← 金嘴狄翁

演说集

§30.21-30.26

驳斥希望之枷寓言与人类为神明殖民地

说话者否定了托钵术士关于快乐与痛苦交织之锁链、希望之足枷以及理性如锉刀的悲观寓言,转而讲述农夫的观点,即善良的神明出于爱意将人类作为自身的殖民地安置在地上。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.21

συνηρτῆσθαι δὲ αὐτὴν ἅπασαν ἐξ ἡδονῆς τε καὶ λύπης, καὶ ταῦτα ἐξ ἀλλήλων πεπλέχθαι, τό τε ἡδὺ καὶ λυπηρόν, καὶ τῷ ἑτέρῳ τὸ ἕτερον ἐξ ἀνάγκης ἀεὶ ἀκολουθεῖν, ὥσπερ οἶμαι τοὺς κρίκους τῆς ἁλύσεως· ἕπεσθαι δὲ ταῖς μὲν μεγάλαις ἡδοναῖς μεγάλας λύπας, ταῖς δὲ σμικραῖς σμικροτέρας, καὶ τήν γε μεγίστην ἡδονὴν ἐπὶ τέλους εἶναι τὸν θάνατον.1 διὰ τοῦτο καὶ λύπην πρὸ αὐτοῦ συμβαίνειν μεγίστην· δῆλον γὰρ ὡς οὐκ ἔστιν ἀνθρώπῳ μείζων ταύτης τῆς λύπης καὶ ὀδύνης τῆς ἀγούσης ἐπὶ τὸν θάνατον.

他还说,这整条锁链是由快乐与痛苦联结而成的,这两者——即令人快意之事与令人痛苦之事——彼此交织在一起,且依我看正如铁链的链环那样,一者必然总是紧随着另一者:大快乐伴随着大痛苦,小快乐伴随着较小的痛苦,而在终点处最大的快乐则是死亡。正因如此,最大的痛苦也恰好发生在它之前;因为显然对人而言,绝没有比引向死亡的这痛苦与煎熬更为巨大的了。

§30.22

ἔλεγε δὲ καὶ κατ’ ἄνδρα ἕτερα εἶναι δεσμά, τοῖς μὲν ἐλάττω, τοῖς δὲ μείζω περικείμενα ὥσπερ πέδας· καλεῖσθαι δὲ ὑφ’ ἡμῶν αὐτὰς ἐλπίδας. ὥσπερ οὖν τὰς πέδας κατωτάτω τοῦ σώματος εἶναι καὶ περὶ τοῖς ἐσχάτοις μέρεσιν, οὕτω καὶ τὰς ἐλπίδας κατωτάτω εἶναι καὶ περὶ τὸ τελευταῖον μέρος τοῦ βίου, καὶ μάλιστα δὴ κρατεῖν τοὺς ἀνθρώπους καὶ ἀναγκάζειν πάντα πάσχοντας ὑπομένειν. τοῖς μὲν οὖν ἀνοήτοις τε καὶ ἠλιθίοις ὑπερόγκους τε εἶναι τὰς πέδας ταύτας καὶ σφόδρα παχείας, τοῖς δὲ κομψοτέροις κεχαλάσθαι τε καὶ λεπτὰς περικεῖσθαι.

他还说,每个人身上还戴着各不相同的其他拘系,就像足枷一样套在他们身上,有些人的较小,有些人的较大;而这些被我们称作“希望”。因此,正如足枷位于身体的最下端、套在最末梢的肢体上一样,希望也处于生命的最下端、即处于生命的最后阶段,并最强有力地支配着人们,迫使他们在遭受一切苦难时仍能忍耐下去。对于愚昧与愚蠢之人而言,这些足枷硕大无朋且极其粗重;但对于较为雅致之人而言,足枷则得以松弛,且以纤细的形态环绕在身。

§30.23

καὶ γάρ τοι προσείκαζε καὶ ῥίνῃ τι,2 πάνυ ἀνδρικῶς ἑπόμενος τῇ εἰκόνι· τοῦτο δὲ ἔφη μόνους εὑρίσκειν τοὺς κομψούς τε καὶ δριμεῖς. ἀποκεκλεῖσθαι γὰρ αὐτὸ πάνυ ἀκριβῶς, ὥσπερ εἴ τις ἐν δεσμωτηρίῳ ῥίνην ἀποκρύψειεν, ὅπως μηδεὶς τῶν δεσμωτῶν λαβὼν ἔπειτα λύσειεν ἑαυτόν. τοὺς οὖν φιλοτίμους καὶ φιλοπόνους μόλις μέν, ὅμως δὲ ἀνευρίσκειν. καλεῖσθαι δὲ ὑπ’ αὐτῶν αὐτὸ λόγον. ἐπειδὰν οὖν τάχιστα εὕρωσι, χρῆσθαί τε καὶ ῥινᾶν τὰ δεσμὰ καὶ ποιεῖν τῆς ἁλύσεως τὸ καθ’ αὑτοὺς ὡς οἷόν τε ἰσχνότατον καὶ ἀσθενέστατον, μέχρις ἂν ᾗ δυνατὸν κατεργάσωνται τάς τε ἡδονὰς καὶ τὰς λύπας.

事实上,他极为有力地推进这一比喻,甚至把某件东西比作一把锉刀;他说唯有雅致而敏锐之人才寻得它。因为这东西被极其严密地封存起来,正如有人在监狱中藏匿一把锉刀,以免任何囚徒获得它并进而解脱自身。因此,那些有抱负且勤勉的人虽历经艰辛,却依然能找到它。他说,这东西被他们称为“理性”。于是,他们一找到它,便立刻使用它来挫锉这些羁绊,使自身所承受的锁链部分尽可能变得最为细弱脆弱,直到尽可能制伏那些快乐与痛苦。

§30.24

βραδὺ δὲ τοῦτο γίγνεται. μόλις γὰρ αὐτῶν ὁ λόγος, ἅτε στερεῶν ὄντων καὶ ἀδαμαντίνων, καθικνεῖται καὶ κατὰ μικρὸν ἀπεσθίει, παντελῶς δὲ οὐκ ἂν δύναιτο δαπανῆσαι καὶ διελεῖν. ὅτῳ δ’ ἂν ἐγγένηται τοῦτο τὸ φάρμακον καὶ φιλοπόνως αὐτῷ χρήσηται δι’ ἡμέρας καὶ νυκτὸς ἐφ’ ὅσον οἷόν τ̓ ἐστίν, εὐχερῶς ἤδη τὴν φρουρὰν φέρει καὶ περιέρχεται παρὰ τοὺς ἄλλους ὥσπερ λελυμένος, καὶ τοῦ χρεὼν ἐπιστάντος ῥᾳδίως ἄπεισιν, ὡς ἂν οὐκέτι βίᾳ κρατούμενος οὐδὲ σφιγγόμενος. ἐκ τούτων ἐνίοτε οἱ θεοί τινας καὶ παρέδρους ἑαυτοῖς ποιοῦνται δι’ ἀρετὴν καὶ σοφίαν, καθόλου τῆς τιμωρίας ἀπαλλάξαντες.

然而这过程极为缓慢。因为由于锁链坚硬如金刚石,理性只能勉强触及它们,一点点地将其咬蚀磨去,而绝不可能彻底将其耗尽并割断。但凡是获得这一良药、并夜以继日尽其所能勤勉使用它的人,便能轻松地忍受这监禁,并在其他人中间走动,宛如已获自由之人;当命运的终局临头时,他亦能从容离去,仿佛不再受到暴力的控制与拘束。因其德行与智慧,神明有时甚至会从这些人中挑选若干作为自己的同座侍从,彻底免除其刑罚。

§30.25

ταῦτα μέν τις εἶπεν ἀνὴρ δυσάρεστος, ὡς ἐγὼ δοκῶ, καὶ πολλὰ λελυπημένος κατὰ τὸν βίον, ὀψὲ παιδείας ἀληθοῦς ᾐσθημένος, οὐ μὴν ἀληθῆ γε οὐδὲ πρέποντα θεοῖς. ἕτερος δὲ βελτίων ἐστὶ τοῦδε λόγος, ὃν πολὺ ἂν εἴποιμι προθυμότερον. ἤκουσα δὲ αὐτὸν ἀνθρώπου γεωργοῦ ἐν ἀγροίκῳ τινὶ ῥυθμῷ καὶ μέλει· πλὴν τοῦτο μὲν ἴσως οὐδὲν ἡμᾶς δεῖ μιμεῖσθαι, τὴν δὲ διάνοιαν αὐτὴν ἀπομνησθῆναι πειρασόμεθα.

依我之见,说出这些话的是一个满怀怨怼之人,他在一生中饱经痛苦,很晚才领悟真正的教养,而这番话绝非真实,亦不合乎神明的体统。然而还有另一个比这更好的说法,我愿以大得多的热忱来讲述它。我曾听一位农夫以某种质朴的乡野韵律与曲调唱出它;不过,我们或许完全无须模仿其形式,但我们将努力复述其思想本身。

§30.26

ἔλεγε δὲ ὑμνῶν τόν τε Δία καὶ τοὺς ἄλλους θεοὺς ὡς ἀγαθοί τε εἶεν καὶ φιλοῖεν ἡμᾶς, ἅτε δὴ ξυγγενεῖς ὄντας αὐτῶν. ἀπὸ γὰρ τῶν θεῶν ἔφη τὸ τῶν ἀνθρώπων εἶναι γένος, οὐκ ἀπὸ Τιτάνων οὐδ’ ἀπὸ Γιγάντων. ὅτε γὰρ τὰ σύμπαντα ἔσχον, ὥσπερ ἀποικίαν τινὰ αὑτῶν ἐν τῇ γῇ ἐρήμῃ οὔσῃ κατοικίσαι τοὺς ἀνθρώπους ἐφ’ ἥττοσι τιμαῖς καὶ ὄλβῳ, δικαίοις δὲ καὶ νόμοις τοῖς αὐτοῖς·3 ὥσπερ αἱ μεγάλαι πόλεις καὶ εὐδαίμονες τὰς μικρὰς κατοικίζουσι· καί μοι ἐδόκει λέγειν οὐ προστιθεὶς αὐτὸς τὰ ὀνόματα, οἷον Ἀθηναῖοι Κυθνίους ἢ Σεριφίους ἢ Λακεδαιμόνιοι Κυθηρίους τὸ παλαιὸν ἐπὶ νόμοις τοῖς αὐτοῖς ᾤκισαν· καὶ μιμήματά γε παρ’ ἑκάστοις τούτοις ἰδεῖν ἔστι τῶν ἐθῶν καὶ τῆς πολιτείας, ἣν οἱ κτίσαντες ἔχουσιν, ἀσθενῆ δὲ πάντα καὶ χείρονα. τὴν μέντοι διαφορότητα οὐκ ἴσην εἶναι.

他在颂扬宙斯与其他神明时说道:神明是善良的,并且爱护我们,因我们确系他们的亲族。因为他说,人类的种族来自神明,而非来自提坦或巨人。当神明执掌宇宙万物时,他们将人类定居在当时荒凉的大地上,作为他们自身的一处殖民地,虽享有较低的尊荣与财富,却享有相同的正义与法律,正如同那些伟大而繁盛的城邦安置小城邦的殖民地一样。在我看来,即便他自己没有道出具体的名字,他所指的也正如当年雅典人将基斯诺斯人或塞里福斯人殖民化,抑或斯巴达人古时依相同的法律殖民基西拉人一般。在他们各自那里,人们确实能见到创建者所拥有的风俗与政体的模仿,只是皆显得微弱且逊色。然而,这其间的差距却是不相等的。

语法注3 条
  1. 30.21καὶ τήν γε μεγίστην ἡδονὴν ἐπὶ τέλους εἶναι τὸν θάνατον

    在带不定式的宾格结构中,两个带冠词的宾格名词中,结合语境,τὸν θάνατον 作主语,τήν γε μεγίστην ἡδονήν 作表语宾格。介词短语 ἐπὶ τέλους 作状语,意为“在终点处”或“最终”。

  2. 30.23προσείκαζε καὶ ῥίνῃ τι

    动词 προσείκαζε(比作、拟作)支配不定代词宾格 τι(某物)作为直接宾语,并支配与格 ῥίνῃ(比作锉刀)作为补足成分。稍后文即揭示此“物”为理性(λόγος)。

  3. 30.26ἐφ’ ἥττοσι τιμαῖς καὶ ὄλβῳ, δικαίοις δὲ καὶ νόμοις τοῖς αὐτοῖς

    介词 ἐπί 支配与格,表示殖民或契约的“条件、基准”(意为“在……条件下/境遇下”)。两个对比短语(较劣的尊荣与财富 / 相同的正义与法律)通过 δέ 形成对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:30.21-30.26