← 金嘴狄翁

演说集

§30.14-30.20

身心折磨与神明束缚人类的隐秘锁链

蒂马尔霍斯宣读的论说阐述了灵魂激情与肉体疾病的双重折磨,指出人们必须繁衍后代作为受刑继承人方得离世,并揭示了神明那条无论贫富贵贱皆将所有人束缚其中的隐秘锁链的构造。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.14

τὴν μὲν γὰρ ἐπιθυμίας τε καὶ λύπας1 καὶ ὀργὰς καὶ φόβους καὶ φροντίδας καὶ μυρία πάθη τοιαῦτα ἔχειν ἐν ἑαυτῇ, καὶ δι’ ἡμέρας καὶ νυκτὸς ὑπὸ τούτων ἀεὶ κατατείνεσθαι καὶ στρεβλοῦσθαι ʽκαὶ γὰρ ὅστις ἐπιεικέστερον διάκειται, καθόλου μὲν ἀπήλλακται τούτων οὐδενός, ὥσπερ δὲ θηρία ἔνδον κατακεκλεισμένα ἔχει, μετὰ βίας ὁμοῦ καὶ πειθοῦς τινος ἠναγκασμένα ἠρεμεῖν· εἰ δὲ καὶ σμικρὸν παύσαιτο κατεπᾴδων καὶ προσέχων, αὐτίκα δὴ μάλα κινούμενα)· τὸ δὲ σῶμα ἰλίγγους τε καὶ σπασμοὺς καὶ ἐπιληψίας καὶ τἄλλα νοσήματα, ὅσα οὐδὲ τῷ λόγῳ δυνατὸν διελθεῖν, ὡς ἂν αἵματος καὶ πνεύματος μεστόν, ἔτι δὲ ἐκ σαρκῶν τε καὶ νεύρων καὶ ὀστέων συγκείμενον, ἐκ μαλακῶν τε καὶ σκληρῶν καὶ ὑγρῶν καὶ ξηρῶν, τῶν ἐναντιωτάτων. τά τε σιτία, ὅπερ εἶπον, μοχθηρὰ ὄντα καὶ τὸν ἀέρα ἀνώμαλον προσπίπτοντα τὰς μὲν ἐπιτείνειν τῶν νόσων, τὰς δὲ ἀνακινεῖν, οὐ δοκούσας μὲν εἶναι πρότερον, ἐνούσας δὲ ἐν τῇ φύσει τῶν σωμάτων. καὶ ταῦτα μὲν ἔνδον ἐγκεῖσθαι τὰ κακὰ ἐν ἡμῖν αὐτοῖς, ἐλαφροτέρας δὲ τὰς ἔξωθεν κολάσεις, εἴ τις αὐτὰς παραβάλλοι ταῖς ἐκ τῆς φύσεως. ἡ γὰρ πυρός τε καὶ σιδήρου φύσις καὶ πληγῶν δὲ καὶ τῶν ἄλλων ὀξεῖα καὶ ταχὺ ἀπαλλάττει τῆς αἰσθήσεως, εἴ τις καὶ σμικρὸν ὑπερβάλοι· ἐν δὲ ταῖς νόσοις ἐνίοτε παρατείνουσι καὶ πάνυ πολὺν χρόνον.

因为灵魂自身包含着欲望、悲哀、忿怒、恐惧、忧虑以及无数类似的激情,日夜不停地被这些所紧绷和拷问(事实上,即便性情较为温和克制之人,也绝未彻底摆脱其中任何一种,而是像把它们如同野兽般关押在体内,通过强力与某种规劝一同迫使其保持平静;但若他稍有一刻停止用法术安抚和看顾,它们便立刻骚动起来)。而肉体则承受着眩晕、痉挛、癫痫以及其他一切在言语上甚至无法尽述的病症,因其充斥着血液与呼吸,且由肌肉、肌腱和骨骼构成,即由最相抵触的软与硬、湿与干组合而成。正如我所言,拙劣的食物与扑面而来的无常气候,使某些疾病加剧,并唤醒另一些此前看似不存在、实则潜伏在肉体本性中的疾病。这些祸患深藏于我们自身之内,而外部的刑罚若与源自自然的刑罚相比,则要轻得多。因为火与铁的本性,以及殴打和其他伤害,皆属剧烈,稍有过甚便能迅速夺去知觉;然而在疾病之中,痛苦有时却会拖延极长的时间。

§30.17

τοιαῖσδε μὲν δὴ καὶ τοσαῖσδε βασάνοις ξυνεχομένους τοὺς ἀνθρώπους ἐν τῇδε τῇ φρουρᾷ καὶ τῷδε τῷ δεσμωτηρίῳ μένειν τὸν τεταγμένον ἕκαστον χρόνον, καὶ μὴ πρὶν ἀπιέναι τοὺς πολλοὺς πρὶν ἂν ἐξ αὑτοῦ ποιησάμενος ἄλλον ἀνθ’ ἑαυτοῦ καταλίπῃ διάδοχον τῆς κολάσεως,2 οἱ μὲν ἕνα, οἱ δὲ καὶ πλείους. μένειν δὲ οὐχ ἑκόντας, ἀλλὰ μιᾷ πάντας ἁλύσει δεδέσθαι τά τε σώματα καὶ τὰς ψυχάς, τοὺς μὲν αὐτῶν σμικρούς, τοὺς δὲ μεγάλους, καὶ τοὺς μὲν αἰσχρούς, τοὺς δ᾽ εὐπρεπεῖς, οὐδὲν δὲ ἧττον ἅπαντας ἐπ’ ἴσης ἐν τῇ αὐτῇ ἀνάγκῃ ἔχεσθαι.

受制于如此众多且严酷的折磨,人们便在这看守所与这座监牢中度过各自注定的岁月,且大多数人若非由自身繁衍出另一人,代替自己留下作为刑罚的继承人——有人留下一人,有人留下更多人——便不得离去。他们留下绝非出于自愿,而是所有人都在肉体与灵魂上被一条锁链所捆缚;他们之中有人矮小,有人高大,有人丑陋,有人俊美,然而所有人都在同等的必然性之下受到拘禁,毫无二致。

§30.18

ὁμοίως δὲ καὶ ταῖς τύχαις τε καὶ δόξαις καὶ τιμαῖς ἀλλήλων ὑπερέχειν, ὥσπερ τοῖς σώμασιν. εἶναι γὰρ τοὺς μὲν βασιλέας, τοὺς δὲ ἰδιώτας, καὶ τοὺς μὲν πλουσίους, τοὺς δὲ ἀπόρους. καὶ οὐδέν γε παρὰ τοῦτο ἔλαττον κακοπαθεῖν καὶ συνέχεσθαι τῷ αὐτῷ δεσμῷ τοὺς εὐδαίμονας καλουμένους τῶν πενήτων τε καὶ ἀδόξων, ἀλλὰ μᾶλλον τούτων ἐκείνους.

正如在肉体上一样,他们在命运、名声和地位上也同样彼此悬殊。因为有人是王者,有人是平民;有人富足,有人困顿。然而所谓的幸运者绝不因此比贫穷无名之辈少受痛苦,亦不因此受同一锁链的更轻束缚,反而前者比后者更为沉重。

§30.19

ἰσχνοτέροις γὰρ οὖσιν αὐτοῖς κεχαλάσθαι τὸν δεσμὸν3 καὶ λαγαρώτερον ἑκάστῳ περικεῖσθαι· τοῖς δὲ βασιλεῦσι καὶ τυράννοις, οἷα δὴ πεφυσημένοις τὴν ψυχὴν καὶ σφόδρα εὐεκτοῦσι, μᾶλλον ἐγκεῖσθαι καὶ θλίβειν· ὥσπερ ἐν τοῖς τὰ σώματα δεδεμένοις τοὺς παχεῖς τε καὶ ὀγκώδεις τῶν λεπτῶν τε καὶ ἀτρόφων μᾶλλον ὁ δεσμὸς πιέζει· τινὰς μέντοι καὶ λίαν ὀλίγους πάρεσίν τινα ἔχειν ἐκ τοῦ θεοῦ, καὶ δεδέσθαι μέν, ἐλαφρῶς δὲ πάνυ δι’ ἐπιείκειαν· ὑπὲρ ὧν αὖθις λέξομεν. πρότερον δὲ εἰπεῖν ἄξιον, ὡς ἐγώ ποτε ἤκουσα ἀνδρὸς ἀγύρτου παῖς ὤν, ὁποίαν τινὰ ἔφασκεν εἶναι τὴν ἅλυσιν, οὔτι που ταῖσδε ὁμοίαν, ἐκ σιδήρου τε καὶ χαλκοῦ πεποιημένην, πολὺ μέντοι κραταιοτέραν, τὸ δὲ σχῆμα καὶ τὴν πλοκὴν παραπλησίαν. ὥσπερ γὰρ αἵδε εἰσὶν ἐκ κρίκων τινῶν κεχαλκευμέναι δι’ ἀλλήλων διαβεβλημένων, καὶ τοῦτο ἀπ̓ ἀρχῆς μέχρι τέλους· οὕτω δὴ κἀκείνην ἔχειν, ᾗ δὴ ἔφαμεν τοὺς ἀνθρώπους ὑπὸ τῶν θεῶν δεδέσθαι.

因为对于贫寒者而言,因其更为消瘦单薄,锁链得以松弛,环绕在每个人身上也较为宽松;但对于王者和僭主们,由于他们心高气傲且精力过剩,锁链便更加紧贴并勒紧他们——正如在肉体受缚之人中,锁链压迫肥胖壮硕者远甚于瘦削萎弱者一样。然而,极少数人确实从神明那里获得某种宽贷,他们虽被捆绑,却因其德行而受缚得极其轻微;关于这些人,我们稍后再谈。但在那之前,值得先讲讲我孩童时代曾听一位托钵术士所言,他说那锁链究竟是何模样:它绝不像由铁或青铜制成的凡俗锁链,而是要坚固得多,但在形状与编结上却极为相似。因为正如世间的锁链是由若干锻造的铁环彼此交错套结而成,自始至终皆是如此,我们所说的神明用来捆绑人类的那条锁链,亦是这般构造。

语法注3 条
  1. 30.14τὴν μὲν γὰρ ἐπιθυμίας τε καὶ λύπας

    承接前一语段末尾的“宾格加不定式”间接引语结构(ξυγκεῖσθαι δὲ ἡμᾶς ἐξ αὐτῶν δὴ τῶν βασανιζόντων, ψυχῆς τε καὶ σώματος),τὴν μὲν 为指代前文 ψυχή 的宾格主语。它与下文的 τὸ δὲ σῶμα 形成对应,动词不定式 ἔχειν 亦并联管辖后者。

  2. 30.17καὶ μὴ πρὶν ἀπιέναι τοὺς πολλοὺς πρὶν ἂν ἐξ αὑτοῦ ποιησάμενος ἄλλον ἀνθ’ ἑαυτοῦ καταλίπῃ διάδοχον τῆς κολάσεως

    带有双重呼应的 πρὶν ... πρὶν ἄν 句式。尽管不定式 ἀπιέναι 的逻辑主语是宾格复数 τοὺς πολλούς,但从属从句的动词 καταλίπῃ 与分词 ποιησάμενος 却转换成了单数主格。这是一种意合结构(constructio ad sensum),思维焦点由群体整体转移到了每一个具体的个体(隐含的 ἕκαστος)。

  3. 30.19ἰσχνοτέροις γὰρ οὖσιν αὐτοῖς κεχαλάσθαι τὸν δεσμὸν

    在间接引语的完成体被动不定式 κεχαλάσθαι 之下,与格短语 ἰσχνοτέροις ... οὖσιν αὐτοῖς 起关涉与格(或利害与格)的作用。代词 αὐτοῖς 指代上文提及的贫困无名者(τῶν πενήτων τε καὶ ἀδόξων),并与下文的与格 τοῖς δὲ βασιλεῦσι καὶ τυράννοις 形成整齐的对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:30.14-30.20