚或是与这桩事业本身背道而驰的。因为如果他们声称表彰他人既是必要的也是有益的,那么凌辱先前如此受过表彰的人,难道不是与此完全相悖吗?因为那些先前之人如果预先知道会有这样的结局便绝不会选择接受的事物,当今之人眼见正在发生的一切,又怎可能心甘情愿地接受呢?因此,即使不是为了先前那些恩人,至少为了我们如今正在表彰的这些人,本也理当避免这种行径。

§31.31

πάντες μὲν γὰρ ὑπόπτως ἔχουσι πρὸς τὰ ὑπὸ τούτων διδόμενα οὓς ἴσασι τῶν πρότερόν ἐπαινεθέντων καὶ δοξάντων φίλων οὕτως ἀμελοῦντας, μάλιστα δὲ οἱ τῶν αὐτῶν τυγχάνοντες, ὧν τοὺς εἰληφότας ὁρῶσιν ἀπεστερημένους. εἰ δὲ δὴ καὶ ὅπως αὐτοὶ λάβωσι τοῦτο γίγνοιτο, μᾶλλον δὲ ὅπως δοκῶσιν εἰληφέναι, παντελῶς ἤδη τὸ πρᾶγμα εἰρωνείαν καὶ χλεύην νομίζουσιν. πολὺ δὲ βέλτιον ἦν λέγειν τοῖς βουλομένοις μικρὰ φροντίζειν ὑμᾶς τῶν τάχιον τετιμημένων, ὅτι μηκέτι μηδεμία χρεία τοῦ τιμᾶν τινά ἐστιν, ʽ??ʼ τοὐναντίον οὗ τὴν μεγίστην φασὶν εἶναι τῇ πόλει χρείαν καὶ πρὸς πλείονας νῦν ἢ πρότερον, τοῦτο διαβάλλειν.

因为所有人对于自己知晓其如此漠视先前受过称赞并被视为朋友者的那些人的施予,都会心怀猜忌,尤其是那些正在获得相同荣誉之人,因为他们亲眼看到先前的获得者被剥夺了这项荣誉。若是为了让他们自己获得、或者更确切地说是为了让他们看似已经获得而做出此举,他们便已经完全将此事视作讥刺与嘲弄了。对于那些希望你们轻慢先前受表彰者的人而言,声称如今已不再有表彰任何人的需要,远比一边声称城邦对此有着最大的需要且如今需要表彰的人比以往更多、一边却败坏这同一事物要好得多。

§31.32

καίτοι μὰ τὸν Δία καὶ τοὺς θεοὺς οὐδʼ εἰ τὴν ἀνωτάτην χάριν ὑμῖν ἕξειν ἔμελλον οἱ δοκοῦντες νῦν τῶν εἰκόνων τυγχάνειν καὶ σφόδρα ἐπαινέσειν τὸν δῆμον, οὐδʼ οὕτως ἐχρῆν αὐτὸ γίγνεσθαι. τὸ γὰρ μόνον ζητεῖν ἐξ ὧν ἄν τις ἀρέσαι τινὰ ποιήσας καὶ προσαγάγοιτο, εἰ δʼ ἄλλον ὃν οὐ προσῆκεν ἀδικήσει τοῦτο ποιῶν ἢ καθόλου τι μὴ δέον πράξει μὴ σκοπεῖν, οὔτε μὰ τοὺς θεοὺς ἐλευθέρων ἐστὶν ἀνθρώπων οὔτε μετρίων τὸ ἦθος. οὐδεὶς γὰρ οὐδὲ τῶν πάνυ πονηρῶν προαιρεῖταί τι φαῦλον, ὃ μὴ συμφέρειν ἑαυτῷ νομίζει πρὸς τὸ παρόν, ἀλλʼ ἔστιν αὐτὸ τοῦτο ἡ μοχθηρία τὸ κέρδους ἕνεκα καὶ χρείας μηδενὸς αἰσχροῦ μηδὲ ἀδίκου πράγματος ἐπιστρέφεσθαι μηδὲ φροντίζειν ποῖον τὸ γιγνόμενον, ἀλλὰ μόνον εἰ λυσιτελές.

然而,凭着宙斯与诸神起誓,即使那些如今看似获得了塑像的人本打算对你们感激涕零并极力赞美人民,此事也断不该如此行。因为仅仅去寻找通过何种手段可以取悦并拉拢某人,却不去考察这样做是否会不公正地伤害本不该伤害的人,或者总体上是否在行不该行之事,凭诸神起誓,这既非自由人所为,亦非品性稳健之人的行径。因为即便在极恶之人中,也没有谁会去选择自认为在眼前于己无益的卑劣之事;相反,恶劣本身恰恰就是为了私利与需求而对任何可耻与不义之事毫无顾忌,不去考虑所行之事的性质,而仅仅计较其是否有利。

§31.33

οὐκοῦν ὁ τὸν μὲν παρόντα θεραπεύων, ὀλιγωρῶν δὲ τοῦ θᾶττον φίλου, καὶ τῆς μὲν γεγενημένης χρείας ἐπιλελησμένος, τὴν δʼ ἐλπιζομένην ὠφέλειαν περὶ πλείστου ποιούμενος, ἆρʼ οὐκ ἴστε ἧστινος τυγχάνει προσηγορίας; οὐ κόλαξ ὁ τοιοῦτος ὀνομάζεται παρὰ πᾶσιν; οὐκ ἀγεννής, οὐκ ἄπιστος δοκεῖ; νῦν τοίνυν οὐδὲ τοῦτο περιγίγνεται τῇ πόλει, τὸ θεραπεύεσθαί τινας ὑπὸ αὐτῆς καὶ μεγάλου τινὸς οἴεσθαι τυγχάνειν ὧν ἂν τὰ ὀνόματα ἐπιγράφηται. τοὐναντίον γὰρ δυσχεραίνουσι καὶ μέμφονται παρʼ αὑτοῖς, εἰ καὶ σιωπῶσιν ἄλλως, προσκρούειν οὐ θέλοντες. ἢ νόμισμα μὲν εἴ τῳ χαρίζοισθε κίβδηλον, οὐδεὶς ἂν ἑκὼν λάβοι, μᾶλλον δὲ ὕβριν ἡγοῖτο ἢ δωρεὰν τὸ γιγνόμενον· τιμὴν δὲ κίβδηλον καὶ μηδὲν ἔχουσαν ὑγιὲς νομίζετε δέχεσθαι τοὺς νοῦν ἔχοντας;

那么,巴结眼前之人却藐视昔日的朋友,忘却已然发生的恩惠却将指望中的好处视作至高无上之人,难道你们不知道他会得到何种称谓吗?这样的人难道不是被所有人称为谄媚者吗?难道不显得卑劣、不显得不可信托吗?然而现在,城邦甚至连这一点益处都没有得到——即某些人受到城邦的巴结,并在被题刻上名字时自以为获得了某种伟大的事物。恰恰相反,即便他们为了不愿起冲突而表面上保持沉默,内心却反感并责怪你们。或者说,如果你们馈赠某人假币,没有人会愿意收下,反而会认为所发生的事是侮辱而非恩赐;难道你们以为有头脑的人会接受虚假且毫无健全之处的荣誉吗?

§31.34

ἀλλʼ ἐὰν μὲν οἰκέτην τις ἀλλότριον ἢ σκεῦος ἀποδῶται ψευσάμενος ὡς ἑαυτοῦ, σφόδρα ἕκαστος ἀγανακτεῖ τῶν ἠπατημένων, καὶ θαυμάζοιμʼ ἄν, εἰ μὴ ἐζημιοῦτε τοῦτον ὑμεῖς· εἰ δʼ ἀλλοτρίαν τις εἰκόνα καὶ μηδὲν αὐτῷ προσήκουσαν ἐξαπατηθεὶς λάβοι παρὰ τῶν μὴ κυρίων· ὃ γὰρ ἂν ἄλλῳ δῷ τις, τούτου κύριος οὐκέτʼ ἐστὶν ἑτέρῳ διδόναι·3 χάριν αὐτὸν οἴεσθε τοῖς παρακρουσαμένοις ἔχειν;

如果有人冒充是自己的东西而将他人的奴仆或器皿卖掉,受骗的每个人都会极其愤怒,如果你们不惩处此人,倒会令我惊奇;可是,若是有人受骗,从没有处置权的人手中接受了一尊属于他人且与自己毫无关系的塑像——因为一个人凡是已经赠予别人的东西,便再无权将其转赠他人——难道你们以为他会对欺骗他的人心存感激吗?

§31.35

δέομαι δέ, ἂν οἱ λόγοι φαίνωνται πικρότεροι, μηθὲν ἐμοὶ δυσχεραίνειν. οὐδὲ γὰρ ὑμᾶς φημι τοῦτο ποιεῖν, τρόπον δέ τινα ἀκούσης τῆς πόλεως αὐτὸ γίγνεσθαι. τὸ δὲ πρᾶγμα εἰ τοιοῦτόν ἐστιν ὥστε πάναισχρον δοκεῖν ἐξεταζόμενον, τοσούτῳ προθυμότερον ὑμᾶς ἀκούειν δεῖ τοῦ λέγοντος, ὥστε ἀπηλλάχθαι τὸ λοιπὸν τῆς αἰσχύνης. οὐδὲ γὰρ τὰ ἐν τοῖς σώμασι δυσχερῆ χωρὶς ὀδύνης ἔστιν ἰάσασθαι, πολλάκις δὲ αὐτὸ τοῦτο σημεῖον ὑπάρχει τοῦ σφόδρα ἐπείγειν τὴν θεραπείαν, τὸ σφόδρα ἀλγεῖν τὸ θεραπευόμενον.

我恳求你们,如果我的话显得有些刺耳,切勿对我心生反感。因为我并不是说这是你们所为,而是在某种程度上是在违背城邦意愿的情况下发生的。但如果这桩事情经受审视后显出全然可耻的面貌,你们就越应当热诚地倾听说话之人的谏言,以便从今往后摆脱这种耻辱。因为身体上的病痛若无痛苦便无法医治,而受医治的部位感到剧痛,这本身往往正是治疗刻不容缓的征兆。

语法注3 条
  1. 31.30μᾶλλον δὲ κατὰ τοῦ πράγματος οὖσαν

    分词 οὖσαν 与宾语 τὴν πρόφασιν 保持性数格一致作补足成分。介词 κατά 接属格表示“违背、不利于”,揭示了这一辩解恰恰在从根本上损害与否定表彰制度本身的逻辑悖论。

  2. 31.30εἰκὸς ἦν φυλάξασθαι τὸ πρᾶγμα

    非人称结构 εἰκός 与未完成过去时直说语气 ἦν 连用,后接不定词 φυλάξασθαι。这是在不带语气小词 ἄν 的情况下表达过去应当发生而实际未发生的事态(“本应当克制/避免”)的标准语法惯用法。

  3. 31.34ὃ γὰρ ἂν ἄλλῳ δῷ τις, τούτου κύριος οὐκέτʼ ἐστὶν ἑτέρῳ διδόναι

    插在条件从句 εἰ δʼ ἀλλοτρίαν τις εἰκόνα ... λάβοι 内部的法律常理说明性插入句。泛指关系从句 ὃ γὰρ ἂν ... δῷ 被主句中受形容词 κύριος(“有权处置”)支配的属格指示代词 τούτου 所承接;在插入语结束后,全句回归到作为主句的修辞疑问结句 χάριν αὐτὸν οἴεσθε ... ἔχειν;。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.30-31.35