← 金嘴狄翁

演说集

§31.126-31.132

城邦尊严与莱普提涅斯之法的对比

演说者敦促罗得人坚持符合自身尊严的高尚标准,并通过对比雅典当年被判违法的莱普提涅斯剥夺免税法,论证如今改刻雕像的做法甚至更加不公且毫无约束。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.126

ἐγὼ δὲ καὶ καθόλου τοὺς τηλικοῦτον ἐφʼ αὑτοῖς φρονοῦντας ἡλίκον ὑμεῖς δικαίως οὐ πρὸς ἑτέρους ἀποβλέπειν οἴομαι δεῖν ἐν οἷς πράττουσιν, ἄλλως τε τοὺς τοσοῦτον χείρονας, ἀλλὰ πρὸς τὴν ἑαυτῶν δόξαν καὶ τὸ τῆς πόλεως ἀξίωμα. γελοῖον γὰρ ἂν ἦν, εἰ τῶν ὑμετέρων τις πολιτῶν, Δωριεὺς ἐκεῖνος ἢ Λεωνίδας, οὓς τοσαυτάκις φασὶν Ὀλυμπίασι νικῆσαι, πρὸς ἄλλον τινὰ ὁρῶν ἐγυμνάζετο, καὶ ταῦτά γε μηδέποτε στεφανωθέντα.1 τοῖς μέντοι Λακεδαιμονίοις ἢ τοῖς Ἀθηναίοις εἰ βούλεσθε ἀντεξετάζεσθαι, συγχωρῶ τοῖς τότε οὖσιν, ὅτε αὐτοῖς εἰκότως ἄν τις τῶν ὁμοίων ὑμῖν συνεκρίνετο.

依我之见,概括而言,像你们这样理所当然地享有如此自豪的人,在自己的所作所为中绝不应仰望他人,尤其是那些远逊于你们的人,而应仰望你们自身的声望和城邦的尊严。因为,倘若你们的公民中有人——例如那位著名的多里厄斯或莱奥尼达斯,据说他们曾在奥林匹亚多次夺冠——竟以他人为榜样进行训练,而且那人还是从未获得过桂冠之人,那将是荒唐可笑的。然而,倘若你们希望与斯巴达人或雅典人一较高下,我同意你们与当时的人相提并论,即与那些在当时理所当然可以与你们这些同类之人相较量的人。

§31.127

καὶ γὰρ τὸν ἀθλητὴν τὸν φιλοτιμούμενον ἔτι καὶ μηδέπω παραχωροῦντα τῆς ἰσχύος οὐ τοὺς νοσοῦντας εὔλογόν ἐστι προκαλεῖσθαι τῶν καθʼ αὑτὸν ἐνδόξων οὐδὲ τοὺς τεθνεῶτας, ἀλλʼ εἰ μὲν εἶέν τινες ἐρρωμένοι, πρὸς ἐκείνους ἀγωνίζεσθαι περὶ τῆς νίκης· εἰ δὲ μή, τοιοῦτόν τι πρᾶξαι ζητεῖν, ὃ μηδενὸς αὐτὸν ἀσθενέστερον δείξει τῶν πρότερον. ὁ μὲν οὖν ὑγιὴς οὗτός ἐστι περὶ τῶν τοιούτων λόγος. εἰ δὲ ἄρα παρεῖναί τι δεῖ, μήτε πρὸς τοὺς τότε, οἳ ἦσαν κράτιστοι, παραβάλλοντες ἐξετάζετε τὸ πρᾶγμα, μήτε πρὸς τοὺς νῦν, οἳ μηδενὸς τῶν φαυλοτάτων διαφέρουσιν, ἀλλὰ πρὸς τοὺς μέσους αὐτῶν ἢ καὶ τοὺς ἔτι τούτων ἐλάττονας παρὰ τοίνυν τοῖς Ἀθηναίοις κατὰ Φίλιππον μάλιστα, ὅτε τῆς ἡγεμονίας παρακεχωρήκεσαν, τῆς δʼ ἐλευθερίας μόνης λοιπὸν ἀντείχοντο, Λεπτίνης τις εἰσήνεγκε νόμον ὡς χρὴ τὰς ἀτελείας ἀφελέσθαι τοὺς ἔχοντας παρὰ τοῦ δήμου, δίχα τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος, καὶ μηκέτι τὸ λοιπὸν ἐξεῖναι διδόναι μηδενὶ τὴν δωρεὰν ταύτην. τί οὖν; ἔσθʼ ὅπως παρεδέξαντο τὸν νόμον; οὐμενοῦν, ἀλλʼ ἑάλω γραφῆς.2

因为,对于一个仍然雄心勃勃、尚未拱手让出自己力量的运动员来说,去向同辈名流中患病的人或死去的人挑战是不合情理的;反之,若有健壮的人在,就应与他们为胜利而拼搏;若没有,就应力求做出某种事迹,以证明自己不逊于以往的任何人。因此,关于此类事情,这才是健全的道理。但若终究必须做出某种退让,你们在审视此事时,既不要与当时最优秀的人对比,也不要与现今那些与最下流之徒毫无差别的人对比,而应与他们之间处于中等地位的人,甚至比这些人更逊色的人相对比。话说在雅典人那里,尤其在腓力时代,当他们已经让出霸权、此后仅能紧紧固守自由时,一个名叫莱普提涅斯的人提出了一项法律,认为应当剥夺那些从人民那里获得免税特权之人的这项特权,唯独哈尔摩狄奥斯和阿里斯托革顿的后裔除外,且今后不得再将此恩赐授予任何人。那么结果如何?他们接受了这项法律吗?绝没有,反而在公诉中被判有罪。

§31.129

φέρε τοίνυν συμβάλετε τοῦτο τὸ ἔθος ἐκείνῳ τῷ νόμῳ, κἂν μὲν ὑμῖν κατά τι βέλτιον φαίνηται, φυλάξατε αὐτὸ καὶ ποιήσατε ἰσχυρότερον πρὸς τὸ λοιπόν· ὅπερ ἐξ ἀνάγκης γένοιτʼ ἄν, εἰ μὴ λυθήσεται νῦν· ἐὰν δὲ πανταχῇ σκοπούμενοι χεῖρον εὑρίσκητε, μιμήσασθε τοὺς κατʼ ἐκεῖνον τὸν χρόνον Ἀθηναίους καὶ τὸ μᾶλλον ἄτοπον τοῦ τότε λυθέντος ὑπʼ ἐκείνων καὶ ὑμεῖς νῦν λύσατε.

来吧,请将这一习俗与那项法律作一对比;倘若你们觉得它在某方面更好,就请保留它,并使它在今后更加巩固——如果现在不予废除,这必然会成为现实;但如果你们全盘考量之后发现它更为恶劣,就请效法那个时代的雅典人,如今由你们来废除这项比当年被他们废除的法律更为荒唐的习俗吧。

§31.130

τὸ μὲν οὖν ψευδῆ τὴν πόλιν δεικνύναι καὶ περὶ τὰς δωρεὰς ἄπιστον καὶ τὸ τοὺς εὐεργέτας ἀδικεῖν, ἀφαιρουμένην αὐτῶν τὰς ἀμοιβάς, καὶ πάντα τὰ τοιαῦτα ἐπʼ ἴσης κοινὰ ἀμφοτέροις πρόσεστιν· ἀλλʼ ἐκεῖ μὲν οὐκ ἦν μηδὲν ὠφελῆσθαι τοὺς τὴν ἀτέλειαν ἐσχηκότας· ἃ γὰρ ἐκτήσαντο ἐκ τῆς ἀφέσεως εἰς ἅπαν αὐτοῖς ἔμεινε καὶ τὸν ἄλλον χρόνον ἔμελλον εὐπορώτεροι διʼ αὐτὴν ἔσεσθαι. τοῖς δέ γε τῆς εἰκόνος ἀφαιρεθεῖσιν3 ἐκ τοῦ τετιμῆσθαι πρότερον οὐδʼ ὁτιοῦν περίεστι δίχα γε τῆς ὕβρεως καὶ τῆς ἀτιμίας.

固然,使城邦显为虚妄不实,在赏赐之事上令人无法信赖,以及通过剥夺恩人的回报而亏待恩人,凡此类罪名对于两造都是同等适用的;但就当年而言,获得免税特权的人并非一无所获。因为他们因免税所得到的财物已完全属于他们,而且在以后的岁月中,他们也必将因这项免税而更为富有。然而对于那些被剥夺了雕像的人而言,从先前享有的荣誉中,除了屈辱与不齿之外,什么也没有剩下。

§31.131

πρὸς τούτῳ δὲ ὁ μὲν τιθεὶς τότε τὸν νόμον ἔστιν ὧν κατηγόρει τῶν εἰληφότων τὴν ἀτέλειαν καὶ πονηροὺς ἀπέφαινε τοὺς πλείους, οὐ μόνον ἀναξίους χάριτος· ὥστε τοῦτʼ εἶναι τὸ δεινὸν ὅτι μὴ πᾶσιν ἐγκαλῶν πάντας ἀπεστέρει τὰς δωρεάς. ἐνθάδε δὲ οὐδʼ ἔνεστι τοῖς ἀφελομένοις εἰπεῖν τι κατʼ ἐκείνων· οὓς γὰρ μηδʼ ἴσασι, πῶς αὐτοὺς αἰτιᾶσθαι δυνατόν;

除此之外,当时制定法律的人还指控了某些获得免税特权的人,并表明大多数人不仅配不上恩惠,而且品行恶劣;以致于骇人听闻之处在于,他并未指控所有人,却剥夺了所有人的恩赐。然而在你们这里,剥夺雕像的人甚至对那些原主说不出一句指责的话;因为对于那些他们根本不认识的人,又怎能加以指责呢?

§31.132

ἔτι δὲ ὁ μὲν νόμος ἐξαιρέτους τινὰς ἐποίει τούς τὰ μέγιστα δοκοῦντας εὐεργετηκέναι τὴν πόλιν, τοὺς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος· ἐνθάδε δὲ οὐδέν ἐστιν ἐξαίρετον. τῷ γὰρ ἀγράφως τὸ πρᾶγμα γίγνεσθαι4 καὶ μήτε κατὰ νόμον μήτε κατὰ ψήφισμα περὶ οὐδενὸς ὅλως ἀπείρηται, καὶ ἐπὶ παντὶ συμβῆναι δυνατόν ἐστιν, ἐφʼ ὅτῳ ποτὲ ἂν δόξῃ τῷ στρατηγῷ.

再者,那项法律还将某些被认为对城邦立下最大功劳的人列为例外,即哈尔摩狄奥斯和阿里斯托革顿的后裔;而在这里却没有任何例外。因为此事是不成文地、既不依据法律也不依据决议而进行的,因此关于任何人全都未加禁止,并且在将军认为合适的任何一人身上,都有可能发生。

语法注4 条
  1. 31.126καὶ ταῦτά γε μηδέποτε στεφανωθέντα

    καὶ ταῦτα 是表示让步或追加强调的习用语,意为“而且还是……”或“尽管……”,紧随的单数宾格分词 μηδέποτε στεφανωθέντα 修饰前文的 ἄλλον τινά(被当作榜样的其他人)。它强化了与事实相反的荒谬假设:本邦著名冠军运动员绝不会以从未获胜的人为榜样进行训练。

  2. 31.128ἑάλω γραφῆς

    这是动词 ἁλίσκομαι(被定罪、败诉)支配表示指控罪名或诉讼形式的属格(此处为 γραφῆς,在语境中指针对违宪法案的公诉 γραφὴ παρανόμων)的惯用构词。指莱普提涅斯所提法案在法庭公诉中被裁定违法而遭废除的史实。

  3. 31.130τοῖς δέ γε τῆς εἰκόνος ἀφαιρεθεῖσιν

    在主动语态中支配人与物双重宾格的动词 ἀφαιρέω(剥夺)在此转为被动分词,被剥夺者由与格表示(τοῖς... ἀφαιρεθεῖσιν),而被剥夺的事物则由分离属格表示(τῆς εἰκόνος),意为“对于那些被剥夺了雕像的人”。

  4. 31.132τῷ γὰρ ἀγράφως τὸ πρᾶγμα γίγνεσθαι

    中性单数与格定冠词 τῷ 使不定式短语 ἀγράφως τὸ πρᾶγμα γίγνεσθαι 名词化,充当原因与格,意为“因为这件事情是不成文地发生的”。它为后文的主句 περὶ οὐδενὸς ὅλως ἀπείρηται(对任何人概无禁止)提供了依据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.126-31.132