← 金嘴狄翁

演说集

§31.140-31.146

恶俗甚于成文法与废除挪用雕像的呼吁

演说者指出,比起有明文规定的法律,缺乏限制的恶俗更具危险性且会变本加厉;他强调岁月的久远不能成为包庇恶劣行径的借口,力劝众人坚决废除挪用旧雕像的陋习。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.140

ἀλλʼ ἔγωγε φαίην ἄν, ὁμολογουμένου τοῦ μηδαμῶς δεῖν μηδὲν ἄδικον πράττειν μηδὲ ἀπρεπές,1 παρʼ οἷς ἂν νόμῳ γίγνηται τὸ τοιοῦτον, ἥττονα ἔχειν κατηγορίαν ἢ παρʼ οἷς ἂν κατὰ ἔθος. πρῶτον μὲν γὰρ ὁ νόμος ῥητός ἐστι, καὶ οὐκ ἄν ποτε γένοιτο χείρων· οὐ γὰρ ἔστιν οὔτε ἀφελεῖν οὔτε προσθεῖναι τοῖς γεγραμμένοις· τὸ δέ γε ἔθος, ἂν ᾖ φαῦλον, ἀνάγκη καὶ φαυλότερον ἀεὶ γίγνεσθαι τῷ μὴ κατειλῆφθαι μηδὲ ὡρίσθαι.

但我却要说,在众人一致同意绝不可做任何不正当或不得体之事的前提下,凡是依法律做出此类行为的城邦,其所受的指责比起依习俗做出此类行为的城邦要少。因为首先,法律的条文是确定的,绝不可能变得更糟;因为对已写成文字的东西,既不可删减也不可增添。然而习俗若属恶劣,由于不受约束与限定,就必然会不断变得愈发恶劣。

§31.141

λέγω δʼ οἷον εὐθὺς τοῦτό φασι τὴν ἀρχὴν λαβεῖν ἀπὸ τῶν συντετριμμένων καὶ οὐδὲ ἐφεστώτων ἔτι ταῖς βάσεσι· τούτοις γὰρ ἀποχρῆσθαι τοὺς στρατηγοὺς ἐπισκευάζοντας καὶ τρόπον τινὰ ἐξ ἀρχῆς ποιοῦντας ἑτέρους, εἶθʼ, ὅπερ λοιπόν, τοὺς ὑγιεῖς μέν, οὐκ ἔχοντας δὲ ἐπιγραφάς, ἐπιγράφεσθαι· καὶ τὸ λοιπὸν ἤδη καὶ τῶν ἐπιγεγραμμένων τινὰς τῶν σφόδρα παλαιῶν· ἔστω γὰρ ὃ λέγουσιν ἀληθές· εἰς ὕστερον ἀνάγκη μηδεμίαν εἶναι διάκρισιν· καὶ γὰρ ἐπὶ τῶν ἄλλων οὕτως ἔχει, δαπάνης, ἀκοσμίας, τρυφῆς·

我的意思是,正如人们所说,这一做法最初直接始于那些已被打碎、甚至不再立于基座之上的雕像;因为他们说,将军们利用了这些雕像,予以修整,在某种意义上从头做成了另一批雕像;接着,作为剩下的手段,他们便在那些完好却没有题铭的雕像上刻字;而如今从此以往,甚至刻在了某些极为古老的已有题铭的雕像上。就姑且算他们所说的是真话吧;但到后来,必然会失去一切界限。因为在其他事情上也是如此,比如开销、混乱、奢靡。

§31.142

οὐδέποτε τῶν χειρόνων ἐθῶν οὐθὲν εὑρήσετε ἱστάμενον οὐδὲ διαμένον, ἕως ἂν παντάπασι κωλυθῇ. διὰ γὰρ τὸ δέχεσθαι πρόσθεσιν ἀεὶ καὶ τὸ παρὰ μικρὸν ἀνεξέλεγκτον εἶναι καὶ μηδενὶ φαίνεσθαι ῥᾳδίως, ὅσῳ τοῦτο ἐκείνου κάκιον, ἐπὶ πᾶν πρόεισιν, ὥσπερ οἶμαι καὶ τῶν ἑλκῶν τινα καὶ τῶν νοσημάτων ὅσα ἐξ ἅπαντος αὔξεσθαι φύσιν ἔχει. πρὸς τούτῳ δὲ κἀκεῖνό ἐστιν· οἱ μὲν νόμῳ τι πράττοντες πονηρὸν οὐχ ὡς τοιοῦτον αὐτὸ πράττουσιν, ἀλλὰ ἐξηπατημένοι· τοὺς δὲ ἔθει φαῦλα ποιοῦντας ἅπαντες ἂν φαῖεν εἰδότας ἁμαρτάνειν, ἅ γε μηδʼ αὐτοῖς ἐπιτήδεια εἶναι γεγράφθαι δοκεῖ.

你们绝不可能发现任何更坏的习俗会停滞不前或保持不变,除非它被彻底制止。因为习俗不断接纳增补,并且每次微小的变化都不易受到究问,任何人都不易察觉这后一桩比起前一桩究竟恶劣了多少,于是它便向一切极端蔓延,正如我认为某些溃疡和疾病也是如此,其本性就是必然要不断蔓延。此外还有这一点:那些依法律做恶事的人,并非明知其恶而为之,而是受了蒙蔽;但那些依习俗做坏事的人,所有人都必定会说他们是明知故犯,去做出甚至连他们自己都觉得不宜载入法条的事情。

§31.143

μὴ τοίνυν εἰ πρότερον ἤρξατο καὶ χρόνος πλέων γέγονε, διὰ τοῦτο ἔλαττον ὑμῖν νομίζετε προσήκειν αὐτὸ ἀνελεῖν· οὐδὲν γὰρ ἥττονα αἰσχύνην ὄφλουσιν οἱ φυλάττοντες τὰ τοιαῦτα τῶν παραδεξαμένων, ἀλλὰ τοὐναντίον μᾶλλον ὑπόκεινται τοῖς βουλομένοις αἰτιᾶσθαι. τὸ μέν γε πρῶτον γιγνόμενον οὐδὲ λαθεῖν ἀδύνατον τοὺς τότε, καὶ ταῦτα φυλαττομένων ἔτι τῶν ποιούντων· τὸ δὲ ἐκ πολλοῦ συμβαῖνον ἀνάγκη μηδένα ἀγνοεῖν, ἄλλως τε παντελῶς ἀνῃρημένης ὑμῖν τῆς προφάσεως ταύτης, οἵ γε περὶ αὐτοῦ τούτου κάθησθε κρίνοντες. ὥσπερ οὖν εἰ ἄρξασθαί τινος ἔδει τῶν καλῶν ὑμᾶς, οὐκ ἂν ὠκνεῖτε διὰ τοῦτο, ὁμοίως εὐλόγως ἔχει, κἂν λῦσαί τι τῶν φαύλων δέῃ.

因此,不要因为此事发生在前、历时更久,就认为由你们来废除它反而更不合宜。因为维持此类做法的人所蒙受的耻辱,丝毫不下于最初接纳它们的人,反而更容易受到愿意指责之人更多的归咎。因为事情最初发生时,当时的人甚至并非不可能未曾察觉,况且当时行事之人尚且有所戒备;但对于长期以来一直发生的事,则必然无人不知,尤其对你们而言这种借口已被彻底剥夺,因为你们此刻正是为了审理此事而坐在这里。因此,正如若需要你们开启某种美事,你们不会因此而迟疑,同样合乎情理的是,即便需要消除某种恶事,也当如此。

§31.144

μὴ τοίνυν ὁ χρόνος ὠφελείτω τὸ ἔθος, εἴπερ ἐστὶ μοχθηρόν, ὡς πάλαι νομίζω πεποιηκέναι φανερόν. οὐ γὰρ εἰ πολὺν χρόνον ἔβλαψεν ὑμᾶς, διὰ τοῦτο οἶμαι προσήκειν αὐτὸ μηδέποτε παύσασθαι βλάπτον. οὐδὲ γὰρ ἄνδρα μοχθηρὸν ἐκ πολλοῦ λαβόντες ἀφήσετε τοῦ χρόνου χάριν οὗ διῆλθε πονηρὸς ὤν. οὐδέ γε εἴ τις νόσον ἰάσασθαι δύναιτο ἐνοχλοῦσαν πάλαι, φείδοιτʼ ἂν ἐξ ἀρχῆς ὑγιαίνειν.2

因此,倘若这习俗确属恶劣,正如我认为自己早已阐明的那样,就莫让时间来庇护它。因为我认为,绝不能因为某物长期伤害了你们,它就应当永远不停止伤害。因为你们捉到一个作恶已久的恶棍,绝不会因为他作为恶徒所度过的时间而释放他;再者,如果有人能够治愈久缠身侧的痼疾,他也绝不会顾惜而不从根本上恢复健康。

§31.145

οἶμαι δʼ ὑμᾶς, εἴ τις θεῶν φανερὸν ὑμῖν ποιήσειε τὸ μέλλον αὖθίς ποτε λυπήσειν τὴν πόλιν, πάντως φυλάξεσθαι τοῦτο, ἐν ὑμῖν γε ὄν· εἶτα τοῦ μὲν ἑτέρους βλάψοντος οὐκ ἀμελήσετε, ἐπειδὴ μετὰ ταῦτα ἔσται· τὸ δὲ ὑμᾶς αὐτοὺς τὰ μέγιστα ἀδικοῦν ἐάσετε, ὅτι πρότερον ἤρξατο; τουτὶ μὲν οὖν παντελῶς εὔηθες, εἴ τις οἴεται μηδέποτε δεῖν κωλῦσαι τὸ συνήθως μέν, ἀτόπως δὲ γιγνόμενον.

我想,若有某位神明向你们昭示未来何时将再次使城邦蒙受痛苦之事,只要在你们的能力范围之内,你们无论如何都会严加防范;那么,对于将要伤害后人的事,你们因其发生在后而不敢懈怠,难道对于极深地损害你们自身的事,却因其始于在前就听之任之吗?因此,若有人认为绝不应当阻止习惯成自然却又荒谬绝伦之事,那纯粹是愚不可及。

§31.146

ἀξιῶ δʼ ὑμᾶς ἐκεῖνο ἐνθυμηθῆναι μᾶλλον, ὅτι πολλῶν ὄντων κατὰ τὴν πόλιν, ἐφʼ οἷς ἅπασιν εὐλόγως σεμνύνεσθε, πρῶτον μὲν τῶν νόμων καὶ τῆς εὐταξίας τῆς περὶ τὴν πολιτείαν, ἐφʼ οἷς καὶ μάλιστα φιλοτιμεῖσθε, ἔπειτα οἶμαι καὶ τῶν τοιούτων, ἱερῶν, θεάτρων, νεωρίων, τειχῶν, λιμένων· ὧν τὰ μὲν πλοῦτον ἐμφαίνει καὶ μεγαλοψυχίαν καὶ τὸ μέγεθος τῆς πρότερον δυνάμεως, τὰ δὲ καὶ τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν, οὐθενὸς ἧττον ἥδεσθε ἐπὶ τῷ πλήθει τῶν ἀνδριάντων, εἰκότως·

相反,我要求你们更多地考虑这一点:在全城之中,有许多事情都是你们理所当然为之自豪的——首先是你们最为自负的法律以及城邦政制的良好秩序,其次我想还有诸如此类的物什:圣所、剧场、船坞、城墙、港口,其中有些彰显着财富、恢宏气度以及往昔力量的伟大,有些则彰显着对神明的虔敬——而你们对雕像之多所感到的欣悦,丝毫不亚于上述任何一项,并且这也是合情合理的。

语法注3 条
  1. 31.140ὁμολογουμένου τοῦ μηδαμῶς δεῖν μηδὲν ἄδικον πράττειν μηδὲ ἀπρεπές

    ὁμολογουμένου 为中性单数属格分词,与后续带有定冠词的不定式短语 τοῦ μηδαμῶς δεῖν... 构成属格绝对结构(genitive absolute),以后者为其逻辑主语,意为“在众人一致同意绝不可做任何不正当或不得体之事的前提下”,带有让步意味。

  2. 31.144φείδοιτʼ ἂν ἐξ ἀρχῆς ὑγιαίνειν

    动词 φείδομαι 接不定式意为“顾惜/犹豫做某事”(此处带有表示潜在可能的 ἄν 和希求法)。ἐξ ἀρχῆς 意为“从头、从根本上”。全句构成修辞性反问:“(若有人能治愈宿疾),他难道会吝惜/犹豫于从根本上恢复健康吗?”

  3. 31.146ἀξιῶ δʼ ὑμᾶς ἐκεῖνο ἐνθυμηθῆναι μᾶλλον, ὅτι πολλῶν ὄντων κατὰ τὴν πόλιν, ἐφʼ οἷς ἅπασιν εὐλόγως σεμνύνεσθε, πρῶτον μὲν τῶν νόμων καὶ τῆς εὐταξίας τῆς περὶ τὴν πολιτείαν, ἐφʼ οἷς καὶ μάλιστα φιλοτιμεῖσθε, ἔπειτα οἶμαι καὶ τῶν τοιούτων, ἱερῶν, θεάτρων, νεωρίων, τειχῶν, λιμένων· ὧν τὰ μὲν πλοῦτον ἐμφαίνει καὶ μεγαλοψυχίαν καὶ τὸ μέγεθος τῆς πρότερον δυνάμεως, τὰ δὲ καὶ τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν, οὐθενὸς ἧττον ἥδεσθε ἐπὶ τῷ πλήθει τῶν ἀνδριάντων, εἰκότως·

    该句的核心框架为 ἀξιῶ ὑμᾶς ἐκεῖνο ἐνθυμηθῆναι(“我要求你们考虑此事”),由 ὅτι 引出具体内容。在 ὅτι 从句中,以 πολλῶν ὄντων... 开头的属格绝对结构及其同位成分(πρῶτον μὲν τῶν νόμων... ἔπειτα... τῶν τοιούτων...)和关系从句(ὧν τὰ μέν... τὰ δέ...)形成了长距离插入,句子的主谓核心最终落在动词 ἥδεσθε(“你们感到欣悦”)上。οὐθενὸς ἧττον 意为“丝毫不亚于其中任何一项”。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.140-31.146