← 金嘴狄翁

演说集

§3.81-3.86

善王甘受辛劳与僭主生活的悲惨对比

善王效仿太阳不倦的照料,乐于承受辛劳与克己,深知这能带来真正的愉悦与健康。进而,既然僭主单为保全性命也必须经受同样的操劳,那么依凭德性与真挚友谊的善王的生活无疑要幸福得多。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.81

ἐπεὶ δὲ αὖ τὸ φῶς ὁρᾶσθαι μὲν ἥδιστον, πράττειν δὲ ἀδύνατον ὁτιοῦν χωρὶς αὐτοῦ, κοιμώμενοι δὲ πᾶσαν μὲν ἡσυχίαν ἄγομεν, οὐδὲν δὲ χρώμεθα τῷ φωτί, ὅσον μὲν ἱκανὸν ἐγρηγορέναι χρόνον, ἡμέραν ἐποίησεν,1 ὅσον δὲ κοιμᾶσθαι ἀναγκαῖον, νύκτα ἀπέδειξε, περὶ πᾶσαν ἰὼν γῆν, ἄλλοτε ἄλλους ἀναπαύων τε καὶ ἀνιστάς, ἀφιστάμενος μὲν ἀπὸ τῶν μηκέτι δεομένων φωτός, τοῖς δὲ ἀεὶ δεομένοις ἐπιφαινόμενος. καὶ ταῦτα μηχανώμενος διʼ αἰῶνος οὐδέποτε κάμνει.

再者,既然光亮观赏起来最为宜人,而缺少它便寸步难行,反之当我们睡眠时则安享完全的宁静,丝毫不需用到光亮,他便将足够醒着的时光定为白昼,将睡眠所必需的时限划为黑夜;他环绕整个大地巡行,在不同时候令不同的人安歇与起身,从那些不再需要光亮的人身边离去,而向那些始终需要光亮的人显现;并且他永恒地安排这些事务,从未感到疲倦。

§3.82

ὅπου δὲ θεὸς ὁ πάντων κάλλιστος καὶ φανερώτατος οὐχ ὑπερορᾷ2 τὸν ἅπαντα χρόνον ἀνθρώπων ἐπιμελούμενος, ἦπού γε ἄνθρωπον θεοφιλῆ καὶ φρόνιμον χρὴ βαρύνεσθαι τὸ τοιοῦτον, ἀλλὰ μὴ καθʼ ὅσον οἶός τέ ἐστι μιμεῖσθαι τὴν ἐκείνου δύναμιν καὶ φιλανθρωπίαν;

既然万物中最美丽、最显赫的神明尚且不以将全部光阴用于照管人类为轻贱,那么一个蒙神所爱且明智的人,难道应当对这样的事务感到不堪重负,而不是竭尽所能去效仿那位神明的力量与仁爱吗?

§3.83

ταῦτα δὴ λογιζόμενος οὐκ ἄχθεται καρτερῶν. κατανοεῖ δὲ τοὺς μὲν πόνους ὑγίειάν τε παρέχοντας καὶ σωτηρίαν ἔτι δὲ δόξαν ἀγαθήν, τὴν δὲ αὖ τρυφὴν ἅπαντα τούτων τἀναντία. ἔτι δὲ οἱ μὲν πόνοι αὑτοὺς ἐλάττους ἀεὶ ποιοῦσι καὶ φέρειν ἐλαφροτέρους, τὰς δὲ ἡδονὰς μείζους καὶ ἀβλαβεστέρας, ὅταν γίγνωνται μετὰ τοὺς πόνους. ἡ δέ γε τρυφὴ τοὺς μὲν πόνους ἀεὶ χαλεπωτέρους ποιεῖ φαίνεσθαι, τὰς δὲ ἡδονὰς ἀπομαραίνει καὶ ἀσθενεῖς ἀποδείκνυσιν.

他思虑及此,便在坚忍担当中毫无怨尤。他深知劳碌能带来健康、平安与美名,而骄奢淫逸却带来与这一切恰恰相反的结果。此外,辛劳总能使自身变得越来越微小、越来越易于承受,并使辛劳之后而来的欢愉更为巨大而无害;而骄奢却使辛劳显得愈发难耐,并使欢愉枯萎凋零、变得微弱无力。

§3.84

ὁ γὰρ ἀεὶ τρυφῶν ἄνθρωπος, μηδέποτε δὲ ἁπτόμενος πόνου μηδενός, τελευτῶν πόνον μὲν οὐκ ἂν οὐδένα ἀνάσχοιτο, ἡδονῆς δὲ οὐδεμιᾶς ἂν αἴσθοιτο, οὐδὲ τῆς σφοδροτάτης. ὥστε ὁ φιλόπονος καὶ ἐγκρατὴς οὐ μόνον βασιλεύειν ἱκανώτερός ἐστιν, ἀλλὰ καὶ ἥδιον βιοτεύει πολὺ τῶν ἐναντίων.

因为一个人若是终日沉溺于骄奢,从未触及分毫劳苦,最终将无法忍受任何辛劳,也体会不到任何欢愉,哪怕是最强烈的欢愉也是如此。因此,好劳且克己的人不仅更有能力克绍王业,而且比与其相反的人过着愉快得多的生活。

§3.58

καὶ τοίνυν τὴν μὲν ἀνδρείαν καὶ τὴν ἐγκράτειαν καὶ τὴν φρόνησιν ἀναγκαίας νομίζει καὶ τοῖς ἀμελοῦσι τοῦ δικαίου καὶ βουλομένοις τυραννεῖν, εἰ μὴ τάχιστα ἀπολοῦνται, ἀλλὰ καὶ μᾶλλον ἔτι τούτων ὁρᾷ δεομένους αὐτούς, ὅσῳ δὲ πλείους μὲν ἔχει τοὺς μισοῦντας, πλείους δὲ τοὺς ἐπιβουλεύοντας, οὐδένα δὲ πιστὸν οὐδὲ κηδόμενον, τοσούτῳ γε μᾶλλον, εἰ σωθήσεταί τινα χρόνον, καὶ ἀγρυπνητέον εἶναι καὶ φροντιστέον, ὡς ἀμυνόμενόν τε μὴ ἡττᾶσθαι τῶν πολεμίων καὶ ἐπιβουλευόμενον μὴ ἀγνοεῖν τοὺς ἐπιβουλεύοντας, καὶ τῶν ἡδονῶν ἀφεκτέον καὶ γαστρὶ καὶ ὕπνῳ καὶ ἀφροδισίοις ἐλάχιστα προσεκτέον, εἰ δὲ δεῖ τὰς αὐτὰς μὲν φροντίδας ἔχειν ἢ καὶ πλείους, πολὺ δὲ μείζους ἀσχολίας, ὁμοίως δὲ εὐλαβεῖσθαι τὰς ἡδονάς, ὁμοίως δὲ τοὺς κινδύνους ὑπομένειν, πόσῳ γε κρεῖττον μετὰ δικαιοσύνης καὶ ἀρετῆς ἢ μετὰ πονηρίας καὶ ἀδικίας πάντα ταῦτα ἐπιτηδεύειν, καὶ μετὰ ἐπαίνου ἢ μετὰ ψόγου, ἀγαπώμενον μὲν ὑπὸ ἀνθρώπων, ἀγαπώμενον δὲ ὑπὸ θεῶν, ἢ τοὐναντίον μισούμενον;

不仅如此,他认为即便对于那些无视正义、妄图行僭政的人而言,倘若不想即刻毁灭,勇敢、节制与审慎同样是必不可少的;而且他看出那些人对这些品质的渴求甚至尤为迫切。因为僭主所拥有的仇恨者越多,密谋反抗他的人越多,忠诚关切他的人全无,那么,若想苟全于一时,他就越是必须夙夜警醒、殚精竭虑——以便在防卫时免遭敌人击溃,在遭人暗算时不至对密谋者一无所知——并且越是必须克制享乐,极少放任口腹、睡眠与情欲。既然必须怀抱同样甚至更多的焦虑,承担远为繁重的操劳,同样戒惕享乐,同样承受危险,那么,伴随着正义与美德,而非伴随着邪恶与不义来行这一切,伴随着赞誉而非伴随着责难,受万人爱戴、受诸神垂青,而非相反地为人人所憎恶,这岂不是要优胜得多吗?

§3.61

καὶ τοίνυν τὸ μὲν παρὸν βραχύ τι τῷ ἀνθρώπῳ καὶ ἀσυλλόγιστον, κατέχει δὲ τοῦ βίου τὸ πλεῖστον ἡ μνήμη τῶν προγεγονότων καὶ ἡ τῶν μελλόντων ἐλπίς. πότερον οὖν τοῖν ἀνδροῖν ἡγώμεθα εὐφραίνειν τὴν μνήμην3 καὶ πότερον ἀνιᾶν, καὶ πότερον θαρρύνειν τὰς ἐλπίδας καὶ πότερον ἐκπλήττειν; οὐκοῦν καὶ ἡδίονα ἀνάγκη τὸν βίον εἶναι τοῦ ἀγαθοῦ βασιλέως.

再者,当下对人而言是短暂而微不足道的,占据人生最主要部分的乃是对往事的追忆与对未来的企望。那么,我们应当认为追忆使这两个人中的哪一个欣悦、使哪一个痛苦,企望又使哪一个鼓舞、使哪一个胆寒呢?因此,善王的生活必然更加愉悦。

§3.86

φιλίαν γε μὴν ἁπάντων νενόμικε τῶν αὑτοῦ κτημάτων κάλλιστον καὶ ἱερώτατον. οὐ γὰρ οὕτως αἰσχρὸν εἶναι οὐδὲ ἐπικίνδυνον χρημάτων ἀπορεῖν ὡς φίλων, οὐδʼ ἂν οὕτως τῇ χορηγίᾳ καὶ τοῖς στρατοπέδοις καὶ τῇ ἄλλῃ δυνάμει διαφυλάττειν τὴν εὐδαιμονίαν4 ὡς τῇ πίστει τῶν φίλων.

不仅如此,他把友谊视为自己所有财富中最美好、最神圣之物。因为他认为,缺少朋友远比匮乏钱财更可耻、更危险;无论借助给养、军队还是其他权势来捍卫幸福,都绝不可能像倚仗朋友的忠诚那样坚固可靠。

语法注4 条
  1. 3.81ὅσον μὲν ἱκανὸν ἐγρηγορέναι χρόνον, ἡμέραν ἐποίησεν

    关系代词 ὅσον 将其先行词 χρόνον 吸收至关系从句内部,意为“足够醒着的时光”。在句法上,整个 ὅσον ... χρόνον 词组充当主句动词 ἐποίησεν 的直接宾语(宾格),而 ἡμέραν 则在此双重宾格结构中作谓语性宾格(宾语补足语)。

  2. 3.82ὅπου δὲ θεὸς ὁ πάντων κάλλιστος καὶ φανερώτατος οὐχ ὑπερορᾷ

    连词 ὅπου 在此处并非表空间位置(“在……之处”),而是表达逻辑与前提关系(“在……的情况下/既然……”),为主句的推论(ἦπού γε...)设定前提。分词 ἐπιμελούμενος 则作为补充性分词,依附于动词 ὑπερορᾷ。

  3. 3.61πότερον οὖν τοῖν ἀνδροῖν ἡγώμεθα εὐφραίνειν τὴν μνήμην

    ἡγώμεθα 为思考性/商榷性虚拟式(第一人称复数现在时)。不定式 εὐφραίνειν 的逻辑主语是带冠词的宾格 τὴν μνήμην(“追忆”),而 πότερον 则是代词性宾格,作 εὐφραίνειν 的宾语(“两者中的哪一个”)。τοῖν ἀνδροῖν 为双数形式的部分属格,依附于 πότερον。语序上的倒置(hyperbaton)将宾格 πότερον 提到了句首位置。

  4. 3.86οὐδʼ ἂν οὕτως τῇ χορηγίᾳ καὶ τοῖς στρατοπέδοις καὶ τῇ ἄλλῃ δυνάμει διαφυλάττειν τὴν εὐδαιμονίαν

    小词 ἄν 与现在时不定式 διαφυλάττειν 的连用,构成了由前文主句动词 νενόμικε(“认为”)所支配的间接引语中的潜势构文(相当于直接引语中的 ἄν + 希求法或直陈式过去时),表示“绝不可能通过……来保全……”这一潜在推测。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:3.81-3.86