← 金嘴狄翁

演说集

§31.18-31.24

追求名誉的动力与保护雕像荣誉的制度意义

演说者以狭道抗敌的斯巴达人及罗得斯先祖的伟业为例,论证对名誉的追求乃是英勇行为的根源,并指出剥夺雕像这项至高荣誉将瓦解整套公民荣誉制度并阻绝后来的恩人,犹如损毁部分货币便致整套通货失效一般。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.18

τοῦτο ἦν τὸ ποιῆσαν Λακεδαιμονίων τινὰς ἐν τοῖς στενοῖς ἀντιτάξασθαι πρὸς τοσαύτας Περσῶν μυριάδας. τοῦτο ἐποίησε τοὺς ὑμετέρους προγόνους ἅπασαν γῆν καὶ θάλατταν ἐμπλῆσαι τροπαίων καὶ τῆς λοιπῆς Ἑλλάδος τρόπον τινὰ ἐσβεσμένης μόνους ὑμᾶς ἐφʼ αὑτοῖς διαφυλάξαι τὸ κοινὸν ἀξίωμα τῶν Ἑλλήνων εἰς τὸν νῦν παρόντα χρόνον. ὅθεν εἰκότως μοι δοκεῖτε μεῖζον ἁπάντων ἐκείνων φρονεῖν.

正是这一点,促使斯巴达人中的一部分人在狭道中挺身对抗波斯人数以万计的重兵。正是这一点,促使你们的先祖使整个陆地和海洋布满凯旋碑,并在其余希腊人在某种意义上衰歇之后,仅凭你们自身之力将希腊人共同的尊严捍卫至今。因此在我看来,你们怀有比那所有的人更大的自豪感是合情合理的。

§31.19

οἱ μὲν γὰρ ἐν ἀρχῇ τὰ πρὸς τοὺς βαρβάρους εὐτυχήσαντες καὶ λαμπροὶ φανέντες τὰ λοιπὰ ἐξήμαρτον, φθόνου μᾶλλον καὶ ἀνοίας καὶ φιλονικίας ἤπερ ἀρετῆς ἐπίδειξιν ποιούμενοι, μέχρι μηδενὸς ἔξωθεν ἐνοχλοῦντος αὐτοὶ παρείθησαν καὶ πάντα ἤδη τὸν βουλόμενον εἶναι δεσπότην ἐκάλουν. ὑμεῖς δὲ τοσούτους πολέμους κατωρθωκότες ἅπαντας οὐχ ἧττον καλῶς ἀνείλεσθε ἢ γενναίως ἐπολεμήσατε·

因为那些人在起初对抗蛮族时固然交了好运,显得十分辉煌,但在其后的岁月里却步步犯错,表现出的是嫉妒、愚昧和好勇斗狠,而非真正的美德,以至于在没有任何外敌侵扰的情况下,他们自身便疲竭瓦解,甚至主动迎请任何愿意成为主人的人来统治他们。反观你们,曾成功打赢如此众多的战争,而你们承担这一切战事之高尚,与你们作战之英勇相比同样毫不逊色。

§31.20

πλὴν ἐκεῖνό γε δῆλόν ἐστιν ὅτι μήτε ὑμεῖς μήτε ἄλλοι τινές, οἳ δοκοῦσιν Ἑλλήνων ἢ βαρβάρων μεγάλοι γενέσθαι, διʼ ἄλλο τι προῆλθον εἰς δόξαν καὶ δύναμιν ἢ τῶν κατὰ μέρος φιλοτίμων τυχόντες καὶ περὶ πλείονος τοῦ ζῆν ἡγουμένων τὴν ὕστερον εὐφημίαν. ἡ γὰρ στήλη καὶ τὸ ἐπίγραμμα καὶ τὸ χαλκοῦν ἑστάναι μέγα δοκεῖ τοῖς γενναίοις ἀνδράσι, καὶ μισθὸς οὗτος ἄξιος τῆς ἀρετῆς τὸ μὴ μετὰ τοῦ σώματος ἀνῃρῆσθαι τὸ ὄνομα μηδʼ εἰς ἴσον καταστῆναι τοῖς μὴ γενομένοις, ἀλλὰ ἴχνος τι λιπέσθαι καὶ σημεῖον, ὡς ἂν εἴποι τις, τῆς ἀνδραγαθίας.

但无论如何,有一点是显而易见的:无论你们,还是希腊人或蛮族中被认为成就了伟业的任何其他人,他们之所以迈向荣耀与权能,绝无其他原因,唯因拥有那些在各自岗位上追求荣誉、将身后的美誉看得重于生命的人。因为石柱、铭文以及铸铜立像,在勇士们看来是无比重大的事;而配得上其美德的报偿,乃是其声名不随肉躯一同泯灭,亦不至于沦落到与未曾出世者同等的境地,而是能够留下勇德的些许痕迹与印记——容我这样说。

§31.21

τοὺς ἀγωνιστὰς τούτους ὁρᾶτε ὅσα πάσχουσι γυμναζόμενοι, δαπανῶντες, τὸ τελευταῖον ἀποθνῄσκειν αἱρούμενοι πολλάκις ἐν αὐτοῖς τοῖς ἄθλοις. τί οὖν; εἴ τις ἀνέλοι τὸν στέφανον, οὗ χάριν φιλοτιμοῦνται, καὶ τὴν ἐπιγραφὴν τὴν ἐσομένην Ὀλυμπίασιν ἢ Πυθοῖ τῆς νίκης, ἆρʼ οἴεσθε μίαν ἡμέραν αὐτοὺς ἀνέξεσθαι τὸν ἥλιον μόνον, οὐχ ὅπως1 τἄλλα ὅσα τῷ πράγματι πρόσεστιν ἀηδῆ καὶ χαλεπά; τί δʼ; ἐὰν γένηται δῆλον αὐτοῖς ὅτι τὴν εἰκόνα, ἣν ἂν στήσωσιν, ἕτερος αὑτοῦ ποιήσεται, τὸ μὲν τοῦ θέντος ὄνομα ἀνελών, αὑτὸν δὲ ἐπιγράψας, ἔτι θεασόμενον ἡγεῖσθε ἐλθεῖν ἄν τινα ἐκεῖσε, οὐχ ὅπως ἀγωνιούμενον; ὅθεν οἶμαι καὶ βασιλεῖς ἐπιδικάζονται τῆς τοιαύτης μαρτυρίας.

请看看这些运动员,他们在训练中承受了多少苦楚,倾注了多少花费,最终往往宁愿在竞技本身中献出生命!试问,如果有人废除了他们所争求的桂冠,以及将在奥林匹亚或皮托刻立的胜利铭文,你们难道认为哪怕只是阳光的暴晒,他们还会忍受一天,更不用说这项赛事所伴随的其他一切令人不悦且艰辛的事物了吗?再问,如果他们明白,自己所立的塑像将被他人据为己有——那人抹去立像者的名字而刻上自己的名字——你们认为还会有人为了观看而前往那里,更不用说去参加竞技了吗?我想,正因如此,连国王们也都会索求此类见证。

§31.22

ἅπασι γάρ ἐστι περὶ πολλοῦ τὰ τῆς ἀρετῆς σύμβολα, καὶ οὐδεὶς αἱρεῖται τῶν πολλῶν, ὅ,τι ἂν οἴηται καλὸν αὑτῷ πεπρᾶχθαι, μηδένα δὲ εἰδέναι. πρὸς τοῦ Διός, ἆρα ἀγνοεῖτε τοῦτο τὸ ἔργον οὐκ ἐκείνους μόνον ἀτίμους ποιοῦν, ἀλλὰ καὶ τὴν πόλιν ἔρημον τῶν εὐνοησόντων καὶ προθυμησομένων ὑπὲρ αὐτῆς; μηδὲ γὰρ ἐκεῖνο εἰσέλθῃ μηδένα ὑμῶν ὅτι εἴπερ ἄρα μίαν τιμὴν καταλύσετε τὴν τῶν εἰκόνων, αἱ λοιπαὶ δέ εἰσιν ἀναφαίρετοι. πρῶτον μὲν γὰρ οἱ τὴν μεγίστην ἀναιροῦντες καὶ ἧς μάλιστα ἕκαστος ἐπιθυμεῖ τυγχάνειν ὁμολογοῦσι δήπουθεν ἐκ τοῦ πλείονος μέρους τὴν πόλιν βλάπτειν, εἴ γέ φασι βλαβερὸν εἶναι τὸ πάσας αὐτὰς καταλελύσθαι.

因为对所有人而言,美德的象征都弥足珍贵;大众之中,绝无任何人在自认为做出了高尚之举时,竟甘愿无人知晓。凭宙斯起誓,难道你们不知道,这种行径不仅剥夺了他们的荣誉,而且使城邦失去了那些愿为它怀抱善意、竭尽热诚的人吗?你们当中也绝不要产生这样的念头:以为即便你们废除了雕像这一种荣誉,其余的荣誉依然是不容剥夺的。因为首先,废除最大的、每个人最渴望获得的荣誉的人,若他们承认废除全部荣誉是有害的,那么他们无疑便自认已在绝大部分上伤害了城邦。

§31.23

πρὸς τούτῳ δὲ κἀκεῖνό ἐστιν ὅτι παρʼ οἷς ἂν ἕν τι κινηθῇ, παρʼ ἐκείνοις κεκίνηται πάντα ὁμοίως2 καὶ τῶν παραπλησίων βέβαιον οὐθέν ἐστιν. οἱ γὰρ τὴν αἰτίαν παραβάντες, καθʼ ἣν οὐκ ἂν ἐδόκει τι συμβῆναι, καὶ ταύτην παρʼ οὐδὲν ἡγησάμενοι, πάντα λελύκασιν ἃ τὴν αὐτὴν εἶχε πρόφασιν τοῦ μένειν βέβαια.3 οἷον εἴ τις μίαν λύσαι τῶν τιμωριῶν ἡντιναοῦν, οὐδὲ τῶν ἄλλων οὐδεμίαν ἰσχυρὰν καταλέλοιπεν.

除此以外,还有一点:凡是在某一件事务上发生动摇之处,所有事物也同样随之动摇,同类的事务便再无任何一件是牢固的。因为那些违背了原本令人相信某事绝不至发生的原则、并将之视若无物的人,便已经瓦解了一切本具有相同理由得以保持稳固的事物。这就好比有人废除了任何一种刑罚,他便没有使其他任何刑罚继续保持效力。

§31.24

εἰ δέ τις τὴν μεγίστην ἀνέλοι, φυγὴν ἢ θάνατον, τά γε ἐλάττω τῶν ἐπιτιμίων λοιπὸν ἀνάγκη μηδὲ γεγράφθαι δοκεῖν. ὥσπερ οὖν οἱ παραχαράττοντες τὸ νόμισμα, κἂν μέρος λυμήνωνται, τὸ σύμπαν διεφθαρκέναι δοκοῦσιν ὑπαίτιον ποιήσαντες, ὁμοίως οἱ τῶν τιμῶν τινας ἢ τῶν τιμωριῶν ἀναιροῦντες ὅλον τὸ πρᾶγμα καταλύουσι καὶ τοῦ μηδενὸς ἄξιον δεικνύουσι.

如果有人废除了最大的刑罚——流放或死刑,那么较轻的惩罚今后必然显得如同根本未曾载入律条一般。正如伪造货币的人,哪怕仅仅损毁了其中一部分,也会因使整个货币变得可疑而被视为败坏了全部;同样,那些废除某些荣誉或刑罚的人,其实拆毁了整个制度,并表明它毫无价值。

语法注3 条
  1. 31.21οὐχ ὅπως

    短语 οὐχ ὅπως 为习惯用法,意为“更不用说/遑论”。在此疑问与否定语境中构成对比结构:既然连一天的暴晒都无法忍受,就更不用说(οὐχ ὅπως)竞技所伴随的其他一切艰辛与困厄了。

  2. 31.23παρʼ οἷς ἂν ἕν τι κινηθῇ, παρʼ ἐκείνοις κεκίνηται πάντα ὁμοίως

    相对于条件性关系分句(ἄν 搭配虚拟语气 κινηθῇ),主句中的完成时 κεκίνηται 用作格言性或逻辑性完成时(gnomic/logical perfect)。它生动地强调:一旦某个单一先例被动摇,在逻辑必然性上,所有同类规矩在同等程度上便已全盘动摇。

  3. 31.23τοῦ μένειν βέβαια

    带冠词不定式属格 τοῦ μένειν 依附于名词 πρόφασιν,表示“保持……的理由/根据”。形容词 βέβαια 作中性复数主格的表语性补足语,与作 εἶχε 主语的关系代词 ἅ 保持性数格一致(“保持牢固”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.18-31.24