- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:30.27-30.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过引用农夫的歌谣,讲述者将神明创造的宇宙比作款待人类的宏伟宴会厅,其中时序女神侍奉左右,自然地域作为餐台,而人类的劳作不过如同宴席者伸手取食般轻微。
τοὺς μὲν γὰρ ἅτε ἀνθρώπους ἀνθρώπων διαφέρειν, τὴν δὲ τῶν θεῶν ὑπεροχὴν πρὸς ἡμᾶς ἄπειρόν τινα εἶναι. μέχρι μὲν οὖν ἔτυχε νεοκατάστατος ὤν ὁ βίος, τοὺς θεοὺς αὐτούς τε παραγίγνεσθαι καὶ πέμπειν ὥσπερ ἁρμοστὰς παρ’ αὑτῶν τοὺς ἐπιμελησομένους, οἷον Ἡρακλέα τε καὶ Διόνυσον καὶ Περσέα καὶ τοὺς ἄλλους, οὓς ἀκούομεν θεῶν παῖδας, τοὺς δὲ ἐκγόνους, γενέσθαι παρ’ ἡμῖν· ἔπειτα ὕστερον ἐᾶσαι δι’ αὑτῶν οἰκεῖν ὅπως ἂν δυνώμεθα. καὶ τότε δὴ τὰ ἁμαρτήματα καὶ τὰς ἀδικίας ξυμβαίνειν.
因为人与人之间的差异仅仅是人与人的差异,而神明对于我们的优越性则是无可限量的。因此,在人类的生活尚处在初建之时,神明便亲自莅临,并从自己身边派遣如同总督般的看护者,诸如赫拉克勒斯、狄奥尼索斯、珀耳修斯以及其他那些我们听闻出生在我们中间的神之子嗣或后代;然而在此之后,他们便任由我们尽可能依靠自己去生活。正是从那时起,过失与不义才开始产生。
ᾖδε δὲ καὶ ἑτέραν ᾠδήν, ὡς ὁ μὲν κόσμος οἶκός ἐστι πάνυ καλός τε καὶ θεῖος ὑπὸ θεῶν κατεσκευασμένος· ὥσπερ ὑπὸ τῶν εὐδαιμόνων τε καὶ πλουσίων καλουμένων ἀνδρῶν οὕστινας ὁρῶμεν κατεσκευασμένους1 σταθμοῖς καὶ κίοσι, καὶ χρυσῷ καὶ γραφαῖς τήν τε ὀροφὴν καὶ τοίχους καὶ θύρας εἰργασμένους· ὁμοίως γεγονέναι τὸν κόσμον εἰς ὑποδοχήν τε καὶ εὐφροσύνην ἀνθρώπων, εὐειδῆ καὶ ποικίλον ἄστροις τε καὶ ἡλίῳ καὶ σελήνῃ καὶ γῇ καὶ θαλάττῃ καὶ φυτοῖς, ἃ δὴ τοῦ θεῶν πλούτου καὶ τέχνης τῆς ἐκείνων ἐστίν.
他还唱了另一首歌,说宇宙乃是一座由神明建造的、极其壮美而神圣的华宅;正如我们见到那些被称为富贵繁盛之人所建造的房屋,配有门柱与立柱,其屋顶、墙壁与门户皆以黄金与彩绘精巧修饰一样。宇宙同样是为了款待并愉悦人类而生成的,它因星辰、太阳、月亮、大地、海洋和草木而显得优美斑斓,这些正属于神明的财富与技艺。
παραγίγνεσθαι δὲ τοὺς ἀνθρώπους εἰς αὐτὸν ἑορτάσοντας, ὑπὸ τοῦ βασιλέως τῶν θεῶν κεκλημένους ἐπ’ εὐωχίαν τινὰ καὶ θοίνην λαμπράν, ἁπάντων ἀπολαύσοντας τῶν ἀγαθῶν. κατακεῖσθαι δὲ ἄλλους ἀλλαχῇ, καθάπερ ἐν δείπνῳ, τοὺς μὲν ἀμείνονος χώρας, τοὺς δὲ φαυλοτέρας τυχόντας. εἶναι δὲ πάντα ὅμοια τοῖς παρ’ ἡμῖν γιγνομένοις ἐν ταῖς ὑποδοχαῖς, πλὴν ὡς μικροῖς καὶ ἀγεννέσι θεῖα καὶ μεγάλα εἰκάσαι.2 φῶς τε γὰρ ἡμῖν παρέχειν τοὺς θεοὺς διττὸν διὰ λαμπτήρων τινῶν, τοτὲ μὲν πλεῖον, τοτὲ δὲ ἔλαττον, τὸ μὲν νυκτός, τὸ δὲ ἡμέρας· καὶ παρακεῖσθαι δὴ τραπέζας πάντων μεστάς, σίτου τε καὶ ὀπώρας, τῆς μὲν αὐτομάτου, τῆς δὲ εἰργασμένης, ἔτι δὲ καὶ κρεῶν, τῶν μὲν ἡμέρων, τῶν δὲ ἀγρίων, οὐ μὴν ἀλλὰ καὶ τῶν ἐκ θαλάττης. εἶναι δὲ τὰς τραπέζας ἔφη, πάνυ ἀγροίκως λέγων, τούς τε λειμῶνας καὶ πεδία καὶ νάπας καὶ ἀκτάς, ἐν οἷς τὰ μὲν φύεσθαι, τὰ δὲ νέμεσθαι, τὰ δὲ θηρᾶσθαι. ἄλλα δὲ ἄλλοις πλείονα παρεῖναι, πρὸς αἷς ἂν ἕκαστοι τραπέζαις κατακλιθῶσιν. τοὺς μὲν γὰρ πρὸς θαλάττῃ τυχεῖν, τοὺς δὲ πρὸς πεδίοις, τοὺς δὲ πρὸς ὄρεσι.
而人类来到其中是为了过节,他们受到众神之王的邀请,前来赴一场盛大的宴饮与盛席,去享用所有美善之物。人们如在宴席中一般各自卧在不同的席位上,有的分得较好的位置,有的则分得较差的位置。这一切皆与我们人世间招待客人的场合所发生的事情相似,只要允许拿神圣伟大的事物与渺小微贱之物作比。因为神明通过某些火把为我们提供双重的光芒,有时较多,有时较少,一种在夜晚,另一种在白天;此外,旁边陈列着盛满各种食物的案几,有谷物与果实,有些是野生的,有些是耕种的,更有各种肉类,有些是家畜,有些是野味,更有来自海洋的出产。他极其质朴地说道,案几正是那些草甸、平原、幽谷和海滨,在其中有些东西在生长,有些东西在吃草,有些东西被捕猎。各人所就卧的案几不同,呈现在不同人面前丰盛之物也各有差异;因为有些人恰好在海边,有些人恰好在平原,有些人则恰好在山峦之旁。
διακονεῖσθαι δὲ τὰς Ὥρας, οἷα δὴ νεωτάτας οὔσας τῶν θεῶν, εὖ μὲν ἀμπεχομένας, καλὰς δὲ ἰδεῖν, οὔτι που χρυσῷ κεκοσμημένας, ἀλλὰ παντοίων ἀνθῶν στεφάνοις. διανέμειν δὲ καὶ τῶν ἀνθῶν αὐτῶν, καὶ τἄλλα ἐπιμελεῖσθαι τῆς ἑστιάσεως, τὰ μὲν παρατιθείσας, τὰ δὲ αἰρούσας κατὰ καιρόν. γίγνεσθαι δὲ καὶ χοροὺς καὶ τὴν ἄλλην εὐπάθειαν ἅπασαν.
时序女神们担任侍从,她们乃是众神中最年轻者,衣着得体且容貌俊美,绝非以黄金为饰,而是佩戴着各类鲜花编成的花冠。她们分发这些鲜花,并打点宴席的其他事务,适时地端上某些物品,又撤下某些物品。席间亦有歌舞和所有其他的欢愉享受。
τὸν μέντοι πόνον τοῦτον, ὃν ἔχειν δοκοῦμεν ἐν γεωργίαις τε καὶ θήραις καὶ φυτείαις, εἶναι τοσοῦτον ὅσον τοῖς κατακειμένοις τὸ ἐπορέξασθαί τινος καὶ τῇ χειρὶ λαβεῖν.3 ὃ δὲ ἔφην, ἄλλον ἀλλαχῇ κατακεῖσθαι, τούτου καὶ ἡ κρᾶσις τῶν ἀέρων αἰτία. τοὺς γὰρ πρώτους καὶ τοὺς ὑστάτους μᾶλλον τῶν ἄλλων εἶναι τοὺς μὲν ἐν ψύχει, τοὺς δὲ ἐν ἀλέᾳ, τοὺς μὲν ἐγγὺς τοῦ φωτὸς ὄντας, τοὺς δὲ πόρρω.
然而,我们在农耕、狩猎和种植中看似承担的这种辛劳,其实不过如同斜卧的宴饮者伸出手去取某样东西那般轻微。至于我方才所说的人们就卧在各不相同的席位,大气的混合亦是其原因。因为相比于其他人,位于最前排与最后排的人,要么处于严寒之中,要么处于酷暑之中,有些人靠近光芒,而有些人则远离光芒。
- 30.28ὥσπερ ὑπὸ τῶν εὐδαιμόνων τε καὶ πλουσίων καλουμένων ἀνδρῶν οὕστινας ὁρῶμεν κατεσκευασμένους
阳性宾格复数关系代词 οὕστινας 省略了先行词 οἴκους(由前文 ὁ μὲν κόσμος οἶκός ἐστι 引申而来),与分词 κατεσκευασμένους 和 εἰργασμένους 共同作 ὁρῶμεν 的宾语。其骨干为“正如我们所见由富贵之人建造的(房屋)”。
- 30.29πλὴν ὡς μικροῖς καὶ ἀγεννέσι θεῖα καὶ μεγάλα εἰκάσαι
连词 πλήν 与表限制比较的 ὡς + 不定式 εἰκάσαι(“在……相比的限度内”)构成的惯用句式。θεῖα καὶ μεγάλα 是不定式的宾语,与格 μικροῖς καὶ ἀγεννέσι 则表示比较的基准(“将神圣伟大之物比作渺小微贱之物”)。
- 30.32τὸν μέντοι πόνον τοῦτον ... εἶναι τοσοῦτον ὅσον τοῖς κατακειμένοις τὸ ἐπορέξασθαί τινος καὶ τῇ χειρὶ λαβεῖν
在间接引语的宾格不定式句式中,相关词 τοσοῦτον ὅσον 将人类的劳苦(τὸν πόνον τοῦτον)与宴席上的动作相比较。在 ὅσον 引导的比较从句中,带冠词不定式 τὸ ἐπορέξασθαί τινος καὶ τῇ χειρὶ λαβεῖν 作实质主语,与格 τοῖς κατακειμένοις 表示基准人(“正如就卧者伸手去取某样东西一样”)。
