- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:30.40-30.46
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲者对比了陷入无休止渴求与痛苦呕吐的放荡者,以及以理性审视宴会秩序与美感的节制者,神话最终以神明留宿至善者同饮琼浆而收尾。随后狄奥哀悼逝去的青年哈里德莫斯的英勇,并规劝其弟蒂马尔霍斯不仅要继承遗产,更当继承其兄的卓越德行。
πολλοὶ δὲ καὶ ἐξεμοῦσιν ὑπὸ πλησμονῆς· γίγνεται δὲ μετὰ σπαραγμοῦ τε καὶ λύπης τῆς ἐσχάτης τὸ τὴν ἡδονὴν ἐκβάλλειν.1 ὅστις δ’ ἂν ἰσχύσῃ, κουφίζεται καὶ ῥᾷον διάγει τὸ λοιπόν. σπανίως δὲ τοῦτο συμβαίνει τὸ ἐθέλειν ἐξεμεῖν, ἀλλὰ πολὺ μᾶλλον ἀεὶ πίνειν ἐθέλουσιν. οὐδὲ γὰρ παύονται τοῦ δίψους, ἀλλ’ ἀεὶ σφοδρότερον ἔχουσι, καθάπερ οἱ τῷ οἴνῳ ἀκράτῳ χρώμένοι. οὗτοι μὲν οὖν τοιοῦτοί εἰσι καὶ καταισχύνουσι καὶ ὑβρίζουσι τὴν χάριν τῶν θεῶν·
许多人因腹饱过甚而呕吐;然而将快乐吐出,却伴随着剧烈的抽搐与极度的痛苦。但凡有力承受者,便能如释重负,并在余生过得更为轻松。然而,想要吐出的情形实属罕见,他们反而更渴望不断畅饮。因为他们的干渴永无止境,反而如饮纯酒之人那般愈发炽烈。因此,这些便是如此之人,他们玷污并践踏了神明的恩泽。
οἱ δὲ μέτριοί τε καὶ ἐπιεικεῖς τῇ μὲν ἡδονῇ πρᾴως χρῶνται καὶ διὰ χρόνου φοβούμενοι· ὥσπερ ἄνθρωπος ἐλευθέριος κληθεὶς ὑπό τινος τῶν κρειττόνων, βασιλέως ἢ δυνάστου, τοῦ μὲν ἐσθίειν καὶ πίνειν ἀμελεῖ, πλὴν ὅσον ἀναγκαῖον, προσέχει δὲ τοῖς ἔνδον καὶ τούτοις τέρπεται· κἀκεῖνοι μέθης μὲν καὶ πεττῶν καὶ ἀστραγάλων ἀμελοῦσιν, ὁρῶσι δὲ τἄνδον ὅπως ἔχει, καὶ τόν τε ἀνδρῶνα, ἐν ᾧ κατάκεινται, θαυμάζουσί τε καὶ ζητοῦσιν ὅπως γέγονε, καὶ τὰ ἐν αὐτῷ πάντα ὥσπερ γραφάς τινας εὐειδεῖς καὶ καλὰς κατανοοῦσι, καὶ τὴν ἄλλην οἰκονομίαν τε καὶ τάξιν καὶ τὰς ὥρας, ὡς εὖ τε καὶ ἐπισταμένως ἅπαντα πράττουσι, καὶ προσέχουσιν αὐτοῖς, καὶ μόνοι δὴ τοῦ κάλλους αἰσθάνονται.
相反,那些节制且温厚之人,则怀着敬畏之心温和地、间隔良久地享用快乐。正如一位自由人受到国王或统治者等尊长款待时,除了果腹充饥所必需者外,全然不顾饮食,反而留心屋内的陈设并以此自娱——他们同样不顾沉醉、下棋与掷羊拐,而是观察屋内的一切如何布置,赞叹自己所卧坐的宴会大厅并探求它是如何建成的,将其中所有陈设皆视同秀丽俊美的画作加以省察,并留意其余的经营、秩序以及诸时令,看它们如何精妙娴熟地料理一切事物,对此全神贯注;唯有他们方能感知这等大美。
μέλει δ’ αὐτοῖς ὅπως μὴ δοκῶσιν ὡς τυφλοί τε καὶ κωφοὶ μετειληφέναι τούτων, ἀλλὰ καὶ ἀπαλλαγέντες ἔχωσί τι εἰπεῖν περὶ αὐτῶν, εἴ τις πυνθάνοιτο, ἅ τε εἶδον ἅ τε ἔγνωσαν. καὶ ταῦτα φροντίζοντες καὶ μετὰ νοῦ τῆς ἡδονῆς ἐμμελῶς μετέχοντες διάγουσιν, εἷς ἑνὶ διαλεγόμενοι καὶ κατὰ δύο καὶ τρεῖς ὅμοιοι. ἐνίοτε δὲ μεγάλης κραυγῆς γενομένης καὶ θορύβου παρὰ τῶν μεθυόντων κἀκεῖσε ἀπέβλεψαν, ἔπειτα εὐθὺς πάλιν πρὸς ἑαυτοῖς ἐγένοντο.
他们用心所在,是免得自己显得如同聋盲一般分享了这些事物,而是在离去之后,若有人询问他们所见何物、所知何事,亦能有所言说。他们思索着这些,在理性的伴随下合乎分寸地分享快乐以度日,彼此志趣相投之人,或一对一,或两三人聚在一起交谈。有时醉汉丛中爆发出巨大的喧哗与叫嚷,他们虽也朝那边望上一眼,随即又立刻回到自身的思索之中。
καὶ ἐπειδὰν ἀπιέναι δέῃ, οἱ μὲν ἄσωτοι καὶ ἀκρατεῖς ὑπὸ τῶν ἀκολουθούντων ἕλκονται καὶ σύρονται μετὰ πόνων τε καὶ νοσημάτων κεκραγότες καὶ οἰμώζοντες, οὐδὲν εἰδότες οὔτε ὅποι παρῆλθον οὔτε ὅπως εἱστιάθησαν, κἂν πάνυ πολύν τις αὐτῶν μείνῃ χρόνον. οἱ δὲ ὀρθοί τε καὶ ἀσφαλῶς τοῖς ἑαυτῶν ποσὶν ἀπίασι, προσαγορεύσαντες τοὺς φίλους, φαιδροί τε καὶ γεγηθότες, ὡς οὐδὲν ἀσχημονήσαντες.
及至必须离去之时,那些挥霍无度与放纵不节之人,即便其中有人逗留良久,也对自身身至何处、如何受飨一无所知,在痛苦与疾病中叫喊哀号着,被随从们生拉硬拽而去。而那些节制者则神色容光焕发、满心喜悦,在向朋友致意之后,端正而安稳地用自己的双脚离去,未曾显露丝毫丑态。
ταῦτα οὖν ὁ θεὸς ἐπισκοπῶν καὶ πάντας ὁρῶν ὡς ἐν ἰδίῳ οἴκῳ ὅπως ἕκαστος εἱστιᾶτο, τοὺς βελτίστους ἀεὶ παῤ αὑτὸν καλεῖ, κἄν τῳ σφόδρα ἀρεσθεὶς τύχῃ, μένειν αὐτὸν κελεύει καὶ συμπότην καὶ ἑταῖρον ἐποιήσατο, καὶ τοῦ νέκταρος ἤδη οὗτος εὐωχεῖται. τοῦτο δὲ ἔοικε μὲν τῷ τῆς σωφροσύνης πώματι, διαυγέστερον δέ ἐστιν ἐκείνου πολὺ καὶ καθαρώτερον, ὡς ἂν οἶμαι θείας ὂν καὶ ἀληθοῦς εὐφροσύνησ̓.2 —
因此,神明巡视着这些,正如在自己的宅邸中察看各人如何饮宴一般,总是将至善者召至身边;若恰好格外赏识某人,便命他留下,纳为共饮的同席者与伴侣,此人自此便得享琼浆玉液。这琼浆虽近似于“节制”之饮,却比那更为澄澈纯净得多,因我认为它属于神圣而真实的喜悦。
Δ. Παπαῖ, ὦ Χαρίδημε, οἷος ὢν ἡμῖν τέθνηκας, ὡς πολὺ τῶν κατὰ σαυτὸν ἀνθρώπων ὑπερέξειν ἔμελλες, οἵαν δὲ καὶ τῷ πατρὶ καὶ τοῖς πολίταις ἐπίδειξιν σαυτοῦ παρέσχου, μὰ Δἴ οὐ λόγων, ἀλλὰ μεγάλης καὶ ἀληθινῆς ἀνδρείας. ἐγὼ μὲν οὐκ ἔχω ὅπως παραμυθήσωμαι ὑμᾶς τοιούτου στερηθέντας μὴ βαρέως φέρειν. οὐδὲ γὰρ ἐμαυτὸν οἷός τέ εἰμι ἱκανῶς παραμυθήσασθαι ἐν τῷ παρόντι.
——狄奥: 哎呀,哈里德莫斯,你是何等卓越的人物,却竟离开我们而亡,你本该远超与你同辈之人;你向你的父亲与城邦公民所展现出的自身风范,凭宙斯起誓,绝非凭借言辞,而是凭借伟大且真实的英勇。对于痛失如此之人的你们,我不知当如何劝慰方能使你们不至深陷沉痛,因为眼下我甚至无法充分劝慰我自己。
σὺ δέ, ὦ Τίμαρχε, μόνος δύνασαι τὸν πατέρα τοῦτον κουφίζειν καὶ θεραπεύειν αὐτοῦ τὴν ἀτυχίαν, ἐὰν μέλῃ σοι μὴ πολὺ ἐκείνου καταδεεστέρῳ φαίνεσθαι.3 καὶ γὰρ ἄτοπον, εἰ τὴν μὲν οὐσίαν αὐτοῦ τὴν μὲν ἤδη παρείληφας τοσαύτην οὖσαν, τὴν δὲ αὖθις λήψῃ τοῦδε ἀποθανόντος, τὴν δὲ σωφροσύνην καὶ τὸ θάρσος καὶ τὸ τῶν καλλίστων ἐρασθῆναι ἀφήσεις, ὡς κατά γε ταῦτα οὐδὲν ἐκείνῳ προσήκων.
而你,蒂马尔霍斯,唯有你能够宽慰这位父亲并抚平他的不幸,只要你用心使自己不至于显得远逊于你的兄长。因为,若你既然已经继承了他如此庞大的产业中的一部分,又将在他死后获得其余部分,却丢弃了节制、勇气以及对至美之物的热爱,在这些德行上竟仿佛与他毫无干系一般,那委实是荒谬至极的。
- 30.40τὸ τὴν ἡδονὴν ἐκβάλλειν
冠词+不定式短语,充当动词 γίγνεται 的语法主语。介词短语 μετὰ σπαραγμοῦ τε καὶ λύπης τῆς ἐσχάτης 出于强调被置于主语之前,而主语 τὸ ... ἐκβάλλειν 则后置于句末。
- 30.44ὡς ἂν οἶμαι θείας ὂν καὶ ἀληθοῦς εὐφροσύνης
分词 ὂν 为中性主格单数,修饰主语 τοῦτο(琼浆)。连接词 ὡς(正如)与插入语 ἂν οἶμαι(依我所想)结合,属格短语 θείας ... εὐφροσύνης 作分词 ὂν 的表语,表示性质或归属(“属于神圣而真实的喜悦”)。
- 30.46μὴ πολὺ ἐκείνου καταδεεστέρῳ φαίνεσθαι
在依赖于无人称结构 μέλῃ σοι 的补足不定式 φαίνεσθαι 中,表语形容词 καταδεεστέρῳ 受逻辑主语(与格代词 σοι)的影响而同化为与格(与格吸引)。虽然语法上也允许采用宾格表语(καταδεέστερον,伴随省略的宾格逻辑主语 σε),但古典希腊语中通常发生这种向与格代词的格吸引。
