← 金嘴狄翁

演说集

§28.7-28.13

梅兰科马斯的不败拳技与对其早逝的慰藉

老人讲述了梅兰科马斯不击打亦不被打中、单凭耐力迫使对手认输的独特拳击风格和不败纪录,并哀叹他未及享乐便英年早逝;讲述者则通过类比荷马史诗中短命的蒙神宠爱之英雄,安慰老人说在美德和荣誉的顶峰离世其实是最幸福的归宿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.7

πυγμὴν γοῦν ἀγωνιζόμενος οὕτως ὑγιὴς ἦν ὥσπερ τῶν δρομέων τις, οὕτω δὲ σφόδρα γεγύμναστο καὶ τοσοῦτο περιῆν τοῖς πόνοις ὥστε δυνατὸς ἦν καὶ δύο ἡμέρας ἑξῆς μένειν ἀνατετακὼς τὰς χεῖρας, καὶ οὐκ ἂν εἶδεν οὐδεὶς ὑφέντα αὐτὸν ἢ ἀναπαυσάμενον, ὥσπερ εἰώθασιν. πρότερον δὲ ἠνάγκαζε τοὺς ἀνταγωνιστὰς ἀπειπεῖν, οὐ μόνον πρὶν αὐτὸς πληγῆναι, ἀλλὰ καὶ πρὶν πλῆξαι ἐκείνους· οὐ γὰρ τὸ παίειν καὶ τιτρώσκεσθαι ἀνδρείαν ἐνόμιζεν, ἀλλὰ τοῦτο μὲν εἶναι μὴ δυναμένων πονεῖν καὶ ἀπηλλάχθαι βουλομένων·1 τὸ δὲ ἀνέχεσθαι τοῦ χρόνου καὶ μήτε τοῦ βάρους τῶν χειρῶν ἡττᾶσθαι μήτε τοῦ πνεύματος ἐνδεᾶ γίγνεσθαι μήτε τῷ καύματι ἄχθεσθαι, τοῦτο δὲ εἶναι γενναῖον. Ὀρθῶς μέντοι, ἔφην, ὑπολαμβάνων. καὶ γὰρ ἐν τῷ πολέμῳ οἱ φαυλότατοι τὰ ὅπλα ῥίπτουσιν, εὖ εἰδότες ὅτι γυμνοὶ μᾶλλον ἂν τιτρώσκοιντο· οὕτω μᾶλλον ἡττῶνται τοῦ κόπου ἢ τῶν τραυμάτων.

至少在参加拳击比赛时,他宛如那些赛跑者一样健康无恙,而且他锻炼得如此艰苦,在忍受劳顿上如此卓越,以至于他能够连续两天举着双手站立,绝不会有人看到他像人们惯常做的那样垂下双手或稍作休息。他甚至在自己被打中之前,甚至在自己击打对手之前,便迫使对手们认输放弃;因为他不认为击打和受伤是真正的勇敢,反而认为那是无法承受劳顿且急于了结比赛之人的表现;而能够耐受时间的推移,既不被双臂的重量压垮,也不致气力不支,更不为酷热所苦,这才是高尚的。“他确实想得非常正确,”我说道,“因为在战争中,那些最懦弱的人往往也会抛弃武器,尽管他们明知赤身露体更容易负伤;他们就是这样宁可屈服于疲惫,也不愿承受伤痛的。”

§28.9

Τοιγάρτοι, εἶπεν, ἀφ’ οὗπερ ἤρξατο ἀγωνίζεσθαι Πυθοῖ, πρῶτος μὲν ὧν ἴσμεν ἄλειπτος διεγένετο,2 πλείστους καὶ μεγίστους στεφάνους ἀνελόμενος καὶ ἀνταγωνισταῖς οὔτε φαύλοις οὔτε ὀλίγοις χρησάμενος. καὶ τὸν πατέρα ἐνδοξότατον ὄντα, τὸν Μελαγκόμαν ἐκεῖνον τὸν ἀπὸ τῆς Καρίας, ἄλλους τε ἀγῶνας καὶ Ὀλυμπίασι νικήσαντα, οὐδέπω ἀνὴρ ὢν ὑπερεβάλετο· οὐ γὰρ ἐκεῖνος ἄλειπτος.

“正是如此,”他说道,“因此,自他在皮托开始竞技以来,他是我们所知第一个保持终身不败的人,他赢得了最多且最大的桂冠,而他的对手们既非泛泛之辈,人数亦不在少数。而且他还未成年时,便超越了他那声名显赫的父亲——那位来自卡里亚、曾在其他赛会乃至奥林匹亚获胜的老梅兰科马斯;因为那位父亲并非终身不败。

§28.10

τοιοῦτος μέντοι ὢν ἀθλίως ἐτελεύτησε, τῶν μὲν πόνων τῆς ἀθλήσεως ἐπὶ πλεῖστον ἐλθών, τῶν δὲ ἐν τῷ βίῳ τερπνῶν οὐδενὸς πειραθείς. οὕτω δὲ σφόδρα φιλότιμος ὑπῆρχεν ὥστε καὶ ὅτε ἀπέθνησκεν Ἀθηνοδώρου τοῦ παγκρατιαστοῦ, φίλου ὄντος ἀπὸ παιδός, ἐπυνθάνετο πόσαι τινὲς εἶεν ἡμέραι λοιπαὶ τοῦ ἀγῶνος. καὶ ταῦθ’ ἅμα λέγων ἐδάκρυεν ὁ πρεσβύτης.

然而,正是这样一个人,却悲惨地离世了;他在竞技的劳顿上达到了极致,却未曾体验过生命中任何令人欢悦之事。而且他是如此热衷于荣誉,以至于在垂死之际,他还向从小相识的童年好友、搏击运动员雅典诺多鲁斯打听,比赛还剩下几天。”说到这里,老人不禁潸然泪下。

§28.11

Ἀλλὰ σοὶ μέν, ἔφην, συγγνώμη ὑπερλυπουμένῳ διὰ τὸ πάντως προσήκειν τί σοι αὐτοῦ. Μὰ τοὺς θεούς, εἶπεν, οὐδὲν ἔμοιγε· οὔτε γὰρ ἀπὸ γένους μοι ἦν οὔτε ἐγύμναζον αὐτόν, ἀλλὰ τῶν παίδων τινὰ τῶν παγκρατιαστῶν. ὁ δὲ ἄνθρωπος τοιοῦτος ἦν ὥστε πάντας ἐπ’ αὐτῷ λυπεῖσθαι τοὺς ἐπισταμένους ἐκεῖνον.

“不过,”我说道,“你如此极度悲痛是完全可以理解的,因为他想必与你有些亲属关系吧。”“指着众神起誓,对我而言绝非如此,”他说道,“他既非我的同族,我也没有指导过他,我指导的是那些参加搏击的少年中的一位。然而那个人就是这样,所有认识他的人都为他的死感到悲痛。”

§28.12

Οὔκουν, ἔφην, ἄθλιον δεῖ καλεῖν αὐτόν· τοὐναντίον γὰρ εὐδαιμονέστατος ἂν εἴη καὶ μακαριώτατος, εἴπερ οἷος λέγεται ἦν· ᾧ καὶ γένους ὑπῆρξε λαμπροῦ τυχεῖν καὶ κάλλους, ἔτι δὲ ἀνδρείας καὶ ἰσχύος καὶ σωφροσύνης, ἃ δὴ μέγιστα τῶν ἀγαθῶν ἐστι· τό γε μὴν θαυμαστότατον ἐν ἀνθρώπῳ, ἀήττητον γενέσθαι οὐ μόνον τῶν ἀνταγωνιστῶν, ἀλλὰ καὶ πόνου καὶ καύματος καὶ γαστρὸς καὶ ἀφροδισίων· δεῖ γὰρ πρῶτον τούτοις ἀήττητον εἶναι τὸν μέλλοντα ὑπὸ μηδενὸς τῶν ἀνταγωνιστῶν λειφθήσεσθαι.

“那么,”我说道,“绝不应该称他为不幸之人;相反,如果他真如人们所言的那样,他理应是最为幸福和幸运的人。因为他生来便拥有显赫的门第和美貌,更有勇敢、力量和节制,这些正是最伟大的善;而作为一个人最令人叹服的,不仅在于未被对手打败,更在于未被劳苦、炎热、食欲和情欲所征服。因为那想要不被任何对手甩在身后的人,必须首先不被这些东西击垮。

§28.13

ἡδονὰς δὲ τίς μείζονας ἥσθη, ὅστις φιλοτιμότατος ὢν ἀεὶ ἐνίκα καὶ θαυμαζόμενος ᾐσθάνετο; καί μοι δοκοῦσι σφόδρα αὐτὸν ἀγαπῆσαι οἱ θεοὶ καὶ μάλιστα τῇ τελευτῇ τιμῆσαι, ὡς ἂν μηδενὸς πειραθείη τῶν χαλεπῶν. ἀνάγκη γὰρ αὐτῷ ἦν προβαίνοντι ἀντὶ μὲν καλλίστου αἰσχροτέρῳ γίγνεσθαι, ἀντὶ δὲ ἰσχυροτάτου ἀσθενεστέρῳ, ἴσως δὲ καὶ λειφθῆναί του.3 ὅστις δὲ τοῖς μεγίστοις ἀγαθοῖς συναπέρχεται τὰ ἄριστα πράξας, οὗτος εὐδαιμονέστατα τελευτᾷ. εὕροι δ’ ἄν τις καὶ τῶν παλαιῶν τοὺς θεοφιλεῖς ὠκυμόρους. Τίνας, ἔφη, τούτους λέγεις; Τὸν Ἀχιλλέα, εἶπον, καὶ Πάτροκλον καὶ Ἕκτορα καὶ Μέμνονα καὶ Σαρπηδόνα. ἔτι δὲ ἄλλους ὀνομάζοντος ἐμοῦ, Ταῦτα μέν, ἔφη, καλῶς εἶπας εἰς παραμυθίαν ἀνθρώπων, καὶ ἔγωγε ἐβουλόμην σου ἔτι ἀκούειν· ἀλλὰ γὰρ ὥρα γυμνάζειν τὸν παῖδα, καὶ ἀπέρχομαι.

一个如此热爱荣誉、始终获胜并深知自己备受赞赏的人,世上还有谁能享受过比他更大的快乐呢?在我看来,众神极为眷爱他,并尤其以赐予他死亡的方式来尊崇他,好让他免遭任何痛苦之事的折磨。因为随着年岁渐长,他势必会从最美貌变得较为丑陋,从最强健变得较为衰弱,甚至可能被某个人所击败。凡是伴随着最伟大的善、在完成了最杰出的功业之后离世的人,才是最幸福地结束生命的人。人们甚至在古人中也能发现蒙神宠爱之人是短命的。”“你指的是哪些人?”他问道。“阿喀琉斯,”我说道,“还有帕特罗克洛斯、赫克托耳、门农和萨耳珀冬。”正当我还在列举其他人时,他说道:“为了慰藉世人,你说得极好,我本也想继续听你说下去;不过现在到了给孩子锻炼的时辰,我得走了。”

语法注3 条
  1. 28.7ἀλλὰ τοῦτο μὲν εἶναι μὴ δυναμένων πονεῖν καὶ ἀπηλλάχθαι βουλομένων

    属格短语“μὴ δυναμένων... καὶ ... βουλομένων”为特征/所有性质的谓语属格(predicate genitive of characteristic),表示“属于……的特征/是……的表现”,在间接引语中作主语 τοῦτο 的表语。

  2. 28.9πρῶτος μὲν ὧν ἴσμεν ἄλειπτος διεγένετο

    关系代词 ὧν 是省略了先行词(如 τούτων)的部分属格,意为“在我们所知的人当中”。形容词 ἄλειπτος(本义“未受挫的/未被击败的”,引申为“保持不败的”)作主语补足语,修饰动词 διεγένετο。

  3. 28.13ἀνάγκη γὰρ αὐτῷ ἦν προβαίνοντι ἀντὶ μὲν καλλίστου αἰσχροτέρῳ γίγνεσθαι, ἀντὶ δὲ ἰσχυροτάτου ἀσθενεστέρῳ, ἴσως δὲ καὶ λειφθῆναί του

    骨干结构为“ἀνάγκη ἦν αὐτῷ”(对他而言是不可避免的)统辖不定式“γίγνεσθαι”和“λειφθῆναι”。与格分词“προβαίνοντι”与“αὐτῷ”保持性数格一致,作时间修饰(“随着年岁增长”)。比较级与格“αἰσχροτέρῳ”和“ἀσθενεστέρῳ”受“αὐτῷ”吸引作不定式的补足语。末尾的“του”是不定代词“τινός”的紧缩形,充当被动动词“λειφθῆναι”后的动作主体或比较属格(“被某人击败/落后于某人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:28.7-28.13