- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.109-31.114
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者批评滥发与翻新雕像导致城邦荣誉贬值,并以伊利斯人坚守竞技尊严的傲骨为例,斥责罗得人因毫无根据的恐惧而卑躬屈膝地逢迎罗马官吏、玷污自身自由。
καίτοι φέρε, εἴ τις ὑμῖν ἔλεγεν ὡς ἄρα ἀποδόσθαι προσήκει τοὺς πολλοὺς αὐτῶν, ἵνα εὐπορήσητε χρημάτων, οὐκ ἔστιν ὅπως οὐκ ἂν ἀνδράποδον ἡγήσαισθε εἶναι τὸν λέγοντα. νῦν τοίνυν αὐτὸ τοῦτο ποιεῖτε· ὅσου γὰρ ἀνδριὰς γένοιτʼ ἄν, τοσοῦτον ἐφʼ ἑκάστῳ κερδαίνετε· πλὴν ὅτι γε αὑτοῖς ἀποδίδοσθε αὐτοὺς καὶ οὐκ ἐπʼ ἐξαγωγῇ,1 καθάπερ οἶμαι τὰ σφόδρα πονηρὰ ἀνδράποδα. καθόλου δὲ εὖ ἴστε ὅτι μηδέν ἐστι τῶν τοιούτων μέγα μηδὲ τίμιον ἄλλως, εἰ μὴ παρὰ τοὺς διδόντας,2 ἐὰν διδῶσιν ὡς τοιοῦτον. εἰ δὲ τῶν ὄντων ὅ,τι ἂν θέλῃ τις ῥᾳδίως καὶ τῷ τυχόντι παρέχοιεν, ταχὺ δόξει τοῦ μηδενὸς ἄξιον.
然而试想,如果有人向你们建议,应当卖掉大部分雕像以便筹集资金,你们绝不可能不把进言者视为奴性之人。可如今你们所做的正是同一回事:因为一尊雕像值多少钱,你们便在每一尊像上获利多少——只是你们是将它们卖给了自己,而不是像我想〔卖掉〕极其恶劣的奴隶那样出口外销。总体而言你们当深知,此等荣衔本身绝无伟大或珍贵可言,除非取决于施予之人,端看他们是否将其视作真正的荣衔而赋予。但倘若人们随随便便地将存在之物中某人想要的任何一样提供给任何过客,它很快就会被视作一文不值。
διὰ τοῦτο σεμνότερόν ἐστι τὸ παρʼ ὑμῖν κληθῆναι εἰς προεδρίαν ἅπαξ τῆς παρʼ ἑτέροις εἰκόνος. καὶ τὸ μὲν ὑμᾶς καθημένους ἐπαινέσαι λαμπρόν· ἄλλοι δὲ οὐδὲ ἂν διαρραγῶσι κεκραγότες οὐ δοκοῦσιν ἱκανῶς τιμᾶν. τὸν Ὀλυμπίασι στέφανον ἴστε δήπουθεν ἐλάϊνον ὄντα, καὶ τοῦτον πολλοὶ προτετιμήκασι τοῦ ζῆν, οὐχὶ τῆς ἐκεῖ φυομένης ἐλαίας ἐχούσης τι θαυμαστόν, ἀλλʼ ὅτι μὴ ῥᾳδίως μηδʼ ἐπὶ μικρῷ δίδοται. τοιγαροῦν ἔγγιστα, ὡς ἐπίστασθε, τῶν αὐτοκρατόρων τις οὕτω σφόδρα ἡττήθη τοῦ πράγματος καὶ ἐπεθύμησε τῆς ἐκεῖ νίκης ὥστε καὶ ἀγωνίσασθαι παρʼ Ἠλείοις, καὶ τοῦτον ὅρον ἡγήσασθαι τῆς εὐδαιμονίας. εἰ δέ γε πάντας ἐστεφάνουν τοὺς ἐπὶ τὴν θέαν ἀφικνουμένους τῶν ἡγουμένων, τίνα ἂν ζῆλον ἢ ποίαν ἔτι δόξαν ἔσχεν ὁ στέφανος;
正因如此,在你们这里获邀入座一次前排坐席,比在别处获赠一尊塑像更为尊崇。你们端坐着给予赞誉乃是极高的光彩;而其他人即便喊破嗓子,似乎也无法给予充分的尊崇。你们想必知道,奥林匹亚的桂冠是由橄榄枝编成的,许多人甚至将它看得比生命更重要——这并非因为那里生长的橄榄有什么神异之处,而是因为这顶桂冠绝非轻易授人,亦非为微不足道之举而设。因此正如你们所知,最近有一位皇帝被此事深深折服,如此热望在那里的胜利,以至于亲自在伊利斯人面前登场竞技,并将此视为幸福的极致。然而,倘若他们给每一位前来观礼的统治者都加冕桂冠,那么这顶桂冠还能保有何种令人向往之处,或享有何种声望呢?
ἀλλὰ ἐκείνους γέ φασι μηδὲ τὰς ἐπιστολὰς λύειν, ἃς ἂν γράψωσι τῶν ἀθλητῶν τινα συνιστάντες, πρὶν ἢ ἀγωνίσηται. καὶ τοῦτο οὐδένα πώποτε αὐτοῖς ἤνεγκε κίνδυνον, ἀλλὰ τοὐναντίον τιμὴν καὶ ἔπαινον τῷ δοκεῖν ἀξίους εἶναι βραβεύειν τὸν ἀγῶνα. μὴ γὰρ οἴεσθε Ῥωμαίους οὕτως εἶναι σκαιοὺς καὶ ἀμαθεῖς ὥστε μηδὲν αἱρεῖσθαι τῶν ὑφʼ αὑτοῖς ἐλευθέριον εἶναι μηδὲ καλόν κἀγαθόν, ἀλλὰ βούλεσθαι μᾶλλον ἀνδραπόδων κρατεῖν.
恰恰相反,据说在选手完成比赛之前,他们甚至不会拆开统治者们为引荐某位运动员而写来的信函。而这从未给他们招致任何危险,反而因显得有资格裁决竞技而为他们赢得了荣誉与赞扬。切莫以为罗马人竟是如此粗鲁无知,以至于不愿属下有任何崇高自由与优秀之士,反而更愿意统治一帮奴才。
εἶτα Ἠλεῖοι μὲν οὕτως ἀξιοῦσι τὰ ἑαυτῶν, οὐδενὸς Πελοποννησίων κατά γε τἄλλα ἀμείνους ὄντες· ὑμεῖς δὲ τοὺς παριόντας δεδοίκατε, κὰν ἕνα τινὰ μὴ στήσητε χαλκοῦν, τὴν ἐλευθερίαν οἴεσθε ἀποβαλεῖν; ἀλλʼ εἴ γε οὕτω σφόδρα ἐπισφαλής ἐστιν ὥστε ἐκ τῆς τυχούσης προφάσεως περιαιρεθῆναι, δουλεύειν ὑμῖν τῷ παντὶ βέλτιον ἤδη. καὶ γὰρ τοῖς τὸ σῶμα οὕτως ἐπικινδύνως ἔχουσιν ὥστε μηκέτʼ ἀνενεγκεῖν τεθνάναι κρεῖττον ἢ ζῆν.
那么,伊利斯人在其他方面并不比伯罗奔尼撒的任何人更出色,尚且如此看重自身的尊严;而你们却畏惧每一个过路之人,以为若是有某一个人你们不为之树立铜像,就会丧失自由吗?但如果自由竟是如此脆弱不堪,以至于会因随随便便的借口而被剥夺,那么你们现在彻底沦为奴隶倒全然更好。正如对于那些身体状况危殆到无可挽回的人来说,死去比活着更好一样。
εἰ γὰρ ὑμῖν ἡ μὲν ἐκ τοσούτου χρόνου πίστις καὶ πρὸς τὸν δῆμον εὔνοια τὸν ἐκείνων καὶ κοινωνία πάσης τύχης οὐ δύναται βεβαιοῦν τὴν πολιτείαν,οὐδὲ Μιθριδάτης καθαιρεθεὶς3 οὐδʼ Ἀντίοχος, οὐδʼ ἡ τῆς θαλάττης ἀρχὴ παραδοθεῖσα διὰ πολλῶν κινδύνων καὶ πόνων, οὐδʼ οἱ πρὸ τοσούτων ἐτῶν ὅρκοι τῆς φιλίας, οὐδʼ αἱ παρʼ αὐτὸν τὸν Δία στῆλαι κείμεναι μέχρι νῦν, οὐδʼ ἡ μέχρι Ὠκεανοῦ συγκινδυνεύσασα δύναμις, οὐδʼ ἡ τὸ τελευταῖον ὑπὲρ αὐτῶν ἁλοῦσα πόλις,ἀλλʼ εἰ μὴ τὸν δεῖνα καὶ τὸν δεῖνα κολακεύσετε ἀγεννῶς, πάντα ταῦτα ἀνατέτραπται, ὡς ἀεὶ προσδοκᾶν ὀργήν τινα ἢ μῖσος, σφόδρα ὑμῖν φαύλως τὰ πράγματα ἔχει καὶ ἐπʼ οὐδενὸς ἵδρυσθε ἰσχυροῦ. καὶ ἔγωγε φαίην ἄν, εἰ καὶ χαλεπῶς ἀκούσεσθε, κρεῖττον ὑμῶν ἀπαλλάττειν τοὺς ἐν Φρυγίᾳ μέσῃ δουλεύοντας ἢ τοὺς ἐν Αἰγύπτῳ καὶ Λιβύῃ.
因为倘若你们历经漫长岁月累积的忠诚、对他们民众的善意、患难与共的经历,皆无法巩固你们的体制——被击败的米特拉达梯、安条克不能,历经无数凶险劳苦而移交的海上霸权不能,多年前结下的友好誓约不能,至今仍立在宙斯神身旁的石碑不能,远征至大洋且共历险阻的军队不能,最后为他们而陷落的城邦也不能——反倒是除非你们卑劣地逢迎这个人和那个人,否则这一切便彻底付诸东流,致使你们必须时刻提防某种愤怒或仇恨,那么你们的处境就极为悲惨,并且未曾立足于任何牢固的基础之上。而我甚至要说,纵使你们听来刺耳,那些在弗里吉亚腹地、或在埃及与利比亚为奴之人,境遇也比你们更好。
τὸ γὰρ ἀγνοούμενον καὶ μὴ δοκοῦντα μηδενὸς ἄξιον ποιεῖν ὁτιοῦν4 ἔλαττον αἰσχρόν· τὸ δὲ οὕτως ὄντας ἐπισήμους καὶ θαυμαζομένους παρὰ πᾶσιν ἀνάγκην ἔχειν ὥσπερ τοὺς ἀγεννεῖς κύνας σαίνειν τὸν παριόντα δεινόν. φέρε τοίνυν, εἰ δὲ καὶ πάντας δέοι τιμᾶν οὕτως καὶ τὴν ἐσχάτην ἀπορίαν θείη τις εἶναι περὶ τὴν πόλιν, πόσῳ κρεῖττον αὐτὸ τὸ ψήφισμα προσπέμψαι τὸ τῆς εἰκόνος, ἵνʼ ἐὰν βούληται, στήσῃ παρʼ ἑαυτοῦ;
因为籍籍无名、被视作无足轻重之辈无论做出何事,耻辱尚且较轻;然而像你们这样名声显赫、备受万人景仰之人,却不得不像低贱的走狗一样向每一个过客摇尾乞怜,这才是可怕的。那么试问,即便真有必要以这种方式表彰所有人,并且假定城邦已陷入极度的困顿,将授予塑像的决议本身寄送过去,以便对方若愿意便自行出资树立,难道不是要好得多吗?
- 31.109οὐκ ἐπʼ ἐξαγωγῇ
介词短语 ἐπʼ ἐξαγωγῇ 是古代奴隶买卖契约中意为“以出口(放逐)国外为条件”的习惯条款。演说者在此讽刺罗得人并非像处置劣质奴隶那样将旧雕像外销出境,而是在城内改名换姓卖给自己重新利用。
- 31.109εἰ μὴ παρὰ τοὺς διδόντας
介词 παρά 接宾格表示依赖或原因(“取决于……”、“由于……”)。整句意为“除非取决于施予者”,其确切内涵由紧接着的条件从句 ἐὰν διδῶσιν ὡς τοιοῦτον(“如果他们将其作为如此之物而赋予”)加以阐明。
- 31.113οὐδὲ Μιθριδάτης καθαιρεθεὶς
名词加不定过去时被动分词构成的典型 ab urbe condita 结构(“米特拉达梯之被推翻”)。它与随后的 Ἀντίοχος、ἡ τῆς θαλάττης ἀρχὴ παραδοθεῖσα 等项一起,与句首主语 ἡ πίστις 共同构成支配 οὐ δύναται βεβαιοῦν τὴν πολιτείαν 的并列主语群。
- 31.114τὸ γὰρ ἀγνοούμενον καὶ μὴ δοκοῦντα μηδενὸς ἄξιον ποιεῖν ὁτιοῦν
带冠词不定式 τὸ ... ποιεῖν 作主语,宾格分词 μὴ δοκοῦντα 作为不定式 ποιεῖν 的逻辑主语。前面的分词 ἀγνοούμενον 同样是阳性单数宾格(“籍籍无名之人”),与 μὴ δοκοῦντα 并列。该结构与后文由 τὸ δὲ ... ἀνάγκην ἔχειν ... δεινόν 构成的对比句在语法上严格对称。
