- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:30.7-30.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
蒂马尔霍斯宣读了阿里德莫斯的临终劝诫,其中基于人类为泰坦后裔的神话,将尘世生活阐释为灵魂遭受惩罚的监牢。
Δ. Ἔχεις οὖν τὰ γεγραμμένα; — Τ. Πῶς γὰρ οὔ; — Δ. Θέλεις οὖν εἰπεῖν; — Τ. Ἀλλ’ αἰσχύνομαι μὴ οὐκ ὀρθῶς ἔχῃ,1 ὡς ὑπὸ νεωτέρου τε καὶ ἐν τοιούτῳ καιρῷ εἰρημένα. καὶ γὰρ ἐκεῖνος ἐδόκει μοι μᾶλλον ἑνὸς σοῦ παρόντος ἂν εὐλαβηθῆναί τι εἰπεῖν ἢ τῶν ἄλλων ἁπάντων. — Δ. Οὐ πρὸς ἀλλότριον ἀναγνώσῃ, ὦ βέλτιστε, καὶ ἅμα οὐ τὴν ἑρμηνείαν ποθῶ γνῶναι τοσοῦτον ὅσον τὴν διάνοιαν ἀφ’ ἧς ἔλεγεν, εἰ τῷ ὄντι εὐθύμως καὶ θαρρῶν ἀπέθνησκεν. —
迪奥:那么,你手上有记录下来的那些话吗? 蒂马尔霍斯:怎能没有呢? 迪奥:那么,你愿意念出来吗? 蒂马尔霍斯:但我感到惭愧,唯恐它写得并不妥当,毕竟是由一位年轻人且在那样危急的时刻所说的。因为在我看来,比起在所有其他人面前,他甚至更会因你一人的在场而在言谈上有所顾忌。 迪奥:你并非在读给一个陌生人听,我最好的朋友;同时,我并不渴望知晓其措辞,远不如渴望了解他讲话时的心境,看看他是否真的欣然且勇敢地面对死亡。
Τ. Ἀλλ’ ἔστι ταῦτα· ʽΤὰ μὲν καθ̓ ἡμᾶς οὕτω γέγονεν ὡς ἔδοξε τῷ θεῷ, χρὴ δὲ μηδὲν τῶν ὑπ’ ἐκείνου γιγνομένων χαλεπὸν ἡγεῖσθαι μηδὲ δυσχερῶς φέρειν, ὡς παραινοῦσιν ἄλλοι τε σοφοὶ καὶ οὐχ ἥκιστα Ὅμηρος, λέγων μηδαμῇ ἀπόβλητα εἶναι ἀνθρώποις τὰ θεῶν δῶρα, καλῶς ὀνομάζων δῶρα τὰ ἔργα τῶν θεῶν, ὡς ἅπαντα ἀγαθὰ ὄντα καὶ ἐπ’ ἀγαθῷ γιγνόμενα.
蒂马尔霍斯:那么,内容是这样的:‘我们自身的事已经按照神明的心意成就,对于由神明所造就之事,决不可认为艰难,亦不可满怀怨尤去承受,正如其他智者所劝诫的那样,尤其是荷马,他说神明的恩赐绝不可被凡人丢弃,他极佳地将神明的作为称作“恩赐”,因为它们全都是美善的,且为善而生。
ἐγὼ μὲν οὖν οὕτω φρονῶ καὶ δέχομαι πρᾴως τὴν πεπρωμένην, οὐκ ἐν ἑτέρῳ καιρῷ ταῦτα λέγων, ἀλλὰ παρούσης τε αὐτῆς καὶ τὴν τελευτὴν ὁρῶν οὕτως ἐγγύθεν. ὑμεῖς δὲ ἐμοὶ πιστεύοντες, ἐπειδὴ καὶ μᾶλλον ὑμῶν ἐπεμελήθην ἀληθείας, καθ’ ὅσον οἷοί τέ ἐστε, μὴ συγχωρεῖτε τῇ ἀλγηδόνι, ὡς μηδενὸς ἐμοὶ δεινοῦ συμβεβηκότος, μηδὲ εἴ τις ἐπὶ τὸν δυσχερέστατον ἔλθοι τῶν λόγων2 ʽλέξω δὲ αὐτὸν ὑμῖν οὔτι που τερπνὸν ὄντα οὐδὲ χαρίεντα· οὐ γὰρ οἶμαι πρὸς χάριν τὴν ἡμετέραν γέγονεν· ἔχοντα δέ τι θαυμαστὸν ἴσως) ὅτι τοῦ τῶν Τιτάνων αἵματός ἐσμεν3 ἡμεῖς ἅπαντες οἱ ἄνθρωποι. ὡς οὖν ἐκείνων ἐχθρῶν ὄντων τοῖς θεοῖς καὶ πολεμησάντων οὐδὲ ἡμεῖς φίλοι ἐσμέν, ἀλλὰ κολαζόμεθά τε ὑπ’ αὐτῶν καὶ ἐπὶ τιμωρίᾳ γεγόναμεν, ἐν φρουρᾷ δὴ ὄντες ἐν τῷ βίῳ τοσοῦτον χρόνον ὅσον ἕκαστοι ζῶμεν. τοὺς δὲ ἀποθνῄσκοντας ἡμῶν κεκολασμένους ἤδη ἱκανῶς λύεσθαί τε καὶ ἀπαλλάττεσθαι.
因此,我自己是这样看待的,并温和地接纳既定的命运,我并非在其他时候说这番话,而是在命运已经降临、如此近距离地看着死亡之际说的。但你们既然信赖我,且因我比你们更注重真理,就请竭尽所能,不要向悲痛屈服,深信并无任何可怕之事临到我身上,哪怕有人诉诸最为沉重严酷的论点——我倒要将它讲给你们听,尽管它绝非令人愉悦或优美,因为我想它并非为了迎合我们的心意而作,但或许蕴含着某种令人惊异之处——那就是:我们全体人类皆出于泰坦的血脉。因此,既然他们是神明的仇敌并挑起战争,我们亦非神明之友,反而受到神明的惩罚,为受罚而降生,在我们每个人存活的岁月里,都在此生这牢狱的看守之下。而我们之中死去的人,作为已经受够惩罚之人,得以解脱并获释放。
εἶναι δὲ τὸν μὲν τόπον τοῦτον, ὃν κόσμον ὀνομάζομεν, δεσμωτήριον ὑπὸ τῶν θεῶν κατεσκευασμένον χαλεπόν τε καὶ δυσάερον, οὐδέποτε τὴν αὐτὴν κρᾶσίν τε καὶ στάσιν τοῦ ἀέρος φυλάττον, ἀλλὰ ποτὲ μὲν ψυχρόν τε καὶ παγερόν, ἀνέμου τε καὶ πηλοῦ καὶ χιόνος καὶ ὕδατος ἐμπεπλησμένον, ποτὲ δὲ αὖ θερμόν τε καὶ πνιγηρόν· μικρὸν δὲ τινα παντελῶς καιρὸν τοῦ ἔτους μετρίως ἔχειν· κατασκήπτειν δὲ καὶ πρηστῆρας ἐν αὐτῷ καὶ τυφῶνας ἐγγίγνεσθαι καὶ πολλάκις σείεσθαι κάτωθεν ὅλον. ταῦτα δὲ πάντα εἶναι κολάσεις δεινάς.
不仅如此,我们称之为宇宙的这一处所,乃是神明所建造的艰厄而空气恶劣的监牢,绝不保持同一的大气调和与稳定,而是时而严寒冰冻,充斥着狂风、泥泞、风雪与暴雨,时而又酷热窒息;一年之中唯有极短的一段时节尚算温和;更有霹雳落入其中,飓风肆虐,大地屡屡从深处整体震动。这一切全都是可怕的惩罚。
ἐκπλήττεσθαι γὰρ ἑκάστοτε ὑπ’ αὐτῶν καὶ φοβεῖσθαι τοὺς ἀνθρώπους, ὁπότε συμβαίνοι. πρὸς δὲ τούτοις οὐκ ἀνεχομένους τοῦ ἀέρος τὴν φαυλότητα καὶ τὰς μεταβολὰς ἕτερα αὖ μηχανᾶσθαι μικρὰ δεσμωτήρια, τάς τε οἰκίας καὶ πόλεις, ξύλα καὶ λίθους ξυντιθέντας, ὥσπερ εἴ τις ἐν μεγάλῃ εἱρκτῇ ἑτέρας βραχυτέρας ἐνοικοδομοῖ· καὶ τὰ φυόμενα ταῦτα καὶ τὸν καρπὸν τὸν ἐκ γῆς ἕνεκα τοῦ παραμένειν ἡμᾶς γίγνεσθαι, καθάπερ δεσμώταις τροφὴν διδομένην ἀηδῆ τε καὶ φαύλην· ἡμᾶς δὲ ἄλλως ἀγαπᾶν διὰ τὴν ἀνάγκην τε καὶ ἀπορίαν.
因为每当这些发生时,人们总是受到惊骇并感到恐惧。除此之外,人们因无法忍受恶劣的气候及其变迁,便又用木石建造起房屋和城邦,构想出其他更小的监牢,正如有人在一座大牢房中又建造起其他狭小的牢笼一样;而大地所生出的这些植物与果实,乃是仅仅为了让我们苟延残喘而生,正如供给囚徒的粗鄙劣质的口粮;而我们仅因迫切的需要和困窘,才对其感到满足。
καὶ γὰρ τοῖς ὑφ’ ἡμῶν κολαζομένοις, ἅττ’ ἂν παράσχῃ τις, ὑπὸ λιμοῦ καὶ συνηθείας ἡδέα φαίνεσθαι. καὶ ταῦτα τὰ σιτία τῇ μὲν ἀληθείᾳ πονηρὰ εἶναι καὶ διεφθορότα (δηλοῦσθαι δὲ τὴν διαφθορὰν ἐκ τῆς τῶν σωμάτων ἀσθενείας), ἔτι δὲ μηδὲ ἐξ ἑτοίμου πορίζεσθαι μηδὲ πᾶσιν ἄφθονα ὑπάρχειν, ἀλλὰ μετὰ ἀμηχάνων πόνων καὶ κακῶν. ξυγκεῖσθαι δὲ ἡμᾶς ἐξ αὐτῶν δὴ τῶν βασανιζόντων, ψυχῆς τε καὶ σώματος.4
因为对于那些受我们惩处的人来说,无论别人提供什么,出于饥饿和习惯,都会显得甘美。这些食物在真相上实属拙劣腐败——这种腐败从身体的虚弱上便显露无遗——而且它们既非信手拈来,亦非供所有人充裕取用,反而是伴随着无可奈何的辛劳和苦难才得以谋求。不仅如此,我们自身正是由折磨者构成的,即灵魂与肉体。’
- 30.7αἰσχύνομαι μὴ οὐκ ὀρθῶς ἔχῃ
由表示羞怯或顾虑的动词 αἰσχύνομαι 引导的顾虑从句。因说话者担心某种否定的结果(“唯恐写得不当”),故使用 μή οὐ 并搭配虚拟式 ἔχῃ。
- 30.10μηδὲ εἴ τις ἐπὶ τὸν δυσχερέστατον ἔλθοι τῶν λόγων
由否定连词 μηδέ 连接至前文的祈使句 μὴ συγχωρεῖτε τῇ ἀλγηδόνι(“不要向悲痛屈服”)的条件从句,意为“即便有人诉诸最严酷的论点[也不要屈服]”。在插入句之后,该论点的具体内容由 ὅτι 从句以及随后的一系列不定词间接话法展开。
- 30.10τοῦ τῶν Τιτάνων αἵματός ἐσμεν
表示来源或出身的谓语属格:“我们出于泰坦的血脉”。这一表达反映了关于人类起源与受罚的奥菲斯教及柏拉图主义传统。
- 30.13ξυγκεῖσθαι δὲ ἡμᾶς ἐξ αὐτῶν δὴ τῶν βασανιζόντων, ψυχῆς τε καὶ σώματος
不定词间接话法(ξυγκεῖσθαι)在此继续,其逻辑主语为对格 ἡμᾶς。属格 ψυχῆς τε καὶ σώματος(灵魂与肉体)作为介词短语 ἐξ αὐτῶν δὴ τῶν βασανιζόντων(“正是由折磨者”)的同位语。
