- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:30.33-30.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节以寓言形式描绘了宇宙宴席上的客人如何依据各自的本性享乐,对比了“理性”与“放纵”两位斟酒人所调配的饮品,并展现了那些彻底沉溺于纯粹快乐之人的悲惨结局。
τῇ οὖν εὐφροσύνῃ καὶ τῇ εὐωχίᾳ χρῆσθαι οὐχ ἅπαντας ὁμοίως, ἀλλ’ ἕκαστον κατὰ τὴν αὑτοῦ φύσιν. τοὺς μὲν γὰρ ἀσώτους καὶ ἀκρατεῖς οὔτε ὁρᾶν οὐδὲν οὔτε ἀκούειν οὐδενός, ἀλλὰ ἐγκεκυφότας ἐσθίειν, ὥσπερ ἐν συφεῷ ὗς, ἔπειτα νυστάζειν. τινὰς δὲ αὐτῶν μὴ ἀρκεῖσθαι τοῖς παροῦσιν, ἀλλὰ ἐπὶ τὰ πορρωτέρω διατείνειν τὰς χεῖρας, οἷον μεσογείους ὄντας ἰχθύων ὀρέγεσθαι καὶ πράγματα ἔχειν· ἄλλους δὲ ἀπλήστους τε καὶ ἀθλίους ὄντας, φοβουμένους μήποτε αὐτοῖς ἐλλίπῃ, πρὸς αὑτοὺς συνάγειν καὶ σωρεύειν ὅσ̓ ἂν δύνωνται. καὶ μετὰ ταῦτα, ὅταν αὐτοὺς ἀπιέναι δέῃ, πορεύεσθαι μηδενὸς μετασχόντας, ἀλλὰ πάνυ ἐνδεεῖς, καταλείπειν δὲ ταῦτα ἑτέροις· οὐ γὰρ εἶναι φέρεσθαι μεθ’ ἑαυτῶν.1 τούτους μὲν οὖν καταγελᾶσθαί τε καὶ ἀσχημονεῖν.
因此,并非所有人都能以同样的方式享用这种欢欣与宴乐,而是各人依照自己的本性而行。那些挥霍无度和放纵不节的人,既视而不见,亦充耳不闻,只是如圈中之猪那般低头暴食,随后便打起瞌睡。他们中有些人不满于眼前所有的食物,反而将双手伸向更远处的东西,正如身居内陆之人却渴望海鱼并徒招烦恼一般;另有一些人则贪婪而可怜,唯恐日后短缺匮乏,便尽量将一切能取之物搜刮堆积在自己身旁。然而此后,一旦到了必须离去之时,他们却未曾享受分毫,反而极度匮乏地上路,将所有这些留给旁人;因为随身携走这些财物是根本不可能的。因此,这等人沦为笑柄,仪态尽失。
ἑτέρους δὲ πεττεύειν, τοὺς δὲ ἀστραγάλοις παίζειν· εἶναι δὲ τοὺς πεττούς τε καὶ ἀστραγάλους οὐχ οἵους ἡμεῖς νομίζομεν, ἀλλὰ τοὺς μὲν χρυσοῦς, τοὺς δὲ ἀργυροῦς,, ὑπὲρ ὧν διαφέρεσθαι καὶ ζητεῖν ἕκαστον πλεονεκτεῖν. πλεῖστον δὴ θόρυβον τούτους καὶ ἀκοσμίαν παρέχειν, τοὺς δὴ κυβεύοντας, καὶ δοκεῖν τῶν συμποτῶν ἀηδεστάτους. ἐνίοτε δὲ καὶ μάχεσθαι καὶ εἰς χεῖρας ἰέναι καὶ τιτρώσκειν ἀλλήλους.
另有一些人在下棋,有些人在掷羊拐戏玩;然而这些棋子与羊拐骨并非我们平日所见的那般,而是有些为纯金,有些为纯银,众人为此争吵不休,人人都企图占得便宜。正是这些赌徒制造了最大的喧哗与混乱,在众同席者中显得最为讨厌。有时他们甚至大打出手,拳脚相向,互相致伤。
μάλιστα δὲ τοὺς μεθυσκομένους ταῦτα δρᾶν. μεθύσκεσθαι δὲ οὐκ ἀπὸ οἴνου, καθάπερ τοὺς παρ’ αὑτοῖς, ἀλλ’ ὑφ’ ἡδονῆς. τοῦτο γὰρ ἐν τῇ κοινῇ ἑστιάσει τὸ πόμα παρέχειν τοὺς θεούς, ὥστε ἐξελέγχεσθαι τὸν ἑκάστου τρόπον. δύο δὲ οἰνοχόους ἐφεστάναι, τὸν μὲν ἄρρενα, τὴν δὲ θήλειαν· ὀνομάζεσθαι δὲ αὐτοῖν τὸν μὲν Νοῦν, τὴν δὲ Ἀκράτειαν. τοὺς μὲν οὖν φρονίμους τὸν ἄρρενα οἰνοχόον ἔχειν, καὶ παρ’ ἐκείνου μόνου τούτους δέχεσθαι σπανίως τε καὶ σμικραῖς κύλιξι καὶ πάνυ ἀσφαλῶς κεκραμένον.
行这些事的尤以沉醉之人为甚。然而他们并非如人世间那般被酒灌醉,而是沉溺于快乐之中。因为在这一共同盛宴上,神明所供应的正是这种饮品,以此检验各人的品性。席间设有两位斟酒人,一男一女;他们二人的名字,男者名唤“理性”,女者名唤“放纵”。于是,明智之人以男性为斟酒人,仅从他手中接取饮品,次数稀疏且盛于小杯之中,调和得极其稳妥安全。
κεῖσθαι γὰρ ἕνα κρατῆρα, τόν γε τῆς Σωφροσύνης, ἑστάναι πολλοὺς ἐν τῷ μέσῳ2 καὶ διαφέροντας τῇ γεύσει ὥσπερ οἴνων πολλῶν· εἶναι δὲ αὐτοὺς ἀργυροῦς τε καὶ χρυσοῦς· ἔτι δὲ καὶ ζῷα ἔξωθεν κύκλῳ ἔχειν καὶ ἕλικάς τινας καὶ τορείας. τὸν δὲ τῆς Σωφροσύνης λεῖόν τε εἶναι καὶ οὐ μέγαν καὶ ὡς ἂν εἰκάσαι τις ὁρῶν3 χαλκοῦν. δεῖν οὖν ἐκεῖθεν πολλαπλάσιον λαμβάνοντας καὶ ξυγκεραννύντας σμικρόν τι τῆς ἡδονῆς πίνειν.
因为一侧只摆放着一只调酒缸,即“节制”之缸,而中间却立着许多只,如同多种美酒一般滋味各异;它们皆为金银所制,外壁周围更雕饰着动物纹样、涡卷与浮雕。然而“节制”之缸却质地光滑,器型不大,依观者推测看似青铜所造。因此,人们必须从中取用数倍的分量,调入极少许的快乐来饮用。
οἷς μὲν οὖν ἐστιν ὁ Νοῦς οἰνοχόος, οὕτως οἰνοχοεῖν, φοβούμενον καὶ προσέχοντα μή πῃ τῆς κράσεως ἁμαρτὼν σφήλῃ τὸν δαιτυμόνα καὶ καταβάλῃ. τὴν δὲ Ἀκράτειαν τοῖς μὲν πλείστοις ἄκρατον τὴν ἡδονὴν ἐγχεῖν, μηδὲ μικρὸν σωφροσύνης παραμιγνύουσαν, τοῖς δὲ ὀλίγον τι παντελῶς λόγου ἕνεκεν. τοῦτο δὲ εὐθὺς ἐξίτηλον γίγνεσθαι καὶ μηδαμοῦ φαίνεσθαι. τοὺς δὲ πίνοντας μὴ διαλείπειν, ἀλλ’ ἐπισπέρχειν τε αὐτὴν καὶ κελεύειν θᾶττον ἰέναι παρ’ αὐτούς, καὶ προαρπάζειν ἕκαστον. τὴν δὲ ἐπείγεσθαι καὶ περιτρέχειν ἀσθμαίνουσαν καὶ ῥεομένην ἱδρῶτι.
对于以“理性”为斟酒人的人,他便如此斟酒,小心翼翼并全神贯注,唯恐调配稍有差错而使宴饮者失足跌倒。然而“放纵”则为大多数人倾倒纯粹不杂的快乐,不掺入丝毫节制,对少数人也仅是做做样子掺入极少一点。而这一点也立刻消散殆尽,杳无踪迹。饮酒之人毫不间歇,反而不断催促她,命她更快来到身旁,各人争相抢夺。而她也气喘吁吁、汗流浃背地四处奔忙。
τοὺς μὲν οὖν ἐκείνης ἑστιάτορας ὀρχεῖσθαί τε καὶ κυλίεσθαι προπίπτοντας ἐν τῷ μέσῳ, καὶ μάχεσθαι καὶ βοᾶν, οἷα δὴ ποιοῦσιν οἱ μεθυσθέντες ὑπὸ οἴνου· πλὴν οὗτοι μὲν ἐπ’ ὀλίγον καὶ μετρίως· μικρὸν γὰρ ἐξαρκεῖ καταδαρθεῖν, ἔπειτα ἄμεινον ἑαυτῶν ἔχουσιν,4 ἅτε ἐλαφρᾶς οὔσης τῆς μέθης· οἱ δὲ ὑπὸ τῆς ἡδονῆς καρωθέντες ὡς ἂν ὑπὸ ἰσχυροτέρου πόματος κατεχόμενοι δι’ ὅλου τοῦ βίου ταῦτα ποιοῦσι, καὶ οὐκ ἔστιν ἀπαλλαγῆναι, εἰ μή γε ἀποθανοῦσιν. οὗτος γὰρ ὕπνος ἐστὶ τῶν οὕτως μεθυσκομένων καὶ μόνος αὐτοὺς ὠφελεῖ.
于是,属于她的宴席客人们便在中央翻滚跌撞、狂舞乱闹、斗殴叫嚷,正如被酒灌醉的人所为一般;所不同的只是,酒醉之人仅在短时间内轻微如此,因为稍作小憩便已足够,随后他们便比先前恢复得更好,因其醉意尚轻;而那些被快乐麻痹之人,犹如受制于更强烈的饮品,终其一生都在如此行事,若非死亡便绝无解脱的可能。因为对这等沉醉之人而言,这便是睡眠,也唯有这能使他们受益。
- 30.34οὐ γὰρ εἶναι φέρεσθαι μεθ’ ἑαυτῶν
在间接引语(宾格加不定式结构)中,表示“可能”的无人称动词 ἔστιν 变为不定式 εἶναι,其后接中动式不定式 φέρεσθαι 作补足语,意为“因为随身携走这些财物是不可能的”。
- 30.37κεῖσθαι γὰρ ἕνα κρατῆρα, τόν γε τῆς Σωφροσύνης, ἑστάναι πολλοὺς ἐν τῷ μέσῳ
此句在间接引语中通过无连词并列(asyndeton)形成鲜明对照。单数、置于偏处的“节制”调酒缸用动词 κεῖσθαι(放置/卧放),而大厅中央显眼的大量快感之缸则用 ἑστάναι(耸立/直立),两者在动词与方位上形成对立。
- 30.37ὡς ἂν εἰκάσαι τις ὁρῶν
由连词 ὡς 与带有 ἄν 的潜在祈愿语气(ἄν εἰκάσαι)构成的比较方式从句,分词 ὁρῶν 含有条件意味,意为“正如旁观者看去所会推测的那样”。
- 30.39ἄμεινον ἑαυτῶν ἔχουσιν
这是动词 ἔχω 加副词 ἄμεινον 并支配反身代词属格 ἑαυτῶν(表比较的属格)的习惯用法,意为“相比他们自己之前的状态有所改善/恢复得更好”。
