- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:3.87-3.100
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论者阐述了君王治理与自保根本有赖于忠诚的朋友,并论证了唯独友谊能兼具最高的功用与最大的欢愉,远胜其他一切财富。
μόνος μὲν γὰρ οὐδεὶς πρὸς οὐδὲν οὐδὲ τῶν ἰδίων ἱκανός ἐστι· τοῖς δὲ βασιλεῦσιν ὅσῳ πλείω τε καὶ μείζω πράττειν ἀνάγκη, πλειόνων δεῖ καὶ τῶν συνεργούντων καὶ μετʼ εὐνοίας πλείονος. ἀνάγκη γὰρ τὰ μέγιστα καὶ σπουδαιότατα τῶν πραγμάτων ἢ πιστεύειν ἑτέροις ἢ προΐεσθαι.
因为独身一人甚至连自己的私事也无一能够胜任;而对君王而言,所需处理的事务越繁复浩大,所需的协力者就越多,也越需伴有深厚的情谊。因为对至关紧要的大事,要么必须托付他人,要么只能付诸东流。
καὶ τοίνυν τοῖς μὲν ἰδιώταις οἱ νόμοι παρέχουσι τὸ μὴ ἀδικεῖσθαι ῥᾳδίως ὑπὸ τούτων οἷς ἂν συμβάλωσιν ἢ χρήματα πιστεύσαντες ἢ οἶκον ἐπιτρέψαντες ἢ ἔργου τινὸς κοινωνήσαντες, ζημιοῦντες τὸν ἀδικοῦντα· τοῖς δὲ βασιλεῦσι τὸ μὴ ἀδικεῖσθαι πιστεύσαντας οὐκ ἔστι παρὰ τῶν νόμων ζητεῖν,1 ἀλλὰ παρὰ τῆς εὐνοίας.
此外,对于平民,法律通过惩治为非作歹者,使他们在同他人交往时——无论是信托钱财、委派家政,还是合伙营生——不致轻易蒙受不义之害;但君王在信托于人时,若想免遭不义之害,却无法求之于法律,而只能求之于善意。
καὶ γὰρ ἰσχυροτάτους μὲν εἰκὸς ἁπάντων εἶναι τοὺς ἐγγὺς τῶν βασιλέων καὶ τὴν ἀρχὴν συνδιοικοῦντας. ἀπὸ δὲ τούτων οὐκ ἔστιν ἄλλη φυλακὴ πλὴν τὸ ἀγαπᾶσθαι· καὶ τοῖς μὲν τυχοῦσιν οὐκ ἀσφαλὲς εἰκῇ μεταδιδόναι δυνάμεως, ὅσῳ δʼ ἄν τις τοὺς φίλους ἰσχυροτέρους ποιῇ, τοσούτῳ ἰσχυρότερος αὐτὸς γίγνεται.
事实上,侍奉在君王身边并共同执掌朝政者,往往是所有人中最有权势的。防范这些人的唯一护卫,莫过于受到他们的爱戴。把权柄轻率分予泛泛之辈并不安全,但一个人若使自己的朋友愈加有力,他自身也就会变得愈加坚强。
καὶ τοίνυν ὅσα μὲν ἀναγκαῖα καὶ χρήσιμα τῶν κτημάτων, οὐ πάντως ἡδονήν τινα ἔχει τοῖς κεκτημένοις· ὅσα δὲ τερπνά, οὐκ εὐθὺς διὰ τοῦτο καὶ συμφέροντα· τοὐναντίον γὰρ πολλὰ τῶν ἡδέων ἀξύμφορα ἐξελέγχεται.
再者,各类财产中凡属必需且有用的,未必能给占有者带来任何愉悦;而凡是宜人的,也绝非因此就必定有益。相反,许多令人愉悦之物经查明恰恰是有害的。
αὐτίκα τείχη μὲν καὶ ὅπλα καὶ μηχανήματα καὶ στρατόπεδα τῶν ἀναγκαίων ἐστὶ κτημάτων τοῖς κρατοῦσιν· ἄνευ γὰρ τούτων οὐχ οἷόν τε σώζεσθαι τὴν ἀρχήν· τέρψιν δὲ οὐχ ὁρῶ ποίαν δίχα γε τῆς ὠφελείας ἔχει.
例如,城垣、兵器、军械和营寨对于统治者而言诚然是不可或缺的财产,因为失去这些便不可能保全权势;但若剥离其用处,我实在看不出它们有何乐趣可言。
καλὰ δὲ ἄλση καὶ οἰκίαι πολυτελεῖς καὶ ἀνδριάντες καὶ γραφαὶ τῆς παλαιᾶς τε καὶ ἄκρας τέχνης καὶ χρυσοῖ κρατῆρες καὶ ποικίλαι τράπεζαι καὶ πορφύρα καὶ ἐλέφας καὶ ἤλεκτρος καὶ μύρων ὀσμαὶ καὶ θεαμάτων παντοίων καὶ ἀκουσμάτων τέρψεις διά τε φωνῆς καὶ ὀργάνων, ξύμπαντα ταῦτα οὐδεμιᾶς ἕνεκα χρείας, ἀλλʼ ἡδονῆς εὑρημένα φαίνεται.
反之,优美的树林、奢华的宅邸、古老精妙工艺的雕像与绘卷、金樽、精工桌案、紫袍、象牙、琥珀、香油芬芳,以及通过歌喉与乐器展现的种种视听之娱,这一切看来全非出于任何实用之需,纯粹是为欢愉而造。
μόνῃ δὲ τῇ φιλίᾳ συμβέβηκεν ἁπάντων μὲν εἶναι συμφορώτατον, ἁπάντων δὲ ἥδιστον.2 εὐθὺς οἶμαι τῶν ἀναγκαίων τὰ μέγιστα, ὅπλα καὶ τείχη καὶ στρατεύματα καὶ πόλεις, ἄνευ τῶν διοικούντων φίλων οὔτε χρήσιμα οὔτε συμφέροντα, ἀλλὰ καὶ λίαν ἐπισφαλῆ· οἱ δέ γε φίλοι καὶ δίχα τούτων ὠφέλιμοι.
唯独友谊,兼具了万物中最有益且最惬意的属性。我想,在必需之物中最重大的那些——如兵刃、城垒、军队与城邑——倘若没有治理它们的朋友,不仅无用无益,反倒极其凶险;而朋友即便缺少这些,也依然能带来助益。
καὶ ταῦτα μὲν ἐν πολέμῳ μόνον χρήσιμα, τοῖς δὲ ἀεὶ βιωσομένοις ἐν εἰρήνῃ, ἂν ᾖ δυνατόν, ἀχρεῖα καὶ βαρέα· ἄνευ δὲ φιλίας οὐδʼ ἐν εἰρήνῃ ζῆν ἀσφαλές. καὶ μὴν ὧν εἶπον ἡδέων τὸ μὲν κοινωνεῖν φίλοις τερπνότερον, μόνον δὲ ἀπολαύειν ἐν ἐρημίᾳ πάντων ἀηδέστατον, καὶ οὐδεὶς ἂν ὑπομείνειεν· ἔτι δὲ λυπηρότερον, εἰ δεήσειε κοινωνεῖν τοῖς μὴ ἀγαπῶσιν.
并且那些东西唯独在战时有用,对于但求尽可能长久享用和平之人而言,反倒是无用且沉重的累赘;然而若是没有友谊,即便在和平之中也绝无法安然度日。再者,在我所说的那些愉悦之物中,与朋友共享更为惬意,而在孤独凄凉中独自享用则最令人不适,无人能够忍受;若必须同不爱自己的人分享,则更令人痛苦不堪。
ποία μὲν γὰρ εὐφροσύνη προσφιλής, ʽεἰ καὶ πάντα παρείη τὰ μέγιστἀ, ποῖον δὲ συμπόσιον ἡδὺ χωρὶς εὐνοίας τῶν παρόντων;
因为即使拥有一切最盛大的事物,若无在场之人的善意,又有什么喜乐能称心如意,有什么宴席能称得上愉快?
οὐ γὰρ καὶ τὰ ἀφροδίσια ταῦτα ἥδιστα καὶ ἀνυβριστότατα ὅσα γίγνεται μετὰ φιλίας τῶν συνόντων καὶ ὅσα μαστεύουσιν εὔνοιαν ἀνθρώποις ἐπῆλθε παρὰ παιδικῶν ἢ παρὰ γυναικῶν;3
情爱之欢中最为甜美、最无凌辱暴虐的,不正是伴随着交好之人的情意、以及在男子寻求善意时自少年或妇人那里得到的爱意吗?
πολλαὶ μὲν γὰρ ἐπωνυμίαι τῆς φιλίας, ὥσπερ ἀμέλει καὶ χρεῖαι· ἡ δὲ μετὰ κάλλους καὶ ὥρας γιγνομένη φιλία δικαίως ἔρως ὠνόμασται, καὶ δοκεῖ κάλλιστος τῶν θεῶν.
诚然,友谊有名目繁多之称,正如其用处多种多样一般;而伴随美貌与青春而生的友爱,正当地被冠以爱神之名,且被视为诸神中最美丽的一位。
καὶ μὴν τά γε ὠφέλιμα φάρμακα τοῖς μὲν νοσοῦσιν ὠφέλιμα, τοῖς δὲ ὑγιαίνουσι περιττά. φιλίας δὲ καὶ τοῖς ὑγιαίνουσιν ἀεὶ σφόδρα δεῖ καὶ τοῖς νοσοῦσιν· ἥ συμφυλάττει μὲν πλοῦτον, ἐπαρκεῖ δὲ πενίᾳ, λαμπρύνει μὲν δόξαν, ἀμαυροῖ δὲ ἀδοξίαν.
不仅如此,良药固然对患病者有益,对康健之人却是多余的。但友谊无论对于康健者还是患病者,都始终极其必需:它与人共守财富,周济穷困,光大声誉,并掩去污名。
- 3.88τοῖς δὲ βασιλεῦσι τὸ μὴ ἀδικεῖσθαι πιστεύσαντας οὐκ ἔστι παρὰ τῶν νόμων ζητεῖν
在非人称句式 οὐκ ἔστι 搭配不定式 ζητεῖν 的结构中,充当不定式 ἀδικεῖσθαι 逻辑主语的分词 πιστεύσαντας 并未与句首的与格 τοῖς δὲ βασιλεῦσι 一致,而是依照带不定式结构(AcI)的要求采取了宾格,将君王作为普遍的动作主体加以客观表述。
- 3.94συμβέβηκεν ἁπάντων μὲν εἶναι συμφορώτατον, ἁπάντων δὲ ἥδιστον
在依赖非人称动词 συμβέβηκεν 的不定式从句中,最高级形容词 συμφορώτατον 与 ἥδιστον 采用了中性单数形式。它们将所陈述的性质作为抽象实体(“最有利之事”、“最快意之物”)加以概括,因此并未与句首的阴性名词 φιλίᾳ 在性数上保持一致。
- 3.98ὅσα μαστεύουσιν εὔνοιαν ἀνθρώποις ἐπῆλθε παρὰ παιδικῶν ἢ παρὰ γυναικῶν
关系代名词 ὅσα 引导以主句中 τὰ ἀφροδίσια ταῦτα 为先行词的关系从句,在从句中作 ἐπῆλθε 的主语。与格 ἀνθρώποις 受分词短语 μαστεύουσιν εὔνοιαν(“寻求善意”)修饰,并作为动词 ἐπῆλθε(“降临于/赋予”)的间接宾语,整句意为“在人们寻求善意时,由宠童或妇人处所得到的一切”。
