- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.147-31.152
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐明罗德岛的众多雕像是城邦威望以及罗马统治者(甚至包括臭名昭著的尼禄)深怀敬意的明证,并谴责罗德岛人自行篡改、毁坏这些连外敌都未曾掠夺的恩人雕像。
οὐ γὰρ μόνον κόσμον φέρει τὸ τοιοῦτον, ὥσπερ ἄλλο τι τῶν ἀναθημάτων, ἀλλὰ καὶ τὴν ἰσχὺν τῆς πόλεως οὐχ ἥκιστα ἐπιδείκνυσι καὶ τὸ ἦθος. οὔτε γὰρ εὖ πάσχουσιν ὑπὸ πολλῶν οἱ τυχόντες οὔτε θέλουσιν οὔτε ἴσως δύνανται πολλοὺς τιμᾶν. ἔτι δὲ κἀκεῖνό ἐστιν· οὐ γὰρ μόνον διὰ τοῦτο πλείστους εἶναι παρʼ ὑμῖν ἀνδριάντας συμβέβηκεν, ἀλλʼ οἶμαι καὶ διὰ τὸ Ῥωμαίους πολλάκις πανταχόθεν εἰληφότας κατασκευὴν ἱερῶν καὶ βασιλείων μηδέποτε κινῆσαι τῶν παρʼ ὑμῖν μηδέν·
因为这种雕像的众多,不仅像其他奉献品一样带来装饰,更极大地彰显了城邦的力量与品格。因为寻常之人既不会受到众人的厚待,也不愿、或许也不能去表彰众人。此外还有这一点:在你们这里之所以出现最多的雕像,不仅是出于这个缘故,而且我认为也是因为罗马人虽然屡次从各地取走用于装点神庙和宫殿的物品,却从未触动过你们这里的任何一件。
ὅπου καὶ Νέρων, τοσαύτην ἐπιθυμίαν καὶ σπουδὴν περὶ τοῦτο ἔχων, ὥστε μηδὲ τῶν ἐξ Ὀλυμπίας ἀποσχέσθαι μηδὲ τῶν ἐκ Δελφῶν, καίτοι πάντων μάλιστα τιμήσας ταῦτα τὰ ἱερά, ἔτι δὲ τοὺς πλείστους τῶν ἐκ τῆς ἀκροπόλεως Ἀθήνηθεν μετενεγκεῖν καὶ τῶν ἐκ Περγάμου πολλούς, αὐτῷ προσήκοντος ἐκείνου τοῦ τεμένους·1 περὶ μὲν γὰρ τῶν παρʼ ἄλλοις τί δεῖ λέγειν; τοὺς παρὰ μόνοις ὑμῖν εἴασε, καὶ τοσαύτην ἐπεδείξατο εὔνοιαν καὶ τιμὴν ἅμα πρὸς ὑμᾶς, ὥστε τὴν πόλιν ἅπασαν ἱερωτέραν κρῖναι τῶν πρώτων ἱερῶν.
甚至连尼禄也是如此——他对此事怀有如此巨大的欲望和狂热,以至于连奥林匹亚和德尔斐的珍品都未曾放过,尽管他最尊崇这些圣所,而且他还从雅典卫城运走了绝大多数,又从佩加蒙运走了许多,即便那座圣域本就归他所有——至于其他各处的雕像何须多言?——唯独将你们这里的雕像完好保留,并同时向你们展现出如此深厚的好意与尊崇,以至于判定整座城邦比那些首要的圣所还要神圣。
ἴστε γὰρ Ἄκρατον ἐκεῖνον, ὃς τὴν οἰκουμένην σχεδὸν ἅπασαν περιελθὼν τούτου χάριν καὶ μηδὲ κώμην παρεὶς μηδεμίαν, ὡς κἀνθάδε ἧκε.2 λυπουμένων δʼ ὑμῶν, ὅπερ εἰκός, κατὰ θέαν ἔφη παρεῖναι· μηδὲ γὰρ ἔχειν ἐξουσίαν μηδενὸς ἅψασθαι τῶν ἐνθάδε. τοιγαροῦν δίχα τοῦ κοινοῦ τῆς ὄψεως κόσμου καὶ δόξαν ὑμῖν ἑτέραν περιποιεῖ τὸ τῶν εἰκόνων πλῆθος. τῆς γὰρ πρὸς τοὺς ἡγουμένους φιλίας καὶ τῆς παρʼ ἐκείνων ἐντροπῆς ἀπόδειξις φαίνεται ταῦτα.
因为你们知道那个阿克拉图斯,他为了这一目的走遍了几乎整个天下,连一个村庄都不曾放过,他也曾来到这里。当你们理所当然地感到忧虑时,他说自己只是来观光而已;因为他根本无权触动这里的任何物品。因此,除了视觉上的共同美观之外,雕像的众多还为你们赢得了另一种声誉。因为这些雕像显现为你们对统治者的友谊以及来自统治者的敬重的明证。
εἶτα Ῥωμαῖοι μὲν καὶ Νέρων οὕτω τὰ παρʼ ὑμῖν ἐτήρησαν καὶ σεμνὰ ἔκριναν· ὑμεῖς δὲ οὐ φυλάξετε; καὶ Νέρων μὲν ὁ τῶν βασιλέων σφοδρότατος καὶ πλεῖστον αὑτῷ διδοὺς καὶ πρὸς ἅπασαν ἐξουσίαν πάντʼ ἐλάττω νενομικὼς οὐδενὸς ἀφείλετο τὴν εἰκόνα τῶν παρὰ μόνοις Ῥοδίοις τιμηθέντων· αὐτοὶ δʼ ὑμεῖς ἀφαιρεῖσθε;
既然罗马人和尼禄尚且如此守护你们这里的器物并视之为庄严神圣,难道你们自己反而不予守护吗?既然尼禄作为统治者中最暴烈、最纵容自己、认为一切在绝对权力面前都微不足道的人,都不曾剥夺任何一位仅由罗德岛人所表彰者的雕像,难道你们自己反要予以剥夺吗?
καίτοι φαίη τις ἄν, εἰ καὶ παρὰ τῶν βασιλέων ἀνῃροῦντο, μηδὲ οὕτως ἀδικεῖσθαι τοὺς ἄνδρας. οὐ γὰρ ὡς δώσοντες ἑτέροις, ἀλλὰ κόσμου δεόμενοι μετέφερον, ὥστʼ οὐδεὶς ἂν αὐτῶν ἀφῄρει τὸ ὄνομα, οὐδʼ αὖ χεῖρον ἀπήλλαττον ἀντὶ Μεγάρων καὶ Ἐπιδαύρου καὶ τῆς Ἀνδρίων ἢ Μυκονίων ἀγορᾶς ἐν τοῖς Ῥωμαίων ἱεροῖς ἀνακείμενοι. κἂν ταῦτʼ ἀφῇ τις, βέλτιον ἦν τό γε καθʼ ὑμᾶς οὕτως αὐτῶν ἠφανίσθαι τὰς τιμάς. οὐδὲν γὰρ ὑπῆρχεν ἁμάρτημα ὑμέτερον, οὐδʼ αὐτοὶ τοὺς εὐεργέτας ἂν τοὺς ἑαυτῶν ἠδικεῖτε καὶ τοὺς ἥρωας, ἀλλʼ, εἴπερ ἄρα, συνηδικεῖσθε αὐτοῖς.
然而有人或许会说,纵使它们是被皇帝们取走的,即便如此那些人也不会蒙受不公。因为皇帝们迁移雕像并非为了转赠他人,而是由于需要装饰,因而绝不会有人磨灭他们的名字;再者,将它们奉献在罗马人的神庙中,比起留在墨伽拉、埃皮达鲁斯以及安德罗斯人或米科诺斯人的广场上,处境也绝不会更差。即使抛开这些不谈,单就你们自身而言,他们的荣誉若以那种方式被湮灭本是更好的。因为那样一来就没有任何过错归于你们,你们自己也不曾亏待自己的恩人和英雄,相反,如果说有什么的话,你们本是与他们一同蒙受侵害的。
καὶ μὴν εἴ τις ὑμῶν πύθοιτο, εἰ καὶ δόξει γελοιότερον, τί δήποτε οὔθʼ ὑμεῖς οὔτʼ ἄλλος οὐθεὶς πηλίνους ποιεῖσθε τὰς εἰκόνας τῶν κριθέντων ἀξίων εἶναι τῆς δωρεᾶς ταύτης, εὐχερέστερον δήπουθεν ὂν καὶ μηδεμίαν ἤ παντελῶς μικρὰν δαπάνην ἔχον· φαίητʼ ἂν οἶμαι· διὰ τὸ ὑβρίζεσθαι διαμένειν,3 εἰ δυνατόν, εἰς ἀεὶ τὰς τιμὰς τῶν ἀγαθῶν ἀνδρῶν. νῦν τοίνυν ἐπίστασθε τοὺς ἀνδριάντας ὑμῖν ἅπαντας κηρίνων ὄντας ἀσθενεστέρους. οὐ γὰρ εἰ τὸν ἥλιον φέρουσι, τοῦτο δεῖ σκοπεῖν. ὑπὸ γὰρ τῆς κολακείας τῆς πρὸς ἑτέρους διαφθείρονται, κἂν τῷ δεῖνι δόξῃ καὶ τῷ δεῖνι διʼ ἡνδήποτʼ αἰτίαν, οὐκέτʼ εἰσὶν οἱ πρότερον. πολὺ δὲ χείρων ἡ τοιαύτη διαφθορά.
再者,哪怕这听起来有些可笑,如果有人问你们,究竟为什么你们和其他任何人都不用陶土为那些被判定配得上此项赏赐的人制作雕像——毕竟那显然更容易,而且毫无开销或开销极微——我想你们会说:这是为了使善人的荣誉免遭羞辱,并尽可能永存不朽。那么如今你们应当明白,你们所有的雕像甚至比蜡像还要脆弱。因为绝不能单看它们是否经得起日晒。因为它们正被对别人的谄媚所摧毁,只要某某人或某某人出于任何理由觉得合适,它们便不再是从前的那些人了。而这样的摧毁要恶劣得多。
- 31.148αὐτῷ προσήκοντος ἐκείνου τοῦ τεμένους
此处为独立属格结构,以名词短语 ἐκείνου τοῦ τεμένους 为逻辑主语。在语境中自然当理解为让步含义(“即便那座圣域本就归他所有”),突出了尼禄连奉献给自身的圣域都加以掠夺,却未曾触碰罗德岛分毫的对比。
- 31.149ἴστε γὰρ Ἄκρατον ἐκεῖνον, ὃς τὴν οἰκουμένην σχεδὸν ἅπασαν περιελθὼν τούτου χάριν καὶ μηδὲ κώμην παρεὶς μηδεμίαν, ὡς κἀνθάδε ἧκε
此处使用了先行词提前(先取构式,prolepsis)。从属从句 ὡς κἀνθάδε ἧκε 中本应作为主语的 Ἄκρατον ἐκεῖνον 被提前作为主句动词 ἴστε 的直接宾语(“你们知道那个阿克拉图斯……他是如何来到这里的”)。
- 31.152διὰ τὸ ὑβρίζεσθαι διαμένειν
抄本传统中的一处疑难读法。定冠词带不定词结构 διὰ τὸ ... διαμένειν 以 τὰς τιμάς 为逻辑主语,而被动不定词 ὑβρίζεσθαι 在逻辑上带有否定意味(学者常校订为 μὴ ὑβρίζεσθαι,即“免遭侮辱”)。在语境中表示目的或缘由:“为了使善人的荣誉免遭羞辱,并尽可能永存”。
