- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.133-31.139
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者对比了莱普提涅斯的法律与罗得岛的惯俗,指出相比于全体自愿通过且一视同仁的前者,由将军一人独断、为了转赐他人而剥夺雕像的罗得岛惯俗更为恶劣,并谴责罗得岛人践行着连他们自己都耻于立法的丑陋行径。
καὶ μὴν ὅ γε νόμος δεινὸν ἐδόκει ποιεῖν ἀφαιρούμενος τοῦ δήμου τὴν ἐξουσίαν, ὥστε μηδὲ τὸ λοιπὸν ἐξεῖναι ψηφίσασθαι τὴν δωρεὰν ταύτην. καὶ πόσῳ κρεῖττον τὴν ἀρχὴν1 κωλῦσαί τι διδόναι τὸν δῆμον, εἰ μὴ συνέφερε τῇ πόλει, ἢ καταλιπόντα τὸ χαρίζεσθαι τὸ ἀφαιρεῖσθαι ταῦτα ἐφʼ ἑνὶ ποιήσασθαι;2
况且,那项法律剥夺了人民的权力,使今后不得再投票通过这项恩赐,这在当时看来是极为过分的。然而,倘若对城邦不利,从一开始就阻止人民给予某物,比起保留施予的权力却将剥夺这些赏赐的权力托付给某一个人,究竟要好多少呢?
καὶ μὴν εἰ δοκεῖ δυσχερὲς τὸ ἀφαιρεῖσθαί τινος ἐξουσίας τὴν πόλιν, καὶ ὑμεῖς ἀφαιρεῖσθε τὴν ἐξουσίαν τοῦ φυλάττειν βέβαια τὰ δοθέντα τοῖς λαβοῦσιν. ὅτῳ γὰρ ἂν ὑμεῖς δῶτε τὴν τιμήν, οὐκέτʼ ἔστʼ ἐφʼ ὑμῖν τὸ ἐᾶν ἔχειν αὐτόν· ἀλλʼ εἷς ἀνὴρ ἀεὶ τούτου κύριος, ὁ στρατηγῶν. καίτοι χεῖρόν ἐστι τὸ ἔθει μὴ ἐφʼ ὑμῖν εἶναι τοῦ κατὰ νόμον κεκωλυμένου. οἱ μὲν γὰρ οὐκ ἀφῄρηνται τὴν ἐξουσίαν τούτου τρόπον τινά, ὃ πράττειν ἑαυτοὺς νόμῳ κεκωλύκασιν, ἀλλʼ ἀπέστησαν ἑκόντες διὰ τὸ συμφέρον.
再者,倘若剥夺城邦的某项权力被视为令人难以容忍之事,那么你们自己也被剥夺了使已授予受赏者之物得以稳固确立的权力。因为无论你们将荣誉赐予何人,让他保留这份荣誉已不再取决于你们;相反,总有一个人握有这项决断权,即担任将军者。然而,因习俗而使其不取决于你们,比受法律禁止更为恶劣。因为前者以某种方式而言并未被剥夺这项权力——他们以法律禁止自己去做的这件事——反而是为了公共利益而自愿放弃的。
ἐπὶ δὲ τοῦ ἔθους οὐδὲ τοῦτο ἔστιν εἰπεῖν ὅτι αὑτούς, εἴπερ ἄρα, ἀφῄρηνται τοῦθʼ ὑπὲρ οὗ μήτε ἔκριναν μήτε ἐβουλεύσαντο. καὶ μὴν ἐκεῖ γε παραμυθίαν τινὰ ἔσχον τὸ τοῦ πράγματος ἴσον καὶ κοινόν, ἁπάντων ὁμοίως ἀφαιρουμένων τὰς ἀτελείας, παρʼ ὑμῖν δὲ ὃς ἂν τύχῃ τῆς εἰκόνος ἀφῄρηται καὶ πολλάκις ὁ βελτίων. ἔτι δὲ ἐκεῖ μὲν οὐχ ἵνα ἄλλος λάβῃ, τὸν ἔχοντα ἀφῃρεῖτο ὁ νόμος· παρʼ ὑμῖν δὲ τούτου χάριν γίγνεται, ὃ τῷ παντὶ λυπρότερόν ἐστι τοῦ μόνον ἀποστερεῖσθαι.
但就习俗而言,甚至不能说倘若果真如此,他们是剥夺了自身那件既未判决也未商议过的事物。况且在那里,由于事情的平等与普遍——所有人都同样被剥夺了免税权——他们尚且获得某种安慰;但在你们这里,被剥夺雕像的却是随便碰上的任何一人,而且往往是更优秀的人。再者,在那里,法律从拥有者手中剥夺并非为了让别人取得;但在你们这里,剥夺正是为此目的而进行的,而这比单纯被剥夺要痛苦得多。
εἰ τοίνυν ἐφʼ ὧν μάλιστα ἀναγκαῖόν ἐστιν, ἐπὶ τούτων βούλοιτό τις ἰδεῖν, τίνας ἀδικεῖ τοῦτο τὸ ἔθος καὶ τίνας ἔμελλε λυπήσειν ἐκεῖνος ὁ νόμος, ἀφελὼν3 τοὺς μὴ μόνον ἔχοντας ἀτέλειαν, ἀλλὰ καὶ τῆς εἰκόνος τετυχηκότας, οὕτω σκοπείτω τοὺς λοιποὺς ἑκατέρων. οὗτοι μὲν γὰρ τρόπον τινὰ οὐδὲ ἔπασχον οὐδέν· ὃ γὰρ εἰλήφεσαν ἐν προσθήκης μέρει, τοῦτο ἀπώλλυον, τῆς μείζονος δωρεᾶς αὐτοῖς τηρουμένης· ἐπὶ δὲ τῶν ἄλλων ἴσος ἂν γένοιτο ὁ λόγος. ἀλλʼ ἔστι μὲν δῆλον καὶ αὐτόθεν οἶμαι τὸ πρᾶγμα· ὅσῳ γὰρ τὸ τῆς εἰκόνος μεῖζον ἢ τὸ τῆς ἀτελείας, τοσούτῳ κρείττονες οἱ τούτου τυχόντες· ἔτι δʼ ἂν οὕτω γένοιτό γε ὁ λόγος φανερώτερος· ἡ μὲν γὰρ ἀτέλεια τοὺς λαβόντας εὐπορωτέρους ποιεῖ, καὶ οὗτοι μάλιστα ἐπιθυμοῦσιν αὐτῆς οἵτινες ἂν ὦσι περὶ χρήματα ἐσπουδακότες· ἡ δὲ εἰκὼν τὸ σεμνὸν μόνον ἔχει καὶ τὸ τῆς τιμῆς. ὅσῳ δὴ πάντες εἴποιμεν ἂν κρείττους τοὺς προῖκα καὶ δόξης μᾶλλον ἕνεκεν αἱρουμένους εὖ τινας ποιεῖν τῶν ἐπʼ ἀργυρίῳ καὶ διὰ κέρδος, τοσούτῳ φαίην ἂν ἔγωγε οὐ μόνον ἀμείνους ἀνθρώπους ἀδικεῖν τοῦτο τὸ ἔθος, ἀλλὰ καὶ ὑπὸ βελτιόνων ὑμᾶς κωλύειν εὖ πάσχειν ἤπερ ἐκείνους ὁ νόμος.
因此,倘若有人希望在最为必要的那些事例上来考察,这一习俗究竟冤枉了谁,而那项法律又曾注定要使谁痛苦,就请他在排除了不仅拥有免税权而且也获得了雕像的人之后,以这种方式来审视两造其余的人。因为这些人以某种方式而言并未受到任何损害;因为他们失去的,只是自己作为附加物而获得的东西,而对他们而言更重大的恩赐依然得到了保留;至于对其余的人,其理据则是同等的。但我认为,事情即使仅凭自身也是显而易见的:因为雕像的价值比起免税权大多少,获得此物的人也就优越多少;而如果循着下述思路,这层道理还会变得更加明晰: 因为免税特权使获得者更为富有,尤其是那些热衷于钱财的人最渴望得到它;而雕像则仅仅具有庄严与尊荣。因此,正如我们大家都会说,那些出于无私、更是为了声望而选择对人行善的人,比起为了钱财和追逐利益而行善的人更为高尚,同样我也敢说,这项习俗不仅亏待了更优秀的人,而且比起法律对那些人所做的,它远更严重地阻碍了你们从更优秀的人那里蒙受恩泽。
ἀλλʼ ἔγωγε ἀπορῶ τί δήποτε οὐχὶ καὶ νόμον τίθεσθε ἐπὶ τούτῳ καθʼ ὃν ἔσται τὸ λοιπόν, εἴπερ ὑμῖν ἀρέσκει. νὴ Δίʼ, αἰσχύνην γὰρ οὐ μικρὰν ἔχει4 νόμος τοιοῦτος ἐν τῇ πόλει κείμενος. εἶτα ὃ γράφειν αἰσχρὸν ἡγεῖσθε, τοῦτο ποιεῖν οὐκ αἰσχρόν ἐστι; καὶ πόσῳ κρεῖττον μὴ χρῆσθαί τισι τῶν φαύλως γεγραμμένων ἢ ποιεῖν; ἢ ποτέρους ἂν εἴποιτε βελτίους, τοὺς οὕτως ἔχοντας πρὸς τὰ ἄτοπα, ὥστε ἀπέχεσθαι καὶ δεδομένων, ἢ τοὺς οὐ συγκεχωρημένα πράττοντας;
然而就我而言,我实在不解,倘若这当真合乎你们的心意,你们究竟为何不为此事立一部法,规定今后依此行事呢?你们或许会说:“对天发誓,因为这样一部法律确立在城邦中,乃是莫大的耻辱。”既然如此,你们认为诉诸文字是可耻的事,付诸实行难道就不可耻吗?而且,不去实行某些恶法,难道不比实行它们要好得多吗?或者,你们会说这两类人中哪一类更好呢:是面对越轨之事、甚至对已被准许的事物也加以克制的人,还是去做出未被允许之事的人?
- 31.133τὴν ἀρχὴν
宾格作状语,意为“从一开始”、“根本”(in the first place),修饰不定式 κωλῦσαι。
- 31.133καταλιπόντα τὸ χαρίζεσθαι τὸ ἀφαιρεῖσθαι ταῦτα ἐφʼ ἑνὶ ποιήσασθαι
紧随比较级连词 ἢ 之后的不定式从句结构。不定式 ποιήσασθαι 承接 κρεῖττον,分词 καταλιπόντα 为宾格,充当不定式的泛指逻辑主语。冠词不定式 τὸ ἀφαιρεῖσθαι ταῦτα 作 ποιήσασθαι 的直接宾语,ἐφʼ ἑνὶ 意为“由一人掌控”。
- 31.137ἀφελὼν
动词 ἀφαιρέω 的不定过去时分词,作状语使用,意为“(从考量中)除外、扣除”,为主要动词(命令法 σκοπείτω)设定了先行条件或附带情状。
- 31.139νὴ Δίʼ, αἰσχύνην γὰρ οὐ μικρὰν ἔχει
修辞学中预先设定之反驳(hypophora)的引入语。演说者先发制人地道出对方可能的辩解(“对天发誓,因为城邦立有这样的法乃是莫大耻辱”),随后以 εἶτα... 直击其自相矛盾之处。
