- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:30.1-30.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迪奥与蒂马尔霍斯悼念后者早逝的儿子阿里德莫斯,追忆这位青年高贵的情操、他对迪奥的崇敬以及临终时庄重超然的风范。
Δ. Ἀκηκόειν μὲν καὶ πρότερον πρὶν ὑμᾶς ἰδεῖν πρὸ ἱκανοῦ περὶ τῆς Χαριδήμου τελευτῆς. εὐθὺς γὰρ ἐπυνθανόμην, ὡς παρέβαλον δευρί, περί τε ἄλλων τινῶν καὶ μάλιστα δὴ περὶ τούτων ἀμφοτέρων, ὅπου τε εἶεν καὶ ὅ,τι πράττοιεν. καί μοί τις ἐντυχὼν οὐ πάνυ τι αὐτοὺς ἐπιστάμενος, ἀλλ’ ὅσον ἀκοῦσαι τὰ ὀνόματα,1 ἠρώτησεν εἰ τοὺς Τιμάρχου υἱεῖς λέγω· κἀμοῦ φήσαντος, τοῦτον ἐδήλου, τὸν νεώτερον δὴ λέγων, ἐν Μεσσήνῃ ἔτι εἶναι μετὰ σοῦ διὰ τὸ πένθος τἀδελφοῦ· τελευτῆσαι γὰρ αὐτοῖν τὸν πρεσβύτερον.
迪奥:在见到你们之前,我很早以前就已经听说了卡里德莫斯的死讯。因为我一到达这里,便立即打听其他一些人的情况,尤其是他们两人的消息——他们在哪里,近况如何。这时我遇到一个人,他对他们并不十分了解,只是听过他们的名字;他问我是不是指蒂马尔霍斯的儿子们;当我予以肯定时,他指出这一个——指较年幼的那位——因悼念兄长仍与你一同留在墨塞涅;因为他说,两人中较长的那位已经去世了。
φανερὸς οὖν ἦν Χαρίδημον ἀπαγγέλλων τεθνηκέναι· καὶ τότε μὲν ἐδόκει καὶ ἀμφιβολία τις εἶναι, καίτοι σαφῶς τἀνθρώπου εἰρηκότος· αὖθις δὲ ἀκριβέστερον ἔγνωμεν. καὶ οἶμαί γε ἐμαυτὸν οὐ πολύ τι ἔλαττον ὑμῶν δηχθῆναι· τὸ μὲν γὰρ μᾶλλον φάναι οὐ θεμιτὸν οὐδὲ ὅσιον ἡμῖν, εἴ τις ἐκεῖνον μᾶλλον ἐφίλει ὑμῶν2 τοῦ τε πατρὸς καὶ ἀδελφοῦ.
因此很显然,他是在报告卡里德莫斯已经去世。当时虽然那人说得很明白,但似乎仍有些许疑问;不过后来我们更确切地知晓了事实。我想我自己所受的刺痛并不比你们少很多;因为若说比你们更悲痛,对我们而言既不合理亦非虔敬,哪怕有人爱他胜过身为父亲和兄弟的你们。
καίτοι οὐ μέγα ἰσχύειν ἔοικεν ἡ φύσις ἐν τοῖς φαύλοις· οἷόν τι καὶ περὶ τοῦτον τὸν Ὀπούντιον ἀκούω γεγονέναι χαρίεντα καὶ κομψὸν νεανίσκον ἀποβαλόντα, ἡμέτερον κἀκεῖνον ἑταῖρον, ἀλλ’ ὅμως ἔλαττον αὐτὸν λυπηθῆναί φασιν ἢ εἴ τι ἄλλο τῶν ἐκ τῆς οἰκίας ἀπολωλέκει. ἀλλ’ ὑμεῖς γε πάνυ ἐοίκατον ἀχθομένω τῇ συμφορᾷ· καὶ οὐδὲν θαυμαστόν· ἐπεὶ καὶ τῇ πόλει ὑμῶν καὶ τῇ Ἑλλάδι πάσῃ ὠφέλιμος ἂν ἦν τοιοῦτος ἀνὴρ ἐν τῷ βίῳ διαγενόμενος οἷος δὴ Χαρίδημος τάχα ἔμελλεν ἔσεσθαι. οὐ γὰρ ἔγωγε ἐκείνου μειρακίου ὄντος οὐδένα ἔγνων εὐψυχότερον οὐδὲ ἄμεινον πεφυκότα.
然而在卑劣之人中间,血肉天性似乎并无多大力量:我听说在那位奥普斯人身上也发生过类似的事,他失去了一位优雅精致的年轻人——也是我们的同伴——可是据说他感到的悲痛,还不如他丢失家中某件财物时那么大。但你们两人显然为这灾祸承受着极大的痛苦;这丝毫不奇怪,因为像阿里德莫斯本可能成为的那样一个人,如果能度过一生,对于你们的城邦乃至全希腊都会是大有裨益的。因为就我而言,在他年轻的时候,我从未见过比他更勇敢、更有天赋的人。
— Τ. Εἴ γε ᾔδεις ὅπως διέκειτο πρὸς σέ, πολὺ ἂν μᾶλλον ἐνεκωμίαζες αὐτόν. ἐμοὶ μὲν γὰρ ἐδόκει κἀμοῦ τοῦ πατρός, οὐ μόνον τῶν ἄλλων ἀνθρώπων σὲ προτιμᾶν, ὅς γε καὶ ἐν τῇ νόσῳ κἀπειδὴ πρὸς αὐτῷ σχεδόν τι τῷ θανάτῳ ἦν, καὶ ἡμῶν ἔνδον ὄντων καὶ ἄλλων ξυγγενῶν καὶ πολιτῶν καὶ γνωρίμων σὲ ὠνόμαζε, τὸ παράπαν πάνυ μόλις ἤδη φθεγγόμενος, καὶ ἡμᾶς ἐκέλευε λέγειν, ὅταν σοι ἐντύχωμεν, ὅτι σοῦ μεμνημένος ἐτελεύτα. καὶ γὰρ τὸ συνεῖναι αὐτῷ καὶ διαλέγεσθαι ἕως ὑστάτου παρέμεινεν.3 οὐ μὴν ἀλλὰ καὶ ζῶν οὕτω διέκειτο ὥστε καὶ τῇ σιωπῇ καὶ τῷ βαδίσματι καὶ τοῖς ἄλλοις πᾶσί σε ἐμιμεῖτο, ὡς ἔλεγον οἱ εἰδότες. —
蒂马尔霍斯:如果你知道他对你怀有怎样的情谊,你一定会更加称赞他。因为在我看来,他不仅珍视你胜过其他人,甚至胜过身为父亲的我;他即使在病榻之上,几乎濒于死亡之际,在我们以及其他亲属、公民和熟人都在屋内时,他依然提及你的名字——那时他发声已经极其困难——并吩咐我们在遇见你时,转告你他是挂念着你而死去的。因为直到最后一刻,他都保持着清醒的神志并能与人交谈。不仅如此,他在生前也是如此倾心于你,以至于据知情者说,他在沉默时、步履间以及其他一切方面都在模仿你。
Δ. Οὔτοι ταῦτα ἐμιμεῖτο ἐκεῖνος οὔτε ἐμὲ οὔτε ἄλλον οὐδένα, ἀλλ’ οὕτως πεφύκει. πρότερον δὲ ἴσως ὑμᾶς ἔτι παῖς ὤν ἐλάνθανεν· ἔπειτα προϊὼν ἐκδηλότερος ἐγένετο. πολὺ γὰρ μᾶλλον ἐκείνῳ ἔπρεπεν ἢ ἄλλῳ τινὶ τό τε ἀνδρεῖον καὶ τὸ σεμνὸν τοῦ σχήματος. ἀλλὰ μή τι ὑμᾶς ἐλύπει τούτοις ἢ σκυθρωπότερος ὑμῖν ἐφαίνετο; — Τ. Ἐμοὶ μὲν γὰρ ἐδόκει τοὐναντίον πολλῶν ἱλαρώτερος καὶ πρὸς τὸ παίζειν ἕτοιμος, ὅσαι ἐλευθέριοι παιδιαί, καὶ ἀεί πως μειδιᾶν πρὸς τοὺς συνήθεις. γελῶντα δὲ αὐτὸν ἀνέδην οὐ πολλάκις εἶδον. οὐδὲν οὖν ἡμᾶς ἐλύπει. καὶ γὰρ δὴ καὶ ἐπῃνεῖτο ὑπὸ πολλῶν καὶ μᾶλλον ἐκεῖνον ᾐσχύνοντο οἱ πολῖται δύο καὶ εἴκοσιν ἐτῶν ὄντα ʽτοσούτων γὰρ ἐτελεύτησεν’ ἢ τοὺς πρεσβυτέρους τε καὶ ἐνδόξους. —
迪奥:在这些事情上,他绝非在模仿我,也没有模仿其他任何人,而是天性如此。此前他还是个孩子时,也许未被你们察觉;后来随着年龄渐长,便显露得更加明显了。因为这种体态的英武与庄严,适合他远甚于适合任何其他人。但是,他是否曾因这些举止让你们感到烦恼,或者在你们看来显得过于阴沉? 蒂马尔霍斯:在我看来恰恰相反,他比许多人更为开朗,乐于游戏——凡合乎自由人身份的嬉戏皆是如此——并且对熟识之人总是面带微笑。然而我很少见到他放浪大笑。因此他并未让我们感到任何烦扰。事实上,他深受众人赞赏,公民们尊重这位年仅二十二岁的人——他就是在这个年纪去世的——远甚于尊重年长者和显要之人。
Δ. Ἀλλ’ ἦ τι ἄλλο ὑμῖν ἐπέστειλεν ἢ διελέχθη τελευτῶν; — Τ. Πολλὰ καὶ δαιμόνια, ὥς γε ἐμοὶ δοκεῖ πατρὶ ὄντι· ὅς γε ἐν τούτῳ τῆς ἡλικίας ἐκ τοῦ βίου μεθιστάμενος οὐχ ὅπως ὠλοφύρετο αὑτὸν ἢ λυπουμένῳ ἐῴκει, ἀλλὰ τοὐναντίον4 ἡμᾶς παρεμυθεῖτο. καὶ τά γε τελευταῖα τὸν παῖδα καλέσας ἐκέλευε γράφειν, ὥσπερ ἐνθουσιῶν, παράκλησίν τινα ἡμῖν, ὥστε ὑπενόουν ἐγὼ μὴ ἄρα ἐξεστηκὼς ἤδη διὰ τὸν θάνατον ταῦτα ποιοῖ· πλὴν ὅτι οἱ παρόντες θαυμαστῶς ἐπῄνουν. —
迪奥:那么,他在临终之时,对你们还有什么其他嘱咐或言论吗? 蒂马尔霍斯:在我这个做父亲的人看来,有许多非凡的话语。他在这个年纪辞世,非但没有哀叹自己,或者表现出悲痛的样子,反倒安慰我们。最后,他叫来仆人,宛如神灵附体般,命他为我们记下一篇勉励之辞,以至于我甚至怀疑他是否因濒临死亡而已神志不清才会做出这种事;只是在场的人都惊叹赞赏不已。
- 30.1ἀλλ’ ὅσον ἀκοῦσαι τὰ ὀνόματα
ὅσον后接不定式表示程度或限定的习惯用法(“仅仅是听过名字的程度”)。与前文的否定表达 οὐ πάνυ τι αὐτοὺς ἐπιστάμενος(“对他们并不十分了解”)形成对比,限定了该人对他们的了解范围。
- 30.2τὸ μὲν γὰρ μᾶλλον φάναι οὐ θεμιτὸν οὐδὲ ὅσιον ἡμῖν, εἴ τις ἐκεῖνον μᾶλλον ἐφίλει ὑμῶν
主语为冠词加不定式 τὸ μᾶλλον φάναι(“声称更加悲伤”),谓语为省略 ἐστίν 的 οὐ θεμιτὸν οὐδὲ ὅσιον ἡμῖν(“对我们而言既不合伦理亦非虔敬”)。条件从句 εἴ τις... ἐφίλει 中的 τις 指假设的第三人,意为“即便有人比身为至亲的你们更爱他,公开声称比你们更悲痛也是违背伦常礼节的”。
- 30.4καὶ γὰρ τὸ συνεῖναι αὐτῷ καὶ διαλέγεσθαι ἕως ὑστάτου παρέμεινεν
τὸ συνεῖναι 字面上可看作“与他同在”(源自 σύνειμι),但在描述临终情境时,此处转指自身意识清醒(与 σύνεσις 义通)。冠词 τὸ 统摄并列不定式 συνεῖναι καὶ διαλέγεσθαι 作主语,配合述语动词 παρέμεινεν 和与格 αὐτῷ,表示“他神志清醒且与人对话的能力一直保持到最后一刻”。
- 30.6οὐχ ὅπως ὠλοφύρετο αὑτὸν ἢ λυπουμένῳ ἐῴκει, ἀλλὰ τοὐναντίον
οὐχ ὅπως 与后文的 ἀλλά 呼应,构成固定句式,意为“非但没有……”、“绝不仅是不……反而……”(相当于拉丁语的 non modo non... sed etiam)。此处强烈对比了阿里德莫斯不仅未自怨自艾,反而竭力安慰身边之人的崇高态度。
