← 金嘴狄翁

演说集

§31.25-31.29

剥夺荣誉的不公与撤除雕像的危害

演说者指出废除荣誉远比宽缓刑罚更为不公,强调剥夺已立雕像无异于以处置重罪之人的手段凌辱功臣,最终只会使人们对接受表彰望而生畏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.25

καὶ μὴν εἴ τίς με ἔροιτο, τὴν μεγίστην ὡς οἷόν τε ἑκατέρων βλάβην φερόντων,1 τοῦ τε τὰς τιμὰς ἀπίστως ἔχειν καὶ τοῦ τὰς τιμωρίας ἀσθενῶς, εἰ μὴ δυνατὸν ἀμφότερα εὐλαβηθῆναι, πότερον αὐτῶν ἐπιεικέστερον κρίνω καὶ μετριωτέρων ἀνθρώπων, οὐκ ἂν διστάσας τὸ περὶ τὰς τιμωρίας εἴποιμι· εἴ γε τοῦτο μὲν ἔστιν ἀνενεγκεῖν εἰς φιλανθρωπίαν, εἰς ἔλεον, εἰς ἄλλα τοιαῦτα, ἅπερ ἐστὶν οἰκεῖα τοῖς χρηστοῖς· τὸ δὲ τῶν ἀρίστων ἀνδρῶν ἐπιλανθάνεσθαι καὶ τὰ τῆς ἀρετῆς ἆθλα ἀποστερεῖν οὐκ ἔνι τυγχάνειν οὐδεμιᾶς εὐπρεποῦς προφάσεως, ἀλλʼ ἀχαριστίᾳ, φθόνῳ, μικρολογίᾳ, πᾶσι τοῖς αἰσχίστοις ἀνάγκη προσήκειν. ἔτι δὲ οἱ μὲν τοὺς ὄντας πονηροὺς ἧττον κατείργουσι, τὰς κολάσεις ἀνιέντες· οἱ δὲ αὐτοὶ τὰ μέγιστα ἐξαμαρτάνουσι περὶ τοὺς εὐεργέτας. τοσούτῳ δὲ τοῦτο ἐκείνου κάκιον ὅσῳ τὸ αὐτὸν ἀδικεῖν τοῦ μὴ σφόδρα κωλύειν ἕτερον.

况且,若有人问我:尽管这两者——即荣誉不可信与刑罚无力度——都会带来尽可能最大的危害,但如果不可能两相防范,我判定其中哪一种更为宽厚、更符合明理之人的品格,我会毫不犹豫地回答是关于刑罚的那一种。因为后者尚可归结为人道、怜悯以及其他合乎良善之人的品质;但遗忘最杰出之士并剥夺其美德的奖赏,却绝不可能找到任何正当的借口,而必然归咎于忘恩、嫉妒、狭隘以及一切最为可耻之行。再者,前者通过宽缓刑罚,仅仅是对作恶之人的约束有所减轻;而后者却是他们自己对恩人犯下了弥天大罪。而这比那更恶劣的程度,恰如亲自作恶比未能力阻他人作恶更为严重一样。

§31.26

οὐ τοίνυν οὐδὲ ἐκεῖνο ἔστιν εἰπεῖν ὅτι μὴ τοῦτο ὑπάρχει μέγιστον τῶν δεδομένων τισί· δίχα γὰρ τοῦ πᾶσιν εἶναι φανερὸν ἑαυτοῖς ἐναντία ἐροῦσιν οἱ λέγοντες. φασὶ γὰρ ἀνάγκην εἶναι πολλοὺς ἐν τῷ παρόντι τιμᾶν τῶν ἡγουμένων, οἷς ἅπασιν εἰκόνας εἰ δεήσει κατασκευάζεσθαι, μεγάλην τινὰ ἔσεσθαι τὴν δαπάνην, ὡς τάς γε ἄλλας τιμὰς οὐκ οὔσας κατʼ αὐτοὺς οὐδὲ ἀποδεξομένων αὐτῶν2 ὡς πολὺ ἐλάττους.

因此,人们也不能辩称这不是赐予某些人的最高荣誉;因为撇开这一点对所有人都是显而易见的不谈,那些如此主张的人本身就是在自相矛盾。他们说,如今必须表彰许多统治者,而如果要为所有这些人制作塑像,开销将极其庞大——仿佛其他荣誉根本配不上他们,而且他们也会因为那些荣誉太过低微而绝不接受似的。

§31.27

τὸ μὲν δὴ τῆς δαπάνης οἷόν ἐστιν ὄψεσθε μετὰ μικρόν· τὸ δὲ μεγίστην εἶναι τῶν τιμῶν, ἣν ἀφαιροῦνται τοὺς εἰληφότας πρότερον ἐκ τούτων ὡμολόγηται. καὶ μὴν ἀτόπου γε ὄντος τοῦ τινα παρεῖναι τῶν ἀξίων τιμῆς καὶ μηδεμίαν παρασχεῖν ἀμοιβὴν τῆς εὐεργεσίας, ὡς πάντων μάλιστα ἀνάγκη τούτοις ὁμολογεῖν, οἳ καὶ τὸ μετριώτερον τιμῆσαί τινα τῆς ἀξίας δεινὸν οἴονται, τὸ τιμήσαντας, ἔπειτα δʼ οὐδὲν αἰτιωμένους ἀφαιρεῖσθαι τὰ δοθέντα πῶς οὐχ ὑπερβολὴν ἀδικίας ἔχει; τὸ μὲν γὰρ ἀχαριστεῖν ἐστι τοῖς εὐεργέταις, τὸ δὲ ὑβρίζειν εἰς αὐτούς, καὶ τὸ μέν ἐστι μὴ τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας, τὸ δὲ ἀτιμάζειν.

至于这笔开销究竟如何,你们不久便会看到;但他们正从先前获得者手中夺走的这项荣誉乃是最高的荣誉,这一点已由他们自己的这番话承认了。再者,若是忽略任何配得荣誉之人而不对其恩德施以回报已是荒谬至极——对于那些甚至认为对人的表彰略低于其应得都是极其可怕之人而言,必定最同意此点——那么,在表彰之后,于对方无可指摘的情况下剥夺已赐予的事物,又怎能不是极端的非正义呢?因为前者仅仅是对恩人忘恩负义,而后者则是对他们横加凌辱;前者是不去尊崇善人,而后者则是使他们蒙受耻辱。

§31.28

οἱ μὲν γὰρ ἃ δοκοῦσι τοῖς ἐπιεικέσιν ὀφείλειν οὐ παρέχουσιν, οἱ δὲ ἃ σύνηθές ἐστι γίγνεσθαι κατὰ τῶν ἄκρως πονηρῶν, ταῦτα πράττουσι κατʼ αὐτῶν. εἰ γοῦν τις τῶν ποτε νομισθέντων μετρίων αὖθις ἀνήκεστον ἁμάρτοι τι καὶ χαλεπόν, οἷον εἰ προδοσίαν βουλεύσειεν ἢ τυραννίδα, τῶν τοιούτων ἔθος ἐστὶ τὰς τιμὰς ἀναιρεῖσθαι, κἂν ἐπιγραφῆς τινος πρότερον ὦσι τετευχότες. εἶτʼ οὐκ αἰσχρὸν τῶν αὐτῶν ἀξιοῦν ὑμᾶς τοὺς ὁμολογουμένως ἀρίστους, ὧν τοὺς ἀσεβεῖς καὶ τοὺς ἀνοσίους τυγχάνειν οἱ νόμοι κελεύουσιν, οἷς οὐδὲ ταφῆς μέτεστιν;

因为前者只是未曾向正派之人给予被认为亏欠的事物,后者却是将通常对极恶之人所施加的惩戒加于他们之身。总之,如果某个曾经被认为稳健之人日后犯下了无可挽回的严重罪行,诸如策划叛国或僭主统治,惯例便是剥夺此类人的荣誉,哪怕他们先前曾获得过某种题铭。既然如此,法律明令施加于那些甚至不得入土安葬的不敬神与不义之徒身上的惩罚,你们却认为众所公认的最优秀之人也配承受同样的对待,这难道不是可耻的吗?

§31.29

ὥστε μοι δοκοῦσιν, ὅσην παρʼ ἑτέροις ἔχουσι τοῦ τιμᾶσθαι πάντες ἐπιθυμίαν, τοσαύτην ἢ καὶ πλείονα ἕξειν παρʼ ὑμῖν, ὅπως μηδέποτε τεύξονται τῶν τοιούτων μηδενός· ὅσῳ τὴν ὕβριν ἕκαστος καὶ τὸ προπηλακισθῆναι μεῖζον ἡγεῖται κακὸν ἢ τὴν τιμὴν ἀγαθὸν νενόμικεν. εἰ γοῦν τινα καλοῖτε εἰς προεδρίαν ἢ πολίτην ἀναγράφοιτε, μέλλοντες ὕστερον ἀναστήσειν ἢ τὴν πολιτείαν ἀφελεῖσθαι, πολλὰ ἂν ἱκετεύσειεν ὑμᾶς ἐᾶν αὑτόν. τοὺς γοῦν τυράννους ἢ τοὺς βασιλέας, ὧν αὖθις οἱ βιαίως ἀρχθέντες καὶ παρανόμως τὰς εἰκόνας ἀνεῖλον καὶ τὰ ὀνόματα ἠφάνισαν, ὅπερ οἶμαι καὶ ἐφʼ ὑμῶν συμβέβηκε, διατεινάμενος εἴποιμʼ ἄν, εἰ προῄδεσαν τοῦτο ἐσόμενον, μήτʼ ἂν εἰκόνας ἑαυτῶν ἐᾶσαί τινα στῆσαι μήτε ὀνόματα ἐγγράψαι.3

因此在我看来,所有人在别处对获得荣誉有多大的渴望,在你们这里便会有同样甚至更大的渴望去绝不接受任何此类事物;因为每个人都将遭受凌辱与唾弃视为比荣誉之善更大的恶。至少,如果你们邀请某人坐上特席或将其登记为公民,却打算日后让他离席或剥夺其公民权,他定会再三恳求你们放过他。总之,关于那些后来被遭受暴力与非法统治的臣民推倒塑像、抹去名号的僭主或国王们——我想在你们这里也发生过同样的事——我可以断言,他们如果预先知道会有这样的结局,既不会允许任何人树立自己的塑像,也不会允许任何人刻上自己的名字。

语法注3 条
  1. 31.25τὴν μεγίστην ὡς οἷόν τε ἑκατέρων βλάβην φερόντων

    属格独立结构,以 ἑκατέρων 为逻辑主语,修饰分词 φερόντων,后接 τοῦ τε τὰς τιμὰς ἀπίστως ἔχειν καὶ τοῦ τὰς τιμωρίας ἀσθενῶς 作为同格成分加以阐释。该短语带有让步意味(“尽管两者都会带来尽可能最大的危害”),置于条件句之前作为背景前提。

  2. 31.26ὡς τάς γε ἄλλας τιμὰς οὐκ οὔσας κατʼ αὐτοὺς οὐδὲ ἀποδεξομένων αὐτῶν

    由 ὡς 引导的表主观缘由的分词短语。前半部分使用了宾格分词 οὐκ οὔσας(宾格独立成分),后半部分转换为属格独立结构 οὐδὲ ἀποδεξομένων αὐτῶν。两者在 ὡς 的统辖下形成并列,刻画论敌的主观借口(“仿佛其他荣誉配不上他们,且他们亦绝不会接受似的”)。

  3. 31.29διατεινάμενος εἴποιμʼ ἄν, εἰ προῄδεσαν τοῦτο ἐσόμενον, μήτʼ ἂν εἰκόνας ἑαυτῶν ἐᾶσαί τινα στῆσαι μήτε ὀνόματα ἐγγράψαι

    主节动词为潜在希求法(εἴποιμʼ ἄν,“我敢断言说”),其后所统辖的间接引语中嵌套了一个过去与事实相反的条件句(条件从句 εἰ προῄδεσαν,结果从句 μήτʼ ἂν ... ἐᾶσαι)。小辞 ἄν 与不定词 ἐᾶσαι 连用,体现了间接引语中承袭的反事实虚拟语气。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.25-31.29