← 金嘴狄翁

演说集

§31.36-31.40

表彰中的商贩式欺瞒与城邦信誉的受损

演说者严厉谴责将表彰与恩惠化作商人式诡诈欺瞒的行径,并警告此种遮掩已人尽皆知,严重损害了城邦的威望。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.36

ὃ τοίνυν ἀρχόμενος εἶπον, οὐδʼ ἂν νῦν ὀκνήσαιμι εἰπεῖν, ὅτι πανταχοῦ μὲν οἰκεῖόν ἐστι φαίνεσθαι τοὺς ἀγαθοὺς ἄνδρας ὑγιεῖς καὶ μηδὲν παλίμβολον ἔχοντας μηδὲ δυσχερές, μάλιστα δὲ οἶμαι περὶ τὸ τιμᾶν καὶ τὰς δωρεάς. τὸ γὰρ αἰσχύνην τινὰ προσάπτειν τοῖς καλοῖς καὶ τὸ ἀδίκως ποιεῖν τὸ πάντων δικαιότατον οὐδʼ αἰσθανομένων ἐστὶν ἀνθρώπων τῆς ἑκάστου φύσεως.1 ὥσπερ οὖν οἱ παρανομοῦντες εἰς τὰ ἱερὰ τῶν εἰς ἄλλʼ ὁτιοῦν ἁμαρτανόντων χείρους εἰσίν, οὕτως οἱ περὶ ταῦτα ἄδικοι καὶ πονηροὶ φαινόμενοι.

因此,我在开篇所说的话,如今也绝不犹豫再次陈述:尽管在一切事上,善人表现得健全端正、毫无狡诈与令人不悦之处都是相宜的,但我认为在表彰与馈赠之事上尤为如此。因为将某种耻辱附加于美好的事物之上,以及将万事中最公正之举以不公的方式施行,绝非明了各物本质之人所为。正因如此,凡对神圣之物犯法者如何比在其他任何事上犯过者更为恶劣,在这些事上显得不公与邪恶之人亦同样如此。

§31.37

τί γάρ ἐστιν ἱερώτερον τιμῆς ἢ χάριτος; οὐκ ἴστε ὅτι καὶ θεὰς νομίζουσιν οἱ πλεῖστοι τῶν ἀνθρώπων τὰς Χάριτας; ἐὰν οὖν τὰ ἀγάλματα αὐτῶν περικόπτῃ τις ἢ τοὺς βωμοὺς ἀνατρέπῃ, τοῦτον ἡγεῖσθε ἀσεβεῖν· ἐὰν δὲ αὐτὸ λυμήνηται καὶ διαφθείρῃ τὸ πρᾶγμα, ἀφʼ οὗ καὶ τὰς θεὰς ὠνομάσθαι συμβέβηκε, μὴ ὃν δεῖ τρόπον χαριζόμενος, ἀλλʼ ἀγεννῶς καὶ ἀνελευθέρως καὶ μετὰ τέχνης τοῖς εὐεργέταις ἀχαριστῶν, αὐτὸν φρονεῖν φήσομεν καὶ τῶν ἄλλων εἶναι συνετώτερον; ἀλλὰ τοὺς μὲν καπήλους τοὺς ἐν τοῖς μέτροις κακουργοῦντας, οἷς ὁ βίος ἐστὶν αὐτόθεν ἀπὸ αἰσχροκερδείας, μισεῖτε καὶ κολάζετε, τὴν δὲ πόλιν, εἰ δόξει περὶ τοὺς ἐπαίνους τῶν ἀγαθῶν ἀνδρῶν πανουργεῖν καὶ τὰς δωρεὰς καπηλεύειν, οὐκ αἰσχύνεσθε, παλίμβολα καὶ παλίμπρατα ποιοῦσαν τὰ σεμνά;

究竟有什么比荣誉或恩德更为神圣呢?难道你们不知道绝大多数人甚至将美惠女神们奉为神明吗?若是有人削损她们的塑像或推翻她们的祭坛,你们便认为此人渎神;但若是有人糟蹋并败坏了女神们据以得名的那桩事物本身,不以应有的方式施恩,反而卑鄙且不似自由人那样、用机巧之术对恩人恩将仇报,我们难道还能说此人有见识、比其他人更明智吗?相反,对于那些在度量衡上作奸犯科、生计本就出自牟取不义之财的小商贩,你们尚且痛恨并予以惩罚;若是城邦被认为在赞美善人上一味使诈、将恩赐当作小买卖兜售、将庄严之事变得变幻无常且沦为转卖之物,难道你们反倒不觉得羞耻吗?

§31.38

καὶ οὐδὲ ἐκεῖνο ἐνθυμεῖσθε ὅτι μηδὲ τοῖς καπήλοις μηδεὶς ἔτι ῥᾳδίως πρόσεισι, παρʼ οἷς ἂν πονηρὰ ᾖ τὰ μέτρα. καὶ μὴν ὅτι φύσει τὸ πρᾶγμα τοιοῦτόν ἐστιν, οὐχ ὁ λόγος αὐτὸ ἐξονειδίζει, θεάσασθε οὕτως. εἰ γάρ τις πύθοιτο ὑμῶν πότερα βούλεσθε τοὺς τιμωμένους ὑφʼ ὑμῶν, οἷς οἴεσθε διδόναι τὰς εἰκόνας, ἐπίστασθαι τἀληθὲς καὶ τὸ γιγνόμενον οἷόν ἐστιν ἢ λανθάνειν αὐτούς, οὐκ ἄδηλόν ἐστιν ὃ ἂν εἴποιτε εὖ φρονοῦντες. τί γὰρ ἐκώλυεν εὐθὺς ἐν τῷ ψηφίσματι γράφειν ὥσπερ τἄλλα καὶ τοῦτο, εἶναι δὲ τὴν εἰκόνα αὐτοῖς μίαν τῶν ἀνακειμένων ἢ τὴν τοῦ δεῖνος,2 εἰ κἀκείνους ἐβούλεσθε γιγνώσκειν; ἀλλʼ οὐδέποτε οἶμαι τοῦτο ἐγγράφετε.

而且你们甚至没有想到这一点:凡是度量有问题的商贩,便再也没有人愿意轻易光顾。再者,这桩行径在本质上确实如此——而非我的言辞在对其横加责难——你们且从以下方面来观察。因为如果有人问你们,对于由你们表彰、你们以为授予了塑像的那些人,你们是希望他们知悉真相并明白正在发生的一切究竟是何性质,还是希望对他们瞒天过海?倘若你们头脑清醒,会如何作答是不言而喻的。因为若是你们也希望他们知情,又有何物阻拦你们像其他条款一样直接在决议中写明这一点,即为他们设立的塑像是现存已献之物中的一尊,或是某某人的塑像呢?但在我看来,你们决不会把这写入决议中。

§31.39

οὐκοῦν ὅτι μὲν τὰ γιγνόμενα ὀρθῶς καὶ μηθὲν ἔχοντα ἄτοπον οὐδεὶς περιστέλλει δῆλόν ἐστιν. ὅτι δὲ ἥκιστʼ ἄν τις φυλάξαιτο τοὺς εὖ πάσχοντας εἰδέναι τίνα τρόπον τῆς χάριτος τυγχάνουσι καὶ τῶν γιγνομένων περὶ τὴν τιμὴν ὁτιοῦν, εἴ γέ τις ἁπλῶς αὐτὸ πράττοι καὶ δικαίως, ἔτι μοι δοκεῖ τοῦ πρώτου φανερώτερον· ὥστε ἀνάγκη τὸ συμβαῖνον εἶναι πανταχῇ φαῦλον καὶ μηδενὶ μηδὲ ἰδιώτῃ πρέπον. ὁ γὰρ ἐν αὐτοῖς οἷς τινας εὖ ποιεῖ, παθὼν πρότερος ἢ νὴ Δία κατάρχων καὶ προκαλούμενος εἰς φιλίαν, παρακρουόμενος καὶ φενακίζων, τί ἂν οὗτος ἄλλως ποιήσειεν; ἐπίστασθε τοίνυν ὅτι μηδένα λανθάνει τὸ γιγνόμενον, ἀλλʼ ἔστι διαβόητον καὶ τῶν παρὰ πᾶσι θρυλουμένων, οὐ μόνον ἐπειδὴ λίαν κατακόρως καὶ ἀνέδην αὐτῷ κέχρηνταί τινες, ἀλλὰ καὶ ὅτι παρʼ ὑμῖν πράττεται.

那么,凡做得正当且毫无反常之处的事绝无人加以遮掩,这是显而易见的。另一方面,若有人行事纯粹且公正,他就绝不会提防受惠者知晓他们是以何种方式获得恩惠以及关于这项荣誉所做的一切,这在我看来比第一点更为显明;因此,所发生的一切必然在各方面都是拙劣的,对于任何人乃至普通平民而言都是不相称的。因为一个人若在施惠于人的事情本身上——无论是先前受过恩惠,抑或是凭宙斯起誓率先示好并邀人结纳——便行欺骗与哄瞒,这样的人在其他事上又能做出什么好事呢?因此你们当明白,正在发生的一切绝未瞒过任何人,而是已然臭名昭著,成为妇孺皆知的谈资,不仅因为某些人过于无节制且肆无忌惮地采用此道,而且也因为这是在你们这里做出的。

§31.40

τὸ γὰρ ἀξίωμα τῆς πόλεως καὶ τὸ μέγεθος οὐδὲν ἄγνωστον ἐᾷ τῶν ἐν αὐτῇ, καὶ τὸ σεμνότερον ὑμᾶς ἁπάντων ἐν τοῖς ἄλλοις ἑαυτοὺς ἄγειν, ἔτι δὲ οἶμαι τὸ πράττειν ἄριστα τῶν Ἑλλήνων, φθόνον κινεῖ καὶ ζηλοτυπίαν, ὥστε πολλοὺς εἶναι τοὺς ἐξετάζοντας, ἐάν τι δοκῆτε ἁμαρτάνειν. οὐκοῦν οἱ μὲν ὅπως ὅ,τι πράττουσιν ἀγνοεῖσθαι μᾶλλον ἐθέλοντες κακίας τοῦτο σημεῖον ἐκφέρουσιν· οἱ δʼ ἅ μηδεὶς ἀγνοεῖ λανθάνειν νομίζοντες εὐηθείας·3 οἷς ἀμφοτέροις οὐκ ἂν ἕλοισθε ἔνοχον εἶναι τὴν πόλιν.

因为城邦的威望与规模不允许其境内的任何事物隐而不彰,而且你们在其他方面行事比所有人都更为庄重,更何况我认为你们在希腊人中境况最为优裕,这便激起了嫉妒与争胜之心,以至于一旦你们看似犯了某种过失,便有许多人对其严加审视。因此,那些宁愿自己所行之事隐匿不为人知的人,暴露出这正是恶劣品性的标记;而那些以为自己能隐瞒无人不知之事的人,则暴露出这乃是愚蠢的标记;你们绝不会愿意城邦蒙受这两者中任何一种罪名。

语法注3 条
  1. 31.36οὐδʼ αἰσθανομένων ἐστὶν ἀνθρώπων τῆς ἑκάστου φύσεως

    系动词 ἐστίν 连用属格的表语性属格结构,意为“……并非……之所为/特征”。分词 αἰσθανομένων 支配属格宾语 τῆς ἑκάστου φύσεως,表示“明了各物本质(之人)”。

  2. 31.38εἶναι δὲ τὴν εἰκόνα αὐτοῖς μίαν τῶν ἀνακειμένων ἢ τὴν τοῦ δεῖνος

    由 γράφειν 支配的间接引语(对格不定式结构),拟写公民大会决议(ψήφισμα)条文的正式表述。主语对格为 τὴν εἰκόνα,表语对格为 μίαν τῶν ἀνακειμένων(“已献之物中的一尊”)与 τὴν τοῦ δεῖνος(“某人之像”)。

  3. 31.40κακίας τοῦτο σημεῖον ἐκφέρουσιν· οἱ δʼ ἅ μηδεὶς ἀγνοεῖ λανθάνειν νομίζοντες εὐηθείας

    对照结构(οἱ μέν ... οἱ δέ ...)。后半句通过并提省略了动词 ἐκφέρουσιν 及宾语 σημεῖον;属格 εὐηθείας 与前半句的 κακίας 严格对应,作“愚蠢的(标记)”解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.36-31.40