- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:3.101-3.111
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐明唯独友谊能纾困增福,朋友更延伸了人的视听与行动极限而赋予其如神祇般的无所不在与广阔作为,因此贤王唯独渴望在友爱上超越常人。
μόνον δὲ τοῦτο τὰ μὲν δυσχερῆ πάντα μειοῖ, τὰ δὲ ἀγαθὰ πάντα αὔξει. ποία μὲν γὰρ συμφορὰ δίχα φιλίας οὐκ ἀφόρητος, ποία δὲ εὐτυχία χωρὶς φίλων οὐκ ἄχαρις;
然而唯独友谊能减轻一切患难,增添一切福祉。试问,若无友爱,何种灾祸不是难以忍受的?若无朋友,何种顺境不是索然无味的?
ἐγὼ μὲν γὰρ οὐδʼ εὐτυχίαν ἐκείνην νενόμικα, ἥ μηδένα ἔχει τὸν συνηδόμενον. ῥᾷον γὰρ ἄν τις συμφορὰν τὴν χαλεπωτάτην φέροι μετὰ φίλων ἢ μόνος εὐτυχίαν τὴν μεγίστην. ὡς ἐκεῖνον ἀθλιώτατον ἐγὼ κρίνω δικαίως ὃς ἐν μὲν ταῖς συμφοραῖς πλείστους ἔχει τοὺς ἐφηδομένους, ἐν δὲ ταῖς εὐτυχίαις οὐδένα τὸν συνηδόμενον.
就我而言,我绝不把那种无人与之同乐的境遇视作幸福。因为与朋友一道承受至难的灾祸,远比独自承受至大的顺境更为容易。因此,我理所当然地判定那个人是最悲惨的:他在灾祸中拥有极多幸灾乐祸者,而在顺境中却无一人与之同乐。
εἰ δὲ ὀφθαλμοὶ καὶ ὦτα καὶ γλῶττα καὶ χεῖρες ἀνθρώπῳ τοῦ παντὸς ἄξια οὐ μόνον πρὸς τὸ ἥδεσθαι ζῶντα, ἀλλὰ δύνασθαι ζῆν, τούτων οὐκ ἔλαττον, ἀλλὰ καὶ μᾶλλον φίλοι χρήσιμοι.
如果眼睛、耳朵、舌头和双手对人而言价值连城,不仅是为了活着享受欢娱,更是为了能够活下去,那么朋友的用处不仅不亚于这些,反而更甚于它们。
διὰ μὲν γὰρ τῶν ὀφθαλμῶν μόλις ὁρᾶν ἔστι τὰ ἐμποδών, διὰ δὲ τῶν φίλων καὶ τὰ ἐπὶ γῆς πέρασι θεᾶσθαι. καὶ διὰ μὲν τῶν ὤτων οὐκ ἄν τις ἀκούσαι ἢ τῶν σφόδρα ἐγγύθεν,1 διὰ δὲ τῶν εὐνοούντων οὐδενὸς τῶν ἀναγκαίων ὅπου δήποτε ἀνήκοός ἐστι.
因为仅凭双眼,只能勉强看清眼前之物;但通过朋友,却能纵览天涯海角的事物。通过双耳,人所能听到的无非是极近处的声音;但通过善意相待者,无论何处的要务,无一不得而闻。
καὶ τῇ μὲν γλώττῃ μόνοις τοῖς παροῦσι σημαίνει, καὶ ταῖς χερσίν, εἰ καὶ σφόδρα εἴη καρτερός, οὐκ ἂν ἐργάσαιτο πλεῖον ἔργον ἢ δύʼ ἀνδρῶν· διὰ δὲ τῶν φίλων δύναται καὶ πᾶσιν ἀνθρώποις διαλέγεσθαι καὶ πάντων ἔργων ἐφικνεῖσθαι. οἱ γὰρ εὐνοοῦντες πάντα ἐκείνῳ συμφέροντα καὶ λέγουσι καὶ δρῶσι.
用舌头只能向在场者表达,用双手即便极其强健,所成之功也不过二人之力;但通过朋友,一个人却能与万人交谈,包揽一切事功。因为怀抱善意者所言所行,无一不是为了那人的利益。
τὸ δὲ δὴ πάντων παραδοξότατον, ἕνα γὰρ ὄντα ἐγχωρεῖ, ὅστις πολύφιλος, πολλὰ μὲν ἐν ταὐτῷ χρόνῳ πράττειν,2 περὶ πολλῶν δὲ ἅμα βουλεύεσθαι, πολλὰ δὲ ὁρᾶν, πολλὰ δὲ ἀκούειν, ἐν πολλοῖς δὲ ἅμα εἶναι τόποις, ὃ καὶ τοῖς θεοῖς χαλεπόν, ὡς μηδαμοῦ μηδὲν ἔρημον ἀπολείπεσθαι τῆς ἐκείνου προνοίας.
而最令人称奇的莫过于此:广交朋友之人,虽只是一介之躯,却能够同一时刻经办诸多事务,同时筹划诸多要务,纵观万象,博闻众音,并同时身处多处——这甚至连诸神都难以企及——以致无处之物能脱离他的远虑关照。
καὶ τοίνυν οὐχ ἧττον αἱ τῶν φίλων εὐπάθειαι τὸν ἀγαθὸν πεφύκασιν εὐφραίνειν τῆς αὐτοῦ τινος τέρψεως. πῶς γὰρ οὐ μακαριστόν, ὅτῳ πάρεστι πολλοῖς μὲν σώμασιν ἡδόμενον εὐφραίνεσθαι, πολλαῖς δὲ ψυχαῖς εὐτυχοῦντα χαίρειν;
再者,朋友的安泰正如善者自身的欢悦一样,自然能使其感到畅快。倘若一个人能够借助众多的身躯感受快意而畅怀,借助众多的心灵得享福运而欣喜,他又怎能不被称为至福之人呢?
εἰ δὲ δόξα τοῖς φιλοτίμοις περισπούδαστον, πολλάκις ἂν εὐδοξεῖν εἴη τῶν φίλων ἐπαινουμένων.3
若声誉乃是追求功名者汲汲以求之物,那么在朋友屡受称赞之际,他便可屡屡享有美誉。
καὶ τοίνυν ἡδὺ μὲν χαρίζεσθαι τοῖς ἐλευθέροις, ἀφθόνων ὄντων, ἡδὺ δὲ λαμβάνειν δῶρα, δικαίως λαμβάνοντα καὶ διʼ ἀρετήν· ὁ τοίνυν τοῖς φίλοις χαριζόμενος ἥδεται ἅμα μὲν ὡς διδούς, ἅμα δὲ ὡς αὐτὸς κτώμενος. καὶ γὰρ δὴ παλαιός ἐστιν ὁ λόγος ὁ κοινὰ ἀποφαίνων τὰ τῶν φίλων.
况且,在资财丰厚之时施惠于自由人是快事,而因德行公允地受人赠礼也是快事;是以施惠于朋友者,既作为施予者欢喜,同时又作为获益者自身欢喜。因为古老的格言确实早就宣告过:“朋友之物乃是共有的。”
ἐν μὲν οὖν τοῖς ἄλλοις οὐ πάντως ὑπερβάλλειν τοὺς ἰδιώτας ὁ τοιοῦτος βασιλεὺς βούλεται, πολλαχοῦ δὲ καὶ ἔλαττον ἐκείνων ἔχειν, οἷον σχολῆς, ῥᾳθυμίας, ἀνέσεως· ἐν μόνῃ δὲ φιλίᾳ βούλεται πλεονεκτεῖν.
由此可见,在其他方面,这样的君王绝非处处都想凌驾于平民之上,反而愿在许多方面逊于他们,例如闲暇、怠惰与舒逸;唯独在友谊上,他愿胜过所有人。
- 3.105οὐκ ἄν τις ἀκούσαι ἢ τῶν σφόδρα ἐγγύθεν
在否定词 οὐκ 之后,ἤ 的用法相当于 ἀλλʼ ἤ,表示“除……之外”。属格短语 τῶν σφόδρα ἐγγύθεν 是由感知动词 ἀκούω 所支配的对象或来源属格,整体句构表达“除了极近处的事物/声音之外,人什么也听不到”。
- 3.107ἕνα γὰρ ὄντα ἐγχωρεῖ, ὅστις πολύφιλος, πολλὰ μὲν ἐν ταὐτῷ χρόνῳ πράττειν
非人称动词 ἐγχωρεῖ(可能)支配不定式 πράττειν 等,其不定式的逻辑主语为宾格 ἕνα ὄντα(虽为独身一人)。随后插入的关系从句 ὅστις πολύφιλος(凡有很多朋友之人)以主格形式对主语进行概念上的补充修饰,整句骨干为“广交朋友之人,虽只是一人,却能够在同一时间成就诸多事业”。
- 3.109πολλάκις ἂν εὐδοξεῖν εἴη τῶν φίλων ἐπαινουμένων
非人称的 εἴη ἄν 与不定式 εὐδοξεῖν 连用,表示潜在的可能性(“便有可能享有美名”)。τῶν φίλων ἐπαινουμένων 为表示时间或条件的属格绝对结构(“在朋友受到赞扬时”),整句作为非人称句表示“当朋友受赞誉时,他便能屡获令名”。
