← 金嘴狄翁

演说集

§31.121-31.125

雅典剧场的堕落与借他邦恶习开脱之辩

演说者指出雅典人在圣洁的剧场举行角斗表演并驱逐诤谏哲学家的野蛮行径,强调即便如此堕落的城邦也未曾篡改雕像,从而严厉驳斥了罗得人以他邦恶习为借口来为自身不义行径开脱的做法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.121

ἔτι δʼ εἰ μὲν ἐν τοῖς ἄλλοις μηδὲν αὐτῶν διεφέρετε, οὐδὲν ἴσως ἔδει καθʼ ἓν τοῦτο φιλοτιμεῖσθαι καὶ σκοπεῖν ὅπως κρείττους δόξετε. νῦν δὲ οὐθέν ἐστιν ἐφʼ ὅτῳ τῶν ἐκεῖ γιγνομένων οὐκ ἂν αἰσχυνθείη τις. οἷον εὐθὺς τὰ περὶ τοὺς μονομάχους οὕτω σφόδρα ἐζηλώκασι Κορινθίους, μᾶλλον δʼ ὑπερβεβλήκασι τῇ κακοδαιμονίᾳ κἀκείνους καὶ τοὺς ἄλλους ἅπαντας, ὥστε1 οἱ Κορίνθιοι μὲν ἔξω τῆς πόλεως θεωροῦσιν ἐν χαράδρᾳ τινί, πλῆθος μὲν δυναμένῳ δέξασθαι τόπῳ, ῥυπαρῷ δὲ ἄλλως καὶ ὅπου μηδεὶς ἂν μηδὲ θάψειε μηδένα τῶν ἐλευθέρων, Ἀθηναῖοι δὲ ἐν τῷ θεάτρῳ θεῶνται τὴν καλὴν ταύτην θέαν ὑπʼ αὐτὴν τὴν ἀκρόπολιν, οὗ τὸν Διόνυσον ἐπὶ τὴν ὀρχήστραν τιθέασιν· ὥστε πολλάκις ἐν αὐτοῖς τινα σφάττεσθαι τοῖς θρόνοις, οὗ τὸν ἱεροφάντην καὶ τοὺς ἄλλους ἱερεῖς ἀνάγκη καθίζειν.

再者,倘若你们在其他方面与他们毫无差异,或许就没必要在这单一的事项上争强好胜、费心思量如何才能显得比他们优秀。然而实际上,在那里所发生的事情中,没有一件是不令人感到羞耻的。例如当下关于角斗士之事,他们如此狂热地仿效科林斯人——或者说,在不幸的狂乱上甚至远远超过了科林斯人以及所有其他人——以至于科林斯人是在城外的某处峡谷中观看,那地方虽能容纳众人,但环境污秽,而且绝不会有人把任何自由民安葬于彼;而雅典人却就在卫城脚下的剧场里观看这出‘壮丽景观’,那正是他们把狄奥尼索斯像安置在乐池之处;结果往往在神圣仪式宣讲官及其他祭司按规定必须就座的宝座上,就有人被当场屠戮。

§31.122

καὶ τὸν εἰπόντα περὶ τούτου φιλόσοφον καὶ νουθετήσαντα αὐτοὺς οὐκ ἀπεδέξαντο οὐδὲ ἐπῄνεσαν, ἀλλʼ οὕτως ἐδυσχέραναν, ὥστε ἐκεῖνον ὄντα μὲν γένει Ῥωμαίων μηδενὸς ὕστερον, δόξαν δὲ τηλικαύτην ἔχοντα ἡλίκης οὐδεὶς ἐκ πάνυ πολλοῦ τετύχηκεν, ὁμολογούμενον δὲ μόνον μάλιστα μετὰ τοὺς ἀρχαίους ἀκολούθως βεβιωκέναι τοῖς λόγοις, καταλιπεῖν τὴν πόλιν2 καὶ μᾶλλον ἑλέσθαι διατρίβειν ἀλλαχόσε τῆς Ἑλλάδος. ἀλλʼ οὐκ ἂν ὑμεῖς, ἄνδρες Ῥόδιοι, τοιοῦτον οὐθὲν ὑπομείναιτε, παρʼ οἷς νόμος ἐστὶ τὸν δημόσιον μηδέποτε εἰσελθεῖν εἰς τὴν πόλιν.

而当一位哲学家谈及此事并规劝他们时,他们不仅没有采纳也没有赞扬,反倒如此愤怒,以致那位人物——尽管论出身不逊于任何罗马人,享有的盛名之大也是长久以来无人能及的,且被公认为继古人之后唯一一位其生活极为切合自身学说的人——不得不离开该城,宁愿选择在希腊的其他地方度日。然而罗得人啊,你们绝不会容忍任何此类事情,因为在你们这里,法律明文规定公共行刑人绝不可进入城中。

§31.123

τίνος οὖν ἕνεκα ἐπεμνήσθην; οὐ μὰ τὸν Δία λοιδορῆσαι βουλόμενος τοὺς Ἀθηναίους· τοὐναντίον γὰρ πᾶσιν ἐλεεῖν αὐτοὺς ἐπέρχεται τοῖς μετρίοις· ἀλλʼ ὅπως εἰδῆθʼ ὅτι λοιπὸν ὑμῖν οὐ πρὸς ἐκείνους ἐστὶν ὁ λόγος, ἀλλὰ πρὸς ὑμᾶς αὐτοὺς καὶ τῶν ἄλλων εἴ τις σωφρονεῖ. καίτοι πάντα ὅσα ἂν εἴποι τις κατὰ Ἀθηναίων ἢ κατὰ Λακεδαιμονίων ἢ καθʼ ὧν δήποτε, παρʼ οἷς ἄλλα τινὰ φαύλως ἔχει καὶ σφόδρα ὀλιγώρως, ἐμοὶ συναγωνιεῖται· τὸ γὰρ τῶν εἰκόνων οὐκ ἔστι παρʼ αὐτοῖς ἰδεῖν οὕτω γιγνόμενον· ὥσθʼ ὅ γε μηδὲ παρʼ ἐκείνοις ἁμαρτάνεται τοῖς ἐσχάτως ἀπολωλόσι πῶς οὐκ ἂν ὑπερβολήν τινα ἔχοι τῆς ἀτοπίας;3

那么,我提起此事究竟是为了什么?凭宙斯起誓,绝非为了诋毁雅典人;因为恰恰相反,一切持重温和之人见状都会对他们顿生怜悯之情;而是为了让你们明白,从此以后你们较量的对象不是他们,而是你们自身,以及其他人群中尚存明智之理的人。其实,无论有人针对雅典人、斯巴达人或任何其他人说出什么指责的话——在他们那里某些别的事情办得十分糟糕且极其轻率——都将为我的论点助阵;因为即使在他们那里,雕像的事也未曾以这种方式发生过。因此,连在那些彻底败落的人当中都未曾犯下的过失,怎能不具有某种极度的荒谬呢?

§31.124

ἔτι δὲ μᾶλλον αὐτὰ τὰ περὶ τὰς τιμὰς παρατεθέντα ἀποδείκνυσι τοῦτο. εἰ γὰρ τὸ τῶν νῦν τινα παραστῆσαι τῶν ἀρχαίων τινὶ δοκεῖ δεινόν, πόσῳ δεινότερον τὸ οὕτως ἀφελέσθαι τινὰ ἐκείνων τῆς τιμῆς, ὥστε ἑτέρῳ δοῦναι; καὶ εἰ τὸ ὄνομα ἐπιγράψαι τινὸς ἄλλῳ τῳ πολὺ ἐλάττονι τηλικαύτην κατάγνωσιν φέρει, τὸ ἐξαλεῖψαι καὶ ἀνελεῖν τὸ τοῦ κρείττονος, ἐὰν οὕτω τύχῃ, ποῖόν τι φαίνεσθαι νομίζετε; καὶ μὴν εἴ τις ὑμᾶς Καυνίοις ἢ Μυνδίοις ὁμοίους εἶναι λέγοι, σφόδρα ὀργιεῖσθε καὶ βλασφημεῖν αὐτὸν ἡγήσεσθε κατὰ τῆς πόλεως· πῶς ἂν οὖν ἔθʼ ὑμῖν ἀπολογίαν τινὰ φέροι περί τινος τῶν παρʼ ὑμῖν τὸ καὶ παρʼ ἐκείνοις αὐτὸ γίγνεσθαι;

更有甚者,关于荣誉本身所列举的那些事例更证明了这一点。因为,倘若将现今的某人安置在古人的身旁已被视为骇人听闻,那么把那些古人的荣誉剥夺并转赠他人,岂不更加骇人听闻吗?倘若将某人的名字镌刻在远逊于他的另一人雕像上会招致如此重大的谴责,那么假若碰巧遇上,将一位更卓越之人的名字刮除抹去,你们认为这又会显得何等丑恶?况且,假若有人说你们与考诺斯人或明多斯人相似,你们定会勃然大怒,认为他在侮辱本邦;那么,在他们那里也有同样的事情发生这一事实,又怎能为发生在你们这里的事情提供任何辩解呢?

§31.125

καθάπερ εἰ καὶ τὰ τείχη τις οἴοιτο δεῖν λῦσαι τὰ παρʼ ὑμῖν ἢ καὶ καταπίπτοντα ἐᾶν, ὅτι καὶ παρʼ ἑτέροις πέπτωκε, μᾶλλον δὲ πᾶσι τοῖς ἄλλοις σχεδόν. καίτοι τὰ μὲν τείχη διὰ τὴν εἰρήνην καὶ τὴν δουλείαν ἐᾶται παρʼ αὐτοῖς, ὧν τὸ μὲν ἅπαντες εὔχονται, τὴν εἰρήνην, τὸ δὲ λοιπὸν οὐκ ἔστι κακίας σημεῖον·4 τὸ δὲ τοῖς παλαιοῖς τῶν εὐεργετῶν οὕτω προσφέρεσθαι δι’ ἀχαριστίαν γίγνεται. φαίην δʼ ἂν ἔγωγε παρὰ τούτοις μηδὲ εὐεργέτας ἀδικεῖσθαι. τίς γὰρ παρὰ Καυνίοις γέγονε γενναῖος ἀνήρ; ἢ τίς πώποτε ἐκείνους ἀγαθόν τι πεποίηκεν; οἵ γε δουλεύουσιν οὐχ ὑμῖν μόνοις, ἀλλὰ καὶ Ῥωμαίοις, διʼ ὑπερβολὴν ἀνοίας καὶ μοχθηρίας διπλῆν αὑτοῖς τὴν δουλείαν κατασκευάσαντες.ταῦτα δὲ καὶ περὶ ἄλλων τις ἂν εἴποι τῶν ὁμοδόξων.

这正如同有人认为应当拆除你们这里的城墙,或者任凭城墙坍塌,只因在别处——或者说在几乎所有其他人那里——城墙都已倒塌一样。然而,在他们那里城墙废弛是由于和平与奴役,其中一项是人人都祈求的,即和平,而另一项也不是邪恶的标志;但以这种方式对待昔日的恩人,却是出于忘恩负义。依我之见,在那些人那里甚至根本谈不上恩人受委屈。因为在考诺斯人中曾出过什么高尚之人呢?或者又有谁曾为他们做过善事呢?他们不仅臣服于你们,还臣服于罗马人,由于极度的愚昧与邪恶,为自己招致了双重的奴役。而关于其他声名相似的人,人们也可以说出同样的话。

语法注4 条
  1. 31.121οὕτω σφόδρα ἐζηλώκασι Κορινθίους, μᾶλλον δʼ ὑπερβεβλήκασι τῇ κακοδαιμονίᾳ κἀκείνους καὶ τοὺς ἄλλους ἅπαντας, ὥστε

    οὕτω σφόδρα 以及 ὑπερβεβλήκασι 引出后接的 ὥστε 结果从句。在结果从句内部,通过 οἱ Κορίνθιοι μέν... Ἀθηναῖοι δέ... 的对比结构,鲜明地展现了科林斯人与雅典人在观看角斗地点上的差异。

  2. 31.122ὥστε ἐκεῖνον ὄντα μὲν γένει Ῥωμαίων μηδενὸς ὕστερον... καταλιπεῖν τὴν πόλιν

    由主句动词 οὕτως ἐδυσχέραναν 引出的 ὥστε 加不定词结果构式。不定词 καταλιπεῖν 的逻辑主语为宾格 ἐκεῖνον,其间插入了 ὄντα μέν..., δόξαν δὲ ἔχοντα..., ὁμολογούμενον δέ... 三个分词短语,用以突出这位哲学家卓越的家世与崇高声望。

  3. 31.123πῶς οὐκ ἂν ὑπερβολήν τινα ἔχοι τῆς ἀτοπίας;

    疑问副词 πῶς(何以)与表示潜在的 ἄν+希求式 ἔχοι 构成修辞性反问(πῶς οὐκ...),表达了强烈的肯定推论:“怎能不具有极度的荒谬呢?”(必然荒谬之极)。

  4. 31.125ὧν τὸ μὲν ἅπαντες εὔχονται, τὴν εἰρήνην, τὸ δὲ λοιπὸν οὐκ ἔστι κακίας σημεῖον

    属格关系代词 ὧν 以先前的 διὰ τὴν εἰρήνην καὶ τὴν δουλείαν(和平与奴役)为先行词,作部分属格。随后通过 τὸ μέν(后跟同位语 τὴν εἰρήνην)与 τὸ δὲ λοιπόν(指代奴役)将二者拆分,并在逻辑上区分:前者为人人所祈求,后者亦非邪恶之征兆。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.121-31.125