← 金嘴狄翁

演说集

§31.115-31.120

驳以贫穷为耻与借雅典恶例为辩护

演说者驳斥了坦承财政窘迫乃是耻辱的异议,并反驳了借口雅典亦滥授荣誉的论调,指出他邦的恶劣行径应当引以为戒而非加以仿效。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.115

νὴ Δίʼ, ἀλλʼ αἰσχρόν, εἰ τοσαύτην στενοχωρίαν ὁμολογήσομεν,1 καὶ Ῥοδίων οὐκ ἄξιον. καὶ τίς οὐκ ἂν εὖ φρονῶν ἕλοιτο πένης δοκεῖν μᾶλλον ἢ πονηρός; ἢ τὸ νυνὶ γιγνόμενον ἧττον ὑμῖν δοκεῖ τινος αἰσχρὸν εἶναι, τὸ τοὺς ἀνδριάντας ὑμῶν δύνασθαί τινα διηγεῖσθαι, καθάπερ τὰς οἰκίας, ὅτι πρότερον μὲν ἦν αὕτη τοῦ δεῖνος, νῦν δὲ τοῦ δεῖνος γέγονεν, ἂν δʼ οὗτος τελευτήσῃ, πάλιν ἔσται τοῦ κληρονομήσαντος ἢ τοῦ πριαμένου; καίτοι τὴν εἰκόνα οὐκ ἔστιν οὐδενὶ δικαίῳ μεταθεῖναι, καθάπερ τὴν οἰκίαν.

“凭宙斯起誓,诚然如此,但若我们承认如此巨大的窘迫,那是可耻的,也不配作为罗得人。”有人也许会说。然而,凡是明智之人,谁不宁愿显得贫困,也不愿显得邪恶呢?难道你们觉得如今所发生的事,其耻辱程度比任何事都要轻微吗?——人们竟能像数点房屋一样数点你们的雕像,说道这尊从前属于某人,如今成了某人的,若这人死后,又将属于继承者或买主?然而,根据任何正当的法理,塑像绝不可如房屋那样转手。

§31.116

ἤδη τοίνυν ἤκουσά τι καὶ τοιοῦτόν τινος ἀποσχεδιάζοντος, ὅτι καὶ παρʼ ἑτέροις ἰδεῖν ἔστι τοῦτο γιγνόμενον· πάλιν δὲ ἑτέρου, ὡς καὶ παρʼ Ἀθηναίοις πολλὰ πράττεται νῦν, οἷς οὐκ ἀπεικότως ἄν τις ἐπιπλήξειεν, οὐ περὶ τὰ ἄλλα μόνον, ἀλλὰ καὶ περὶ τὰς τιμάς· οἵ γε τὸν δεῖνα μὲν Ὀλύμπιον κεκλήκασιν2 οὐδὲ φύσει πολίτην ἑαυτῶν, Φοίνικα δὲ ἄνθρωπον οὐκ ἀπὸ Τύρου καὶ Σιδῶνος, ἀλλʼ ἀπὸ κώμης τινὸς ἢ τῆς ἠπείρου, καὶ ταῦτα πιττούμενον τοὺς βραχίονας καὶ περιδήματα φοροῦντα· τὸν δεῖνα δὲ τὸν εὐχερῆ λίαν ποιητήν, ὃς καὶ παρʼ ὑμῖν ποτε ἐπεδείξατο, οὐ μόνον χαλκοῦν ἑστάκασιν, ἀλλὰ καὶ παρὰ Μένανδρον. λέγειν δὲ εἰώθασιν οἱ διασύροντες τὴν πόλιν καὶ τὸ ἐπίγραμμα τὸ ἐπὶ τῆς Νικάνορος εἰκόνος, ὃς αὐτοῖς καὶ τὴν Σαλαμῖνα ἐωνήσατο.

其实,我已听过有人随口抛出这番托词,称在他人那里也可看到这种事发生;又听另一人说道,如今在雅典人那里也常有许多不仅在其他方面、而且在荣誉方面理应受到非难的做法:他们竟然把某个甚至按出生算都不是他们本邦公民的人称为‘奥林匹亚神’,那是个腓尼基人,并非来自提尔或西顿,而是来自某个村落或内陆,而且还是个用沥青拔去臂毛、佩戴发带的人;他们还把某个极其粗制滥造的诗人——此人从前也在你们这里表演过——不仅立了铜像,而且还立在米南德的旁边。此外,贬低那座城邦的人还常常提及尼卡诺尔塑像上的题铭,此人甚至曾为他们买下了萨拉米斯。

§31.117

ἐγὼ δʼ εἰ μέν τις ἢ τοῖς Ἀθηναίοις ἐπιτιμῶν λέγει ταῦτα, καὶ δεικνὺς οὐκ ὄντας ἀξίους τοὺς ἐνοικοῦντας τῆς πόλεως οὐδὲ τῆς δόξης, ἣν οἱ πρότερον γενόμενοι κατέλιπον, ἢ καθόλου τὴν Ἑλλάδα ἐλεῶν εἰς ὃ πέπτωκεν, ὅταν τοιαῦτα πράττωσιν οἱ χρόνον τινὰ δόξαντες αὐτῆς προεστάναι, καλῶς αὐτὸν ἡγοῦμαι λέγειν· εἰ δʼ ὅτι προσήκει μηδʼ ὑμᾶς μηδὲν μέγα φρονεῖν μηδʼ ἐκείνων κρεῖττον, οὐκ ἔχω τὴν ὑπερβολὴν τῆς ἀναισθησίας εἰπεῖν τοῦ ταῦτα λέγοντος.

至于我,如果有人说这些话是为了谴责雅典人,指出其居民配不上这座城邦,也配不上先辈留下的声望,抑或总体上出于哀怜希腊竟沦落至此地步——那些曾被视为希腊首领的人居然做出这等事——我认为他说得很有道理。但倘若他的意思是你们也不该自视甚高,不该比他们更优秀,那么对于说出这种话的人,我实在无法形容其愚钝之极。

§31.118

οὐ γὰρ ὃν τρόπον τὰ καλῶς παρʼ ἑτέροις γιγνόμενα πᾶσιν ἔθος ἐστὶ λέγειν ζήλου καὶ προτροπῆς ἕνεκεν, ὁμοίως κἂν φαῦλόν τι πράττηται παρʼ ἄλλοις, δεῖ τοῦτο μνημονεύειν,3 ὥστε μιμεῖσθαι, τοὐναντίον δὲ ὑπὲρ τοῦ φυλάξασθαι καὶ μὴ λαθεῖν εἴς τι τοιοῦτον ἐμπεσόντας. καὶ γὰρ εἰ μὲν ἐπαινῶν τις ἐκείνους ταῦτα ἔλεγε καὶ μηδὲν χείρονος δόξης ἀποφαίνων ἐπιτυγχάνοντας, ἦν μὲν ἂν δήπουθεν εὐήθης, μᾶλλον δὲ ἀναιδής· πλὴν κατά γε τὴν ἑαυτοῦ γνώμην παρεῖχέ τινα ἀφορμὴν τοῖς ἁμαρτάνειν βουλομένοις. εἰ δʼ ὡς αἰσχρὰ καὶ ὀνείδη πάντες αὐτὰ προφέρουσι καὶ οὐθεὶς ἂν εἴποι τῶν ἐγκωμιαζόντων τὴν πόλιν τοιοῦτον οὐδέν, ἀλλʼ ἤτοι βλασφημῶν τις ἢ καθαπτόμενος ἄλλως καὶ ἐπιπλήττων, παντελῶς εὐήθης ὁ διὰ τῶν τοιούτων ὑμᾶς προτρέπειν δοκῶν ὥστε ἀμελεῖν τῶν παρʼ αὑτοῖς.

因为,正如人们习惯于为了仿效和激励而谈论他人值得称道的善行那样,即便他人那里发生了卑劣之事,也绝不意味着应当为了仿效而记取此事,相反,应当为了警惕和避免不知不觉陷入其中而记取。因为事实上,如果有人一边赞美他们一边说出这些话,表明他们并未蒙受更坏的名声,那么这人固然是愚蠢的,或者毋宁说是无耻的;但至少按他自己的见解,他确实为那些企图犯错的人提供了一种借口。然而,倘若所有人提起这些事都是视其为耻辱和污点,凡赞颂该城邦者绝无一人会提及此等事,唯有诋毁者或从旁攻击谴责者才会提起,那么企图通过这等事例来唆使你们忽视自身准则的人,便是彻底的愚蠢。

§31.119

καθάπερ εἴ τις ἀθλητὴν πείθων ἀπειπεῖν καὶ προέσθαι τὸν στέφανον ἀργυρίου λέγοι πρὸς αὐτόν, Οὐχ ὁρᾷς ἐκεῖνον τὸν παραχωρήσαντα πρὸ σοῦ μαστιγούμενον; ἢ νὴ Δία εἴ τις τῶν ὑποκριτῶν τινι δεικνὺς τοὺς ἐκπίπτοντας καὶ συριττομένους τοιαῦτα παραμυθοῖτο, Ὅπως μηδὲ σὺ προσέξεις, ἀλλʼ ὁμοίως ἀγωνιεῖ.4 καὶ νῦν ὑμῖν σχεδὸν ἐκεῖνοι λέγουσιν, Οὐχ ὁρᾶτε τοὺς Ἀθηναίους ὡς ἀσχημονοῦσιν, ὡς κακῶς ἀκούουσιν, ὡς παράδειγμα πᾶσίν εἰσι τῆς ἀγεννείας καὶ τῆς ὕβρεως, ἣν ὑβρίζουσιν εἰς τὴν πατρίδα;

这正如同有人企图劝说一名运动员放弃比赛、为了金钱让出桂冠时,对他说:“难道你没看见在你之前让出比赛的那个人正在挨鞭子吗?”抑或凭宙斯起誓,如同有人向一位演员指出那些被赶下台和被喝倒彩的伶人,并以此宽慰道:“愿你也别在意,照样这般去表演便是。”而如今那些人对你们说的,实质上正是:“难道你们看不见雅典人举止何其丑陋,声名何其狼藉,在对祖国犯下的卑劣与傲慢上何其成为万人的反面教材吗?”

§31.120

καίτοι πότερον θῇ τις αὐτοὺς ἀνταγωνιστὰς ὑμῶν, ὥσπερ ἀξιοῦσιν, ἢ μᾶλλον, ὃ τῷ παντὶ βέλτιον καὶ δικαιότερον, καὶ τούτους καὶ τοὺς Λακεδαιμονίους καὶ πάντας τοὺς ὁμοίους μέρος ὑμέτερον ἢ ὑμᾶς ἐκείνων; ἀλλʼ οὔτε τοὺς ἀνταγωνιστὰς ἁμαρτάνοντας εὔλογόν ἐστι μιμεῖσθαι, τοὐναντίον δὲ τοσούτῳ μᾶλλον κατορθοῦν, ἵνα τῷ παντὶ φαίνησθε προέχοντες αὐτῶν, καὶ μὴ μόνον διὰ τὴν ἐκείνων κακίαν, ἀλλὰ καὶ διὰ τὴν αὑτῶν ἀρετὴν εὐδοκιμῆτε· οὔτε τοὺς οἰκείους καὶ προσήκοντας, ἀλλὰ μάλιστα μὲν κωλύειν, εἰ δʼ οὖν, αὐτούς γε πειρᾶσθαι τοῖς ἑαυτῶν ἔργοις τὰ ἁμαρτήματα ἐκείνων ἐλάττω ποιεῖν.

然而,人们究竟是该把他们视为你们的竞争对手(正如他们自视的那样),还是更该认为——这全然更好也更公正——他们和斯巴达人以及所有同类之人乃是你们的一部分,或者你们是他们的一部分呢?然而,竞争对手犯错,去模仿他们是不合理的,反而应当加倍把事情做好,以便你们在各方面都显得凌驾于他们之上,不仅因他们的恶劣、更因自身的卓越而享有盛名;去模仿同胞和亲属同样是不合理的,反而最好是加以阻止,如果实在阻止不了,至少也当通过自己的作为使他们的过失显得轻些。

语法注4 条
  1. 31.115νὴ Δίʼ, ἀλλʼ αἰσχρόν, εἰ τοσαύτην στενοχωρίαν ὁμολογήσομεν

    典型的预辩句式(hypophora),用于先发制人地引述对手可能提出的异议。νὴ Δία(“确实/凭宙斯起誓”)与转折连词 ἀλλά 连用,所表达的并非演说者本人的观点,而是假想反对者的反驳(“诚然,但若我们承认如此窘困则是可耻的”)。主句中省略了系动词 ἐστίν。

  2. 31.116οἵ γε τὸν δεῖνα μὲν Ὀλύμπιον κεκλήκασιν

    关系代词 ὅς 与限定小辞 γε 结合构成的 οἵ γε,承接前文的“雅典人”,引出一个表示理由或例证的关系从句(相当于拉丁语 qui quidem),以具体事实支持前述的非难(“他们甚至把某某称为……”)。

  3. 31.118οὐ γὰρ ὃν τρόπον τὰ καλῶς παρʼ ἑτέροις γιγνόμενα πᾶσιν ἔθος ἐστὶ λέγειν ζήλου καὶ προτροπῆς ἕνεκεν, ὁμοίως κἂν φαῦλόν τι πράττηται παρʼ ἄλλοις, δεῖ τοῦτο μνημονεύειν

    句首的否定词 οὐ 统摄整个呼应比较结构(ὃν τρόπον... ὁμοίως... δεῖ),意为“并非正如人们为了效仿而谈论善行那样,同样地当别人做出卑劣之事时,也应当……”。否定直接作用于这两者的类比关系。

  4. 31.119Ὅπως μηδὲ σὺ προσέξεις, ἀλλʼ ὁμοίως ἀγωνιεῖ.

    由 ὅπως 加上将来时直陈式(προσέξεις, ἀγωνιεῖ)构成的独立祈使/劝诱句,省略了表示关注的主动词(如 ὅρα)。在此处充当反讽或荒谬的劝导:“愿你也别在意,照样这般去表演便是。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.115-31.120